Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §853-938

企图白食的男子与老妇少女的对骂之歌

第 12 段,共 15 段 · 希腊语

内容简介

在诚实交出财产的男人A与企图不交财产却分一杯羹的男人B的一番对话后,场景切换为企盼年轻男子到来的老妇与年轻姑娘,两人用歌声展开了刻薄的对骂。

§853οὐκοῦν βαδιοῦμαι δῆτα.
那么我就走吧。
τί γὰρ ἕστηκʼ ἔχων §854ἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
既然城邦已经做出了决定,我为什么还站在这里耽搁呢?
§855καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
你不交出财产,到底要去哪里?
§856ἐπὶ δεῖπνον.
去吃晚饭。
§856bοὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ, §857πρίν γʼ ἂν ἀπενέγκῃς.
绝不可能,要是她们还有点脑子的话,除非你把东西交上去。
§857bἀλλʼ ἀποίσω.
可是我会交上去的。
§857cπηνίκα;
什么时候?
§858οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
我这方面绝不会耽误事,朋友。
§858bτί δή;
为什么?
§859ἑτέρους ἀποίσειν φήμʼ ἔθʼ ὑστέρους ἐμοῦ.
我是说,还有其他人会比我更晚才交呢。
§860βαδιεῖ δὲ δειπνήσων ὅμως;
即便如此,你还是要跑去吃饭吗?
§860bτί γὰρ πάθω;
那我能怎么办呢?
§861τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν §862τοὺς εὖ φρονοῦντας.
聪明人就应该用自己力所能及的方式来协助城邦嘛。
§862bἢν δὲ κωλύσωσι, τί;
要是她们拦着你呢,怎么办?
§863ὁμόσʼ εἶμι κύψας.
我就低下头直接冲过去。
§863bἢν δὲ μαστιγῶσι, τί;
要是她们用鞭子抽你呢,怎么办?
§864καλούμεθʼ αὐτάς.
那我就起诉她们。
§864bἢν δὲ καταγελῶσι, τί;
要是她们嘲笑你呢,怎么办?
§865ἐπὶ ταῖς θύραις ἑστώς— §865bτί δράσεις;
我就站在门口—— 你要干什么?
εἰπέ μοι.
快告诉我。
§866τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
我就从那些送财物进去的人手里抢食物。
§867βάδιζε τοίνυν ὕστερος·
那你就在后面跟着吧。
σὺ δʼ ὦ Σίκων §868καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
西孔、帕尔梅农,你们俩把全部财产抬起来。
§869φέρε νυν ἐγώ σοι ξυμφέρω.
来,让我帮你一起抬吧。
§869bμὴ μηδαμῶς.
绝不可以!
§870δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι, §871ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
因为我担心到了女将军那里,等我把财产交上去时,你会声称这些财物也有你的一份。
§872νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος, §873ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοισδεδὶ §874τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
凭宙斯发誓,确实需要想个妙计,好让我既能保留现有的财产,又能设法分到一点她们正在揉捏的那些食物。
§875ὀρθῶς ἔμοιγε φαίνεται·
依我看,确实如此。
βαδιστέον §876ὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
必须马上前去用餐,绝不能再拖延了。
§877τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν;
男人们到底为什么还没来?
ὥρα δʼ ἦν πάλαι·
早就到时间了呀。
§878ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ §879ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη §880ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
而我涂满了白粉,穿着藏红花色的长袍,无所事事地站在这里,自己哼着小调,调着情。
§881παίζουσα. πῶς ἂν περιλάβοιμʼ αὐτῶν τινὰ
我怎样才能把路过的某个人搂进怀里呢?
§882παριόντα; Μοῦσαι δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα, §883μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
缪斯女神们,请降临到我的嘴边吧,帮我寻一首温柔的爱奥尼亚小曲。
§884νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
你现在探出头来抢在我的前面,你这个烂老太婆!
§885ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδε §886ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα §887ᾄδουσʼ·
你以为我不在场、这里空无一人,你就能通过唱歌把人勾引过去、占尽便宜吗?
ἐγὼ δʼ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
你要是这么做,我就唱着歌来对付你。
§888κεἰ γὰρ διʼ ὄχλου τοῦτʼ ἐστὶ τοῖς θεωμένοις, §889ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
就算这对观众来说有些烦人,但毕竟还是有些趣味和喜剧色彩的。
§890τούτῳ διαλέγου κἀποχώρησον· σὺ δὲ
去和那个人说话然后退下吧!
§891φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν §892ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
而你,我亲爱的小笛手,拿起你的笛子,吹一首配得上我和你的曲子。
§893εἴ τις ἀγαθὸν βούλεται παθεῖν §894τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.
如果有人想尝点甜头,就该来我这里睡觉。
§895οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν §896ἀλλʼ ἐν ταῖς πεπείραις·
因为智慧不在年轻女人身上,而是在成熟的女人这里。
§897οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ʼγὼ §898τὸν φίλον ᾧπερ ξυνείην, §899ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.
而且,谁也不会像我这样疼爱同床共枕的爱人;年轻姑娘可会随时飞向别处。
§900μὴ φθόνει ταῖσιν νέαισι.
别嫉妒年轻姑娘。
§901τὸ τρυφερὸν γὰρ ἐμπέφυκε §902τοῖς ἁπαλοῖσι μηροῖς §903κἀπὶ τοῖς μήλοις ἐπανθεῖ·
因为娇嫩之美生在柔软的大腿上,并在饱满的乳房上绽放。
σὺ δʼ ὦ γραῦ, §904παραλέλεξαι κἀντέτριψαι, §905τῷ θανάτῳ μέλημα.
而你这老太婆,已经掉光了毛、涂满了粉,成了死神的怀中物。
§906ἐκπέσοι σου τὸ τρῆμα §907τό τʼ ἐπίκλιντρον ἀποβάλοιο §908βουλομένη σποδεῖσθαι, §909κἀπὶ τῆς κλίνης ὄφιν εὕροις §910καὶ προσελκύσαιο §910aβουλομένη φιλῆσαι.
愿你想要亲热时床板塌陷、失去靠垫;愿你在床上摸到一条蛇,本想亲吻却把它搂进怀里。
§911αἰαῖ τί ποτε πείσομαι;
哎呀,我可怎么办呢?
§912οὐχ ἥκει μοὐταῖρος· §913μόνη δʼ αὐτοῦ λείπομʼ·
我的情人还没来,我一个人被撇在这里。
§914γὰρ μοι μήτηρ ἄλλῃ §915βέβηκε· †καὶ τἄλλʼ οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν†.
我妈妈去别处了,剩下的事情之后也没必要多说了。
§915aἀλλʼ ὦ μαῖʼ ἱκετεύομαι, κάλει §916τὸν Ὀρθαγόραν, ὅπως §917σαυτῆς κατόναιʼ, ἀντιβολῶ σε.
但是,好妈妈,我求求你,把奥尔萨哥拉斯叫来吧,为了你自己的好处,我恳求你。
§918ἤδη τὸν ἀπʼ Ἰωνίας §919τρόπον τάλαινα κνησιᾷς· §920bδοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
可怜的丫头,你已经按爱奥尼亚的方式发痒了;我看你还像莱斯博斯人那样玩起了‘拉姆达’。
§921ἀλλʼ οὐκ ἄν ποθʼ ὑφαρπάσαιο §922τἀμὰ παίγνια· τὴν δʼ ἐμὴν §923ὥραν οὐκ ἀπολεῖς οὐδʼ ἀπολήψει.
但你休想夺走我的玩物;你既毁不掉我青春的芳华,也夺不走它。
§924ᾆδʼ ὁπόσα βούλει καὶ παράκυφθʼ ὥσπερ γαλῆ· §925οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισʼ ἀντʼ ἐμοῦ.
你爱唱多少就唱多少,像黄鼠狼一样探头探脑吧;因为绝不会有人越过我,先跨进你的门。
§926οὔκουν ἐπʼ ἐκφοράν γε.
除非那是去参加你的葬礼。
§926bκαινόν γʼ ὦ σαπρά.
真是新鲜的笑话,你这个烂货!
§927οὐ δῆτα.
一点也不新奇。
§927bτί γὰρ ἂν γραῒ καινά τις λέγοι;
确实,谁会对一个老太婆说出什么新鲜事来呢?
§928οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.
我的衰老又不会让你感到痛苦。
§928bἀλλὰ τί;
那什么会呢?
§929ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
难道是你那廉价的红胭脂和白粉吗?
§930τί μοι διαλέγει;
你干嘛跟我说话?
§930bσὺ δὲ τί διακύπτεις;
那你又为什么探头探脑的?
§930cἐγώ;
我吗?
§931ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
我自己唱给我亲爱的爱人埃皮根尼斯听呢。
§932σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
除了格雷斯(老头子)之外,你哪还有什么情人?
§933δείξει γε καὶ σοί.
等一下你就知道了!
τάχα γὰρ εἶσιν ὡς ἐμέ.
因为他马上就要到我这儿来了。
§934ὁδὶ γὰρ αὐτός ἐστιν.
看,他本人已经来了。
§934bοὐ σοῦ γʼ ὦλεθρε §935δεόμενος οὐδέν.
反正他绝不需要你这个丧门星的任何东西。
§935bνὴ Δίʼ ὦ φθίνυλλα σὺ §936δείξει τάχʼ αὐτός, ὡς ἔγωγʼ ἀπέρχομαι.
凭宙斯发誓,你这个干瘪的老太婆,你自己很快就会证明的,所以我先回屋了。
§937κἄγωγʼ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
我也进去,好让你知道,我比你懂事得多。
§938εἴθʼ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
但愿能睡在年轻姑娘的身边,

词汇与语法注释

  1. 853τί γὰρ ἕστηκʼ ἔχων — 现在分词 ἔχων 与动词 ἕστηκα 连用,是表达行为无端拖延或顽固持续的口语惯用法。意为“我为什么还在这里磨蹭、站着不走?”
  2. 863ὁμόσʼ εἶμι κύψας — 副词 ὁμόσε(迎头、正面地)表示对抗运动的方向,而不定过去时分词 κύψας(低下头)则描绘了不顾一切、硬着头皮向前猛冲的样子。
  3. 917ὅπως σαυτῆς κατόναιʼ — 连接词 ὅπως 后接第二人称单数不定过去时希求语气 κατόναιο(动词 ὀνίναμαι 的中间介词形式)。在独立句中,它表示祝愿或祈祷,或者充当省略的主句命令词后面的间接命令或愿望。

引用这一段

阿里斯托芬, 公民大会妇女 §853-938. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:853-938

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。