Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §771-852

关于财产上缴的争执与公共宴会的邀请

第 11 段,共 15 段 · 希腊语

内容简介

一名守法公民准备依法上缴财产,而另一名持怀疑态度的公民则历数过去的政策失败表示反对。随后,一位女传令官登场,邀请所有公民参加国家举办的盛大宴会。

§771τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι §772τὰ χρήματʼ εἰσίν;
难道他们除了准备上缴财产之外,还在干别的事吗?
§772bἀλλʼ ἰδὼν ἐπειθόμην.
亲眼看见了我才会相信。
§773λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
街上的人至少都是这么说的。
§77bλέξουσι γάρ.
他们也就是嘴上说说罢了。
§774καί φασιν οἴσειν ἀράμενοι.
而且他们还说会把东西扛去上缴。
§774bφήσουσι γάρ.
也就是嘴上说说罢了。
§775ἀπολεῖς ἀπιστῶν πάντʼ.
你凡事都怀疑,真要把我气死了。
§775bἀπιστήσουσι γάρ.
他们也会怀疑的。
§776ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.
愿宙斯惩罚你!
§776bἐπιτρίψουσι γάρ.
她们(女人们)会惩罚的。
§777οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;
你以为他们当中稍微有点脑子的人,会把财产交上去吗?
§778οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν §779ἡμᾶς μόνον δεῖ νὴ Δία·
因为这绝不是我们祖传的习俗,凭宙斯发誓,我们应该只进不出。
καὶ γὰρ οἱ θεοί·
甚至连神明也是如此。
§780γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·
你看看神像的手就知道了。
§781ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά, §782ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν §783οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.
当我们祈求神明赐予恩惠时,他们总是伸出朝上的手掌站着,不是为了给予什么,而是为了索取什么。
§784ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
哎呀,你这人,让我干点正经事吧。
§785ταυτὶ γάρ ἐστι συνδετέα.
这些东西得捆在一起。
ποῦ μοὔσθʼ ἱμάς;
我的绳子在哪儿?
§786ὄντως γὰρ οἴσεις;
你真的打算交上去?
§786bναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν §787τωδὶ ξυνάπτω τὼ τρίποδε.
没错,凭宙斯发誓,甚至现在,我正在把这两个三脚架绑在一起呢。
§787bτῆς μωρίας,
真是愚蠢!
§788τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι §789δράσουσιν εἶτα τηνικαῦτʼ ἤδη— §789bτί δρᾶν;
连等等看别人会怎么做都不愿意,就急着在这个时候—— 那要干什么?
§790ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
应该等着,然后再拖延一阵子。
§791ἵνα δὴ τί;
到底是为了什么?
§791bσεισμὸς εἰ γένοιτο πολλάκις §792ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ, §793παύσαιντʼ ἂν ἐσφέροντες ὦμβρόντητε σύ.
倘若突然发生地震,或是突发火灾,又或是黄鼠狼横穿马路,大家就会停止上缴了,你这个糊涂蛋。
§794χαρίεντα γοῦν πάθοιμʼ ἄν, εἰ μὴ ʼχοιμʼ ὅποι §795ταῦτα καταθείμην.
如果我连个存放这些东西的地方都没有,那可真是“太妙”了。
§795bμὴ γὰρ οὐ λάβῃς ὅποι·
绝不会没有地方放的。
§796θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.
放心吧,哪怕你后天去也交得上去。
§796bτιή;
为什么?
§797ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ, §798ἅττʼ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
我太了解这些人了,他们举手表决时倒快,但决定了的事马上就会反悔。
§799οἴσουσιν ὦ τᾶν.
他们会交的,朋友。
§799bἢν δὲ μὴ κομίσωσι, τί;
要是他们不交呢,怎么办?
§800ἀμέλει κομιοῦσιν.
没关系,他们肯定会交的。
§800bἢν δὲ μὴ κομίσωσι, τί;
要是他们不交呢,怎么办?
§801μαχούμεθʼ αὐτοῖς.
那我们就和他们斗争。
§801bἢν δὲ κρείττους ὦσι, τί;
要是他们人多势众,怎么办?
§802ἄπειμʼ ἐάσας.
那我就不管了,直接走人。
§802bἢν δὲ πωλῶσʼ αὐτά, τί;
要是他们把东西卖了呢,怎么办?
§803διαρραγείης.
气死你得了!
§803bἢν διαρραγῶ δέ, τί;
要是我胀破了呢,怎么办?
§804καλῶς ποιήσεις.
那就太好了。
§804bσὺ δʼ ἐπιθυμήσεις φέρειν;
那你还想交吗?
§805ἔγωγε·
当然想。
καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας §806ὁρῶ φέροντας.
因为我看到我自己的邻居们都在交。
§806bπάνυ γʼ ἂν οὖν Ἀντισθένης §807αὔτʼ εἰσενέγκοι·
照这么说,安提斯提尼肯定也会交上去了!
πολὺ γὰρ ἐμμελέστερον §808πρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.
毕竟对他来说,提前三十多天忍着不拉屎,可要合心意得多。
§809οἴμωζε.
滚一边去。
§809bΚαλλίμαχος δʼ ὁ χοροδιδάσκαλος §810αὐτοῖσιν εἰσοίσει τι;
合唱队指导老师卡里马科斯会交什么吗?
§810bπλείω Καλλίου.
比卡里亚斯交得还多呢!
§811ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
这家伙肯定会把财产全丢光。
§812δεινά γε λέγεις.
你尽说些骇人听闻的话。
§812bτί δεινόν;
这有什么骇人听闻的?
ὥσπερ οὐχ ὁρῶν §813ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
难道你没有一直看到类似的法令通过吗?
§814οὐκ οἶσθʼ ἐκεῖνʼ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
难道你不记得关于盐的那项法令了吗?
§815ἔγωγε.
当然记得。
§815bτοὺς χαλκοῦς δʼ ἐκείνους ἡνίκα §816ἐψηφισάμεθʼ, οὐκ οἶσθα;
还有我们投票决定铸造那些铜币的时候,难道你不记得了?
§816bκαὶ κακόν γέ μοι §817τὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο.
哎呀,那次货币改革真是害苦了我。
πωλῶν γὰρ βότρυς §818μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
我卖了葡萄,嘴里塞满了铜币走在路上。
§819κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.
然后我到广场去,打算买点大麦面粉。
§820ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον, §821ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα §822χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.
就在我刚把袋子递过去的时候,传令官突然大喊,任何人都不得再接收铜币;因为我们以后都用银币了。
§823τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν §824τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει §825τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;
还有前不久,我们大家不都发誓国家将会有五百塔兰同的收入吗,靠着欧里庇得斯提议的那项四十分之一税?
§826κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·
于是,每个人顿时把欧里庇得斯捧上了天。
§827ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο §828ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν, §829πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
可是,当大家仔细一查,发现那不过是虚无缥缈的“宙斯之子科林斯”,根本不管用时,大家又转过头来把欧里庇得斯贬得一无是处。
§830οὐ ταὐτὸν ὦ τᾶν.
那不一样,朋友。
τότε μὲν ἡμεῖς ἤρχομεν, §831νῦν δʼ αἱ γυναῖκες.
那时候是我们男人掌权,现在的可是女人们。
§831bἃς ἐγὼ φυλάξομαι §832νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
凭波塞冬发誓,我得提防着她们把尿撒在我身上。
§833οὐκ οἶδʼ ὅ τι ληρεῖς.
简直胡说八道。
φέρε σὺ τἀνάφορον ὁ παῖς.
孩子,把我的天平担子拿来。
§834ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει,
各位公民们!
§835χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος, §836ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις §837φράσῃ καθʼ ἕκαστον ἄνδρʼ ὅποι δειπνήσετε·
现在情况既然如此,大家快点,直接到女将军的府邸去吧,好让命运女神通过抽签,告诉你们每个人要在哪里用餐。
§838ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενησμέναι §839ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι, §840κλῖναί τε σισυρῶν καὶ δαπίδων †νενασμέναι†,
因为餐桌上已经堆满了各种美味佳肴,准备妥当,床榻上也铺满了厚厚的皮毛和地毯。
§841κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες §842ἑστᾶσʼ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται, §843λαγῷʼ ἀναπηγνύασι, πόπανα πέττεται, §844στέφανοι πλέκονται, φρύγεται τραγήματα, §845χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.
他们正在搅拌着酒缸,香料女商人们依次排开,鱼片在火上烤着,兔肉正串在铁签上,点心也在烤着,花冠已经编好,干果正炒着,最年轻的女人们正在煮着一锅锅豆粥。
§846Σμοῖος δʼ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων §847τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
斯莫伊斯身穿骑兵制服混在她们中间,把女人们的平盘舔得干干净净。
§848Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε §849ἔχων, καχάζων μεθʼ ἑτέρου νεανίου·
盖隆身披精美斗篷,脚穿防尘鞋,正和另一个年轻人哈哈大笑地走来。
§850ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
粗鞋和旧斗篷早已被扔在一旁。
§851πρὸς ταῦτα χωρεῖθʼ, ὡς ὁ τὴν μᾶζαν φέρων §852ἕστηκεν·
奔着这些去吧,因为拿着大麦饼的人已经站着等候了。
ἀλλὰ τὰς γνάθους διοίγνυτε.
快张开大嘴吧!

词汇与语法注释

  1. 771τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι — 在 τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι ... εἰσίν 中,句式 τί ἄλλο ἤ...(除了……还能干什么,即“只能……”)起到了强烈的断定和强调作用。分词 παρεσκευασμένοι 与 εἰσίν(772)构成了迂回式完美时。
  2. 787bτῆς μωρίας — 独立的属格 τῆς μωρίας 是感叹属格,意为“多么愚蠢啊!”。随后带有对格不定式结构的 τὸ μηδὲ περιμείναντα...(788)则解释了这一愚蠢行为的具体内容。
  3. 804καλῶς ποιήσεις — 字面意思是“你会做得好”,但在希腊语中这是一种惯用表达,常在回应诅咒或埋怨时使用,表示讽刺性的赞同,意为“你真那样做就太好了(你要是胀破了倒省心了)”。

引用这一段

阿里斯托芬, 公民大会妇女 §771-852. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:771-852

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。