Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §629-684a

般克萨戈拉阐述家庭废除与全城公餐制

第 9 段,共 15 段 · 希腊语

内容简介

般克萨戈拉向持怀疑态度的男人解释新制度下的家庭关系、奴隶劳动、诉讼与犯罪的消除以及全城共餐制。

§629ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
对女人来说也是如此,在她们向丑陋和矮小的男人施予恩惠之前,将不被允许与美男子同眠。
§630ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.
那么,莱西克拉特斯的鼻子现在也会和美男子一样自命不凡了。
§631νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη §632τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων, §633ὅταν ἐμβάδʼ ἔχων εἴπῃ πρότερος, παραχώρει κᾆτʼ ἐπιτήρει, §634ὅταν ἤδη ʼγὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.
凭阿波罗发誓,这方案确实符合民主,而且将是对那些自命不凡和戴着印章指环的人的极大嘲弄,当一个穿着廉价鞋子的人抢先说道:“让开,然后在旁边等着,等我已经办完事,把你交过去轮到第二轮时。
§635πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
” 那么,若我们这样生活,每个人又怎么能够认出自己的孩子呢?
§636ἔσται δυνατὸς διαγιγνώσκειν; §636bτί δὲ δεῖ;
为什么要认呢?
πατέρας γὰρ ἅπαντας §637τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.
因为他们会认为所有按年龄比自己年长的人都是他们的父亲。
§638οὐκοῦν ἄγξουσʼ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
那么,由于不知情,他们岂不是会把每一个老人按顺序结结实实地掐上一顿?
§639διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρʼ ὄντα §640ἄγχουσι.
因为哪怕是现在,知道是父亲的,他们也照样掐。
τί δῆθʼ ὅταν ἀγνὼς ᾖ;
更何况是不认识的人?
πῶς οὐ τότε κἀπιχεσοῦνται;
到时候岂不是还要往他身上拉屎?
§641ἀλλʼ ὁ παρεστὼς οὐκ ἐπιτρέψει·
但在场旁观的人绝不会允许。
τότε δʼ αὐτοῖς οὐκ ἔμελʼ οὐδὲν §642τῶν ἀλλοτρίων ὅστις τύπτοι· νῦν δʼ ἢν πληγέντος ἀκούσῃ, §643μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.
以前,别人挨打和他们毫不相干;但现在,要是听说有人挨打,因为害怕打的是那个人(自己的父亲),他就会和动手的人开打。
§644τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν Ἐπίκουρος §645ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτʼ ἤδη δεινὸν ἀκοῦσαι.
在其他方面你说的倒一点不愚蠢;但要是伊壁鸠鲁或者莱科洛法斯走过来叫我“爸爸”,这听起来就实在太可怕了。
§646πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,
然而,还有比这更可怕得多的事呢。
§646bτὸ ποῖον;
哪种事?
§647εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι.
要是阿里斯提罗斯亲你,还声称你是他的父亲。
§648οἰμώζοι γʼ ἂν καὶ κωκύοι.
他就该去哭嚎倒霉!
§648bσὺ δέ γʼ ὄζοις ἂν καλαμίνθης,
你的身上倒会闻到薄荷的臭味。
§649ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
不过,他是在这个法案通过之前出生的,所以不用担心他会亲你。
§650ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ. §650bδεινὸν μέντἂν ἐπεπόνθη.
那我可真是免遭了一场大劫。
§651τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων;
那么,谁来耕作土地呢?
§651bοἱ δοῦλοι.
奴隶们。
σοὶ δὲ μελήσει, §652ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
而你的任务,就是当日晷的阴影达到十英尺长时,涂上香油去赴宴。
§653περὶ δʼ ἱματίων τίς πόρος ἔσται;
那衣服要怎么筹办?
καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.
这也是值得一问的。
§654τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.
你们现有的先顶着,剩下的由我们来织。
§655ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ, §656πόθεν ἐκτείσει ταύτην;
我还要问一件事:如果有人在执政官那里败诉被罚,他从哪里掏这笔钱?
οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.
因为从共有财产里出显然是不公道的。
§657ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.
可是,首先根本连官司都不会有。
§657bτουτὶ τοὔπος σʼ ἐπιτρίψει.
这句话会让你完蛋的。
§658κἀγὼ ταύτην γνώμην ἐθέμην·
我也是这个看法。
τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;
你这笨蛋,究竟为什么还会有官司?
§659πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,
凭阿波罗发誓,原因多着呢!
§660ἤν τις ὀφείλων ἐξαρνῆται.
首先无疑就有一个:如果有人欠债却赖账。
§660bπόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας §661ἐν τῷ κοινῷ πάντων ὄντων;
既然一切都是共有的,那放债的人又是从哪里借出钱来的?
κλέπτων δήπουʼ στʼ ἐπίδηλος.
这放债的人显然是个贼嘛!
§662νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
凭德墨忒尔发誓,你解释得真好!
§663τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν §664εὐωχηθέντες ὑβρίζωσιν;
那再跟我说说这个:那些动手打人、犯下人身伤害罪的,要从哪里赔偿,当他们饱餐之后胡作非为时?
τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.
我觉得这下要把你难住了。
§665ἀπὸ τῆς μάζης ἧς σιτεῖται·
从他吃的大麦饼里扣!
ταύτης γὰρ ὅταν τις ἀφαιρῇ, §666οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
因为一旦有人扣掉这个,他的肚子受了惩罚,下次就再也不会这么轻易动粗了。
§667οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;
那也不会再有小偷了吗?
§667bπῶς γὰρ κλέψει μετὸν αὐτῷ;
既然自己也有一份,他又怎么会去偷呢?
§668οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;
那么夜里也不会有人被剥光衣服抢劫了吧?
§668bοὐκ ἢν οἴκοι γε καθεύδῃς, §669οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον·
如果你在家里睡觉,就不会有这种事,就算像以前那样出门也不会有。
βίοτος γὰρ πᾶσιν ὑπάρξει.
因为所有人都有了生活保障。
§670ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει.
要是真被抢,自己送给对方就是了。
τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
有什么好打架的?
§671ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
去公共仓库,他就能领到另一件比原本更好的衣服。
§672οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;
那么,人们连掷骰子赌博也不会玩了吗?
§672bπερὶ τοῦ γὰρ τοῦτο ποιήσει;
因为他还能图什么去赌呢?
§673τὴν δὲ δίαιταν τίνα ποιήσεις;
那你打算把住所改成什么样?
§673bκοινὴν πᾶσιν.
所有人公用。
τὸ γὰρ ἄστυ §674μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,
我要把整个城市变成一座单一的住宅,把一切打通融为一体,这样大家就可以随意串门了。
§675ὥστε βαδίζειν ὡς ἀλλήλους. §675bτὸ δὲ δεῖπνον ποῦ παραθήσεις;
那在哪里摆晚宴呢?
§676τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
我要把法庭和柱廊全都改成餐厅。
§677τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
那发言坛对你有什么用?
§677bτοὺς κρατῆρας καταθήσω §679καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν §680τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται, §681ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.
我要在上面放上调酒碗和水罐,让小孩子们可以朗诵叙事诗,歌颂在战争中勇敢的人,如果谁是个懦夫,这样他们就不会因为羞愧而无法用餐了。
§681bνὴ τὸν Ἀπόλλω χάριέν γε.
凭阿波罗发誓,这可真妙。
§682τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
那抽签机你打算挪到哪儿去?
§682bεἰς τὴν ἀγορὰν καταθήσω·
我要把它安置在广场上。
§683κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν §684εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ· §684aκαι κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
然后,把它们安置在哈尔摩狄奥斯(雕像)旁,让所有人抽签,直到中签的人高高兴兴地离去,知道自己要在哪个字母(字母代表的区域)下用餐;传令官还会宣布,凡是抽到贝塔的人都跟着去那处的柱廊。

词汇与语法注释

  1. §629ταῖσι γυναιξὶ — 受前一行(§628)中省略的非人称动词 ἐξέσται(被允许)支配的与格补语,作为“与美男子同眠”这一不定式动作的逻辑主体。
  2. §643μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς — 由分词 δεδιώς(害怕)引导的带 μὴ 的惧怕从句(使用虚拟语气 τύπτῃ)。句中 αὐτὸν ἐκεῖνον(正是那个人)指代被打的老人,他在共享社会中可能是说话者的亲生父亲。
  3. §658τάλαν — 形容词 τάλας(可怜的、愚蠢的)的单数呼格,用作对对话者(布雷皮鲁斯或克雷梅斯)表示无奈或略带嘲讽的亲昵称呼(“你这糊涂虫!”),并非某种价格或与货币单位“塔兰同”相关的属格。
  4. §674συρρήξασʼ — 动词 συρρήγνυμι(打通、拆毁)的不定过去时主动因受女性单数分词。其隐含的主语是般克萨戈拉(或其女性政权),表明她作为改造城市物理空间、将全城连为一体的行动主体。

引用这一段

阿里斯托芬, 公民大会妇女 §629-684a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:629-684a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。