Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §566-628

普拉克萨戈拉提出财产公有与平权规则

第 8 段,共 15 段 · 希腊语

内容简介

普拉克萨戈拉阐述了消灭贫困与犯罪的财产公有化计划,并具体解释了如何通过新规则来调节男女关系,使丑陋者先于美貌者获得伴侣。

§566μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα, §567μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.
愿没有人赤身裸体,愿没有人贫穷,愿不互相谩骂,愿不被扣作抵押品带走。
§568νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.
凭波塞冬发誓,这真是伟大的计划,只要她不是在撒谎。
§569ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν §570καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.
但我要证明这一点,好让你为我作证,甚至连他自己也无法对我反驳一二。
§571νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν §571aφροντίδʼ ἐπισταμένην §572ταῖσι φίλαισιν ἀμύνειν.
现在你必须唤醒紧凑而热爱智慧的心灵,懂得去帮助你的女伴们的深刻思虑。
§573καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν §574ἔρχεται γλώττης ἐπίνοια πολίτην §575δῆμον ἐπαγλαϊοῦσα §576μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός.
因为在好运之下,出现了一个崭新的言辞设想,使公民大众增添光彩,带来生命中无数的益处;现在正是展示你所能的时候。
§577δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.
因为我们这个城邦确实需要某种明智的发明。
§578ἀλλὰ πέραινε μόνον §579μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον· §580μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.
只要你把它讲出来,那些既未曾做过、也未曾说过的事情;因为如果经常看到旧的东西,观众们就会厌恶。
§581ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις, §582ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.
不,不应拖延,而确实应该用我们的心思去着手,因为迅速行动在观众中能获得最大的好感。
§583καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς, §584εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν §585τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα.
确实,我相信我将传授有益的事物;但至于观众们,是否愿意创新,而不是过度沉溺于习惯的和古老的事物中,这正是我最害怕的。
§586περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν §587δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι.
那么关于创新,你大可不必担心;因为对我们来说,去做它正可以取代其他的原则,而无视那些古老的事物。
§588μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ, §589πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.
那么,在你们了解这个计划、并听完发言者的话之前,请不要有人反驳或打岔。
§590κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας §591κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δʼ ἄθλιον εἶναι, §592μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δʼ εἶναι μηδὲ ταφῆναι, §593μηδʼ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δʼ οὐδʼ ἀκολούθῳ· §594ἀλλʼ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.
因为我将声明,所有人必须共享并参与一切事物,并靠着同样的来源生活,而不是一个人富有,另一个人悲惨,也不是一个人耕作大片土地,另一个人却连安葬之地都没有,也不是一个人使用许多奴隶,另一个人却连个随从都没有;相反,我为所有人创造单一的共同生计,并且这生计是完全一样的。
§595πῶς οὖν ἔσται κοινὸς ἅπασιν;
那么,这怎么可能对所有人都是共同的呢?
§595bκατέδει πέλεθον πρότερός μου.
在我之前吃屎吧你!
§596καὶ τῶν πελέθων κοινωνοῦμεν;
难道连屎我们也共享吗?
§596bμὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας.
凭宙斯发誓,当然不,只是你打岔太快了。
§597τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω §598κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ.
因为我本来就要说到这:首先,我要把土地设为所有人共有,还有货币,以及每个人拥有的其他一切财产。
§599εἶτʼ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς §600ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.
然后,在这些财产共有的基础上,我们将养活你们,由我们来当管家,精打细算,倾注心思。
§601πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ §602καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;
那么,如果我们中有人没有土地,却拥有货币和达里克金币这种看不见的财富,那该怎么办?
§602bτοῦτʼ ἐς τὸ μέσον καταθήσει.
他必须把这个交到公共场所。
§603καὶ μὴ καταθεὶς ψευδορκήσει. §603bκἀκτήσατο γὰρ διὰ τοῦτο.
但要是不交出来,他就会发假誓;因为他确实就是靠这个发财的。
§604ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.
但这对他根本没有任何用处。
§604bκατὰ δὴ τί;
这又是为什么?
§605οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες, §606ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
因为没有人会因贫穷而做任何事;因为所有人都会拥有一切,面包、鱼片、大麦饼、外套、美酒、花冠、鹰嘴豆。
§607ὥστε τί κέρδος μὴ καταθεῖναι;
那么不交出来有什么好处?
σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
你找出来展示给我看。
§608οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν;
难道现在不正是那些拥有这些财产的人偷得更多吗?
§609πρότερόν γʼ ὦταῖρʼ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν· §610νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;
那是以前的事了,朋友,在我们使用以前的法律时;但现在既然生计将来自共有,不交出来又有什么好处?
§611ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι, §612ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει §613ξυγκαταδαρθών.
如果一个男人看到年轻姑娘动了心思,想要和她亲热,他能从这些中分出一些来送她,但他能通过共享公共财产来与她共枕吗?
§613bἀλλʼ ἐξέσται προῖκʼ αὐτῷ ξυγκαταδαρθεῖν.
不,他将被允许免费与她同眠。
§614καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι §615καὶ παιδοποιεῖν τῷ βουλομένῳ.
因为我使这些女人也成为男人共有的,可以同床,并为任何想要的人生育孩子。
§615bπῶς οὖν οὐ πάντες ἴασιν §616ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
那么,怎么会不是所有人都奔向她们中最美的一个,并争着和她亲热呢?
§617αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται· §618κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑποκρούσει.
那些丑陋的和塌鼻子的女人会坐在高傲的美人身旁;这样,如果他渴望那个美的,就必须先和丑的亲热。
§619καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν, §620οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι;
可是我们这些老年人,如果和那些丑女人在一起,在到达你所说的那个地方之前,阳具难道不会先罢工吗?
§621οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσῃς· οὐχὶ μαχοῦνται.
她们不会争抢;对你自己放心吧;不要害怕;她们不会争抢。
§622περὶ τοῦ;
争抢什么?
§622bτοῦ μὴ ξυγκαταδαρθεῖν.
关于不和你同眠。
καὶ σοὶ τοιοῦτον ὑπάρχει.
这样的好处自然属于你。
§623τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν §624μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
你们的那部分确实有些道理;因为已经预先考虑好了,以便没有哪个女人的洞会空着;但男人们那一边该怎么办呢?
§625φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.
因为她们会避开丑男人,而奔向美男子。
§626ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας §627ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν· §628κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
不,丑男人会守着那些从宴会中出来的美男子,并在公共场所监视他们;并且将不被允许与那些英俊高大的男人同眠

词汇与语法注释

  1. 567μὴ ʼνεχυραζόμενον φέρειν — 此处的不定式与前文的不定式(εἶναι, λοιδορεῖσθαι)相同,起到表示命令或愿望的作用。分词 ʼνεχυραζόμενον 是现在被动分词的阳性单数宾格,意为“被扣作抵押品的人”。该词作为 φέρειν(带走、夺取)的宾语,反映了雅典法律中债权人强行将债务人或其资产作为抵押品带走的实际制度。
  2. 571aφροντίδʼ ἐπισταμένην — 宾格名词 φροντίδα 是动词 ἐγείρειν(唤醒)的另一个直接宾语,与前文的 πυκνὴν φρένα 呈并列或同格关系。现在分词 ἐπισταμένην(懂得、擅长)修饰 φροντίδα,并支配其后的补充不定式 ἀμύνειν(帮助)。
  3. 583τοὺς δὲ θεατάς — 这是一个典型的先期导入(prolepsis)或提前构词法。名词 τοὺς θεατάς(宾格)在语法上被置为引导主句动词 δέδοικα(我害怕)的直接宾语,但在逻辑上它应当是后面由 εἰ 引导的条件从句的主语(主格,即“如果观众们愿意创新……”)。
  4. 611τῶν ἐκ κοινοῦ δὲ μεθέξει — 将来时动词 μεθέξει 的主语是前文的年轻姑娘(μείραξ)。词组 τῶν ἐκ κοινοῦ 是由动词 μετέχω(分享、分得)所支配的属格。紧随其后的过去时分词 ξυγκαταδαρθών(同眠)为阳性单数主格,修饰男方,因此整句意为:“他通过与她同眠,她就会从共有财产中分得一份(作为代价)吗?”这反映了布雷皮鲁斯对卖淫活动会以公共财产的形式暗中持续的怀疑。

引用这一段

阿里斯托芬, 公民大会妇女 §566-628. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:566-628

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。