§488τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.
瞧瞧右边,免得这事招来灾祸。
§489ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη, §490ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν· §491τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς §492ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.
但我们要赶快;因为我们已经靠近那个地方了,也就是我们前去民会时,当初出发的地方;现在已经能看见那栋房子了,我们的女将军正是从那儿出来的,就是她策划了市民们如今通过的这个计划。
§493ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας §494πώγωνας ἐξηρτημένας, §495μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ.
因此,我们不该耽搁,不能一边等一边还挂着假胡须,免得有人看见我们,或许还会告发我们。
§496ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς §497ἐλθοῦσα πρὸς τὸ τειχίον §498παραβλέπουσα θατέρῳ §499πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα, §500καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν §501χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν.
来,快到这阴凉处来,贴着墙走,用一只眼睛斜着打量周围,再次把自己变回你以前的模样,千万别耽搁;因为我们确实看见我们的这位女将军正从民会走过来。
ἀλλʼ ἐπείγου §502ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα· §503χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι.
大家快抓紧,摘掉粘在双颊上的胡须;因为她们也早就穿着这身装束回来了。
女同胞们,我们所策划的这些事情,幸好都顺利实现了。
§506ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν, §507ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω, §508χάλα συναπτοὺς ἡνίας Λακωνικάς, §509βακτηρίας ἄφεσθε.
但在被任何人看见之前,要尽快扔掉外套,把拉科尼亚鞋拿开,解开系紧的拉科尼亚鞋带,扔掉手杖。
καὶ μέντοι σὺ μὲν §510ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι §511εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με §512ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν §513ὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην.
不过,你负责收拾这些东西,而我希望在丈夫看见我之前溜进屋里,把他的外套放回原处,也就是我拿走它以及带走其他东西的地方。
§514κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν, §515ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
你所说的一切都已经放好了,接下来你的任务是教导我们,我们该怎么做才能显得是在正确地听从你的吩咐。
§516οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.
因为我从未见过比你更聪明的女人。
那么,请等一下,为了在刚才投票授予我的这项权力中,能让你们所有人作为我的顾问。
καὶ γὰρ ἐκεῖ μοι §519ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
因为在那个地方,在混乱与危险之中,你们对我而言表现得最为勇敢。
§520αὕτη πόθεν ἥκεις Πραξαγόρα;
你这妇人,去哪儿了,普拉克萨戈拉?
§521bὅ τί μοι τοῦτʼ ἔστιν;
跟我有什么关系?
ὡς εὐηθικῶς.
真是愚蠢。
§522οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
你可千万别说自己是从情夫那儿回来的。
§524bπῶς;
怎么查?
§524cεἰ τῆς κεφαλῆς ὄζω μύρου.
看看我的头上有没有香油的香味。
§525τί δʼ;
那又怎样?
οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
难道女人没有香油就不能偷情吗?
§526οὐ δῆτα τάλαν ἔγωγε.
我可绝对不会,我这个可怜的人。
§531bεἰποῦσάν γέ μοι.
至少得先跟我说一声啊!
§532ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.
这里面一定有什么猫腻。
§532bμὰ τὼ θεὼ
凭两位女神发誓,并没有。
我只是急忙赶了过去;她恳求我,那个派人来接我的女伴千方百计地求我去。
§535εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;
那你当时不该穿你自己的外套吗?
§536ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον §537ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον, §538μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.
可你把我剥个精光,把你的圆篷裙往我身上一扔,自己就溜了,把我留在那儿像一具陈列着的尸体,就差没给我戴上花冠、摆上油瓶了。
§539ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής· §540ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην· §541σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν §542κατέλιπον ὦνερ.
因为天气很冷,而我又瘦又弱;所以为了取暖,我才裹上了这件衣服;而你,丈夫,我让你躺在暖和的被窝和毯子里。 丈夫。
§544ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην §545μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν §546καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
为了保护你的外套不被弄脏,我换了鞋,模仿你,把脚重重地踩在地上发出声响,还用手杖敲击着石头。
那么,你知道你害我损失了六分之一麦斗的大麦吗,那是我本该从民会领回来的?
§549μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
不用担心;因为她生了个男婴。
§550ἡκκλησία;
民会(生了男婴)?
§550bμὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.
凭宙斯发誓,当然不是,是我去照顾的那个女人。
§551ἀτὰρ γεγένηται;
不过,(民会)召开了吗?
§551bναὶ μὰ Δίʼ.
是的,凭宙斯发誓。
οὐκ ᾔδησθά με §552φράσαντά σοι χθές;
你难道不知道我昨天告诉过你吗?
§552bἄρτι γʼ ἀναμιμνῄσκομαι.
我刚刚才想起来。
§553οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;
这么说你不知道通过了什么决议?
§553bμὰ Δί ἐγὼ μὲν οὔ.
凭宙斯发誓,我确实不知道。
§554κάθησο τοίνυν σηπίας μασωμένη.
那你就坐在这儿嚼乌贼骨吧。
§555ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
他们说,城邦已经交托给你们女人了。
§556τί δρᾶν;
交给我们干什么?
ὑφαίνειν;
织布吗?
§556bοὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.
凭宙斯发誓,当然不是,是来统治。
§556cτίνων;
统治谁?
§557ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
城邦里大大小小所有的事务。
§559bκατὰ τί;
怎么说?
§559cπολλῶν οὕνεκα.
因为许多原因。
§560οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν §561ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν, §562οὐ συκοφαντεῖν— §562bμηδαμῶς πρὸς τῶν θεῶν §563τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.
因为今后那些企图对城邦做丑事的人再也没有机会了,也绝不会有伪证,没有诬告—— 凭众神发誓,千万别这么做,可别砸了我的饭碗。
§564ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.
你这怪老头,让你的妻子把话说完。
§565μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
没有追捕抢劫,不嫉妒邻居,