Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §1019-1095b

争抢年轻男子的三个老妇

第 14 段,共 15 段 · 希腊语

内容简介

年轻男子即将被第一个老婆子拖进屋里。尽管年轻女子介入并赶走了她,但接连出现了第二个和第三个更丑的老珀子,两边争相拉扯他,使他陷入了绝望的境地。

§1019ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον §1020ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
“年长的女人有权抓着年轻男子的那话儿,免受罚地将他拖走。
§1021οἴμοι Προκρούστης τήμερον γενήσομαι.
” (年轻男子)哎呀,我今天要做普罗克鲁斯忒斯了。
§1022τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
(老婆子)因为你必须服从我们的法律。
§1023τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶν §1024ἢ τῶν φίλων ἐλθών τις;
(年轻男子)但如果有我的同区人或朋友来把我夺回去呢?
§1024bἀλλʼ οὐ κύριος §1025ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.
(老婆子)但是现在,任何男人对超过一麦斗以上的事都没有决定权了。
§1026ἐξωμοσία δʼ οὐκ ἔστιν;
(年轻男子)难道就不能宣誓免除吗?
§1026bοὐ γὰρ δεῖ στροφῆς.
(老婆子)不需要耍花招。
§1027ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.
(年轻男子)那我就借口说自己是个商人。
§1027bκλάων γε σύ.
(老婆子)那你就哭去吧!
§1028τί δῆτα χρὴ δρᾶν;
(年轻男子)那我到底该怎么办?
§1028bδεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.
(老婆子)跟我到我这儿来。
§1029καὶ ταῦτʼ ἀνάγκη μοὐστί;
(年轻男子)这也是我必须做的吗?
§1029bΔιομήδειά γε.
(老婆子)绝对的强迫!
§1030ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου §1031καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα, §1032καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους, §1033ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
(年轻男子)那就先在下面铺上牛至,再折断四根葡萄枝铺在下面,戴上发带,把油壶摆在一旁,在门口放上一瓮水。
§1034ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
(老婆子)你真的还会给我买一个花冠的。
§1035νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων· §1036οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.
(年轻男子)凭宙斯发誓,只要那是用蜡做的;因为我想你一进屋就会立刻散架。
§1037ποῖ τοῦτον ἕλκεις;
(年轻女子)你把这个人往哪儿拽?
§1037bτὸν ἐμὸν αὐτῆς εἰσάγω.
(老婆子)我带我自己的男人进去。
§1038οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει
(年轻女子)真是糊涂!
§1039παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ §1040μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
他这个年纪的人不适合和你同床,因为你对他来说更像母亲而不是妻子。
§1041ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον, §1042τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
所以,如果你们确立这条法律,就会让全天下都充满俄狄浦斯。
§1043ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον §1044ἐξηῦρες·
(老婆子)哦,你这个极其可恶的丫头,你是因为嫉妒才想出这套说辞的!
ἀλλʼ ἐγώ σε τιμωρήσομαι.
但我会报复你的。
§1045νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι §1046ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·
(年轻男子)凭救主宙斯发誓,你真是帮了我的大忙,我最甜的美人,帮我摆脱了那个老婆子!
§1047ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν §1048μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
因此,为了报答这些恩情,到了黄昏,我会还给你一份又大又粗的报答。
§1049αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
(第二个老婆子)喂,你,违反法律把这男人往哪儿拽?
§1050ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων §1051πρότερον καθεύδειν αὐτόν;
条文上明明写着他得先和我同床!
§1051bοἴμοι δείλαιος.
(年轻男子)哎呀,我真命苦。
§1052πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;
该死的老婆子,你从哪里钻出来的?
§1053τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
这个灾星比刚才那个还要可怕。
§1054βάδιζε δεῦρο.
(第二个老婆子)到这边来。
§1054bμηδαμῶς με περιίδῃς §1055ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ.
(年轻男子)求求你,千万别看着我被这女人拖走啊!
§1055bἀλλʼ οὐκ ἐγώ, §1056ἀλλʼ ὁ νόμος ἕλκει σʼ.
(第二个老婆子)不是我,是法律在拖你。
§1056bοὐκ ἐμέ γʼ, ἀλλʼ ἔμπουσά τις §1057ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
(年轻男子)不是在拖我,是一个披着血泡外衣的恩普萨在拖我!
§1058ἕπου μαλακίων δεῦρʼ ἀνύσας καὶ μὴ λάλει.
(第二个老婆子)跟我到这儿来,你这个胆小鬼,快点,别唠叨了。
§1059ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με §1060ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή, §1061αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκα §1062ὑπὸ τοῦ δέους.
(年轻男子)那就先让我去上个厕所,定定神;不然的话,你马上就会看到我因为害怕而在这里拉出黄色的东西来,因为害怕。
§1062bθάρρει, βάδιζʼ· ἔνδον χεσεῖ.
(第二个老婆子)别怕,走吧;你可以在屋里拉。
§1063δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι.
(年轻男子)我也害怕拉出来,而且比我想的还要多。
§1064ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύο §1065ἀξιόχρεως.
不过,我会给你找两个有偿还能力的保证人。
§1065bμή μοι καθίστη.
(第二个老婆子)别给我找什么保证人。
§1065cποῖ σὺ ποῖ §1066χωρεῖς μετὰ ταύτης;
(第三个老婆子)喂,你,你跟她要去哪儿?
§1066bοὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι.
(年轻男子)不是我要去,我是被拖着的。
§1067ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι, §1068ὅτι μʼ οὐπεριεῖδες ἐπιτριβέντʼ.
不过无论你是谁,愿你多福,因为你没有看着我被折磨致死而不顾。
ὦ Ἡράκλεις §1069ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
哦,赫拉克勒斯啊,潘神们啊,考律班特斯们啊,狄奥斯库洛伊兄弟啊!
§1070τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
这个灾星又比刚才那个可怕得多了!
§1071ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ ἀντιβολῶ τουτί ποτε;
不过求求你告诉我,这到底是个什么东西?
§1072πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, §1073ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
是抹满了白粉的猴子,还是从阴间死人堆里爬出来的老太婆?
§1074μὴ σκῶπτέ μʼ ἀλλὰ δεῦρʼ ἕπου.
(第三个老婆子)别嘲笑我,跟我到这儿来。
§1074bδευρὶ μὲν οὖν.
(第二个老婆子)不,到这儿来。
§1075ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ.
(第三个老婆子)因为我绝不会放你走。
§1075bοὐδὲ μὴν ἐγώ.
(第二个老婆子)我也一样。
§1076διασπάσεσθέ μʼ ὦ κακῶς ἀπολούμεναι.
(年轻男子)你们要把我撕成两半吗,你们这些该死的老太婆!
§1077ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.
(第二个老婆子)因为根据法律你得跟我走。
§1078οὐκ ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.
(第三个老婆子)如果有另一个更丑的老太婆出现,那就不行!
§1079ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς, §1080φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
(年轻男子)那如果我先被你们俩折磨死了,告诉我,我还怎么去到那个美人的身边?
§1081αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
(第三个老婆子)那你自己看着办吧;但这事你必须做。
§1082ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
(年轻男子)那我得先和你们哪一个同房,才能脱身?
§1083οὐκ οἶσθα;
(第三个老婆子)你不知道吗?
βαδιεῖ δεῦρʼ.
到这边来。
§1083bἀφέτω νύν μʼ αὑτηί.
(年轻男子)那让这个女人先放开我。
§1084δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ.
(第二个老婆子)到我这儿来。
§1084bἢν ἡδί μʼ ἀφῇ.
(年轻男子)如果这一个放开我。
§1085ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ.
(第三个老婆子)但凭宙斯发誓,我绝不放手。
§1085bοὐδὲ μὴν ἐγώ.
(第二个老婆子)我也一样。
§1086χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς.
(年轻男子)如果你们俩当了船夫,那可真是太可怕了。
§1086bτιή;
(第二个老婆子)为什么?
§1087ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
(年轻男子)因为你们会拉扯着乘客,把他们折腾死。
§1088σιγῇ βάδιζε δεῦρο.
(第三个老婆子)闭嘴,到这边来。
§1088bμὰ Δίʼ ἀλλʼ ὡς ἐμέ.
(第二个老婆子)不,凭宙斯发誓,到我这儿来。
§1089τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
(年轻男子)这情况简直就像康诺诺斯法案一样。
§1090ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
我非得在两边被死死卡住的情况下和人交合不可。
§1091πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
那我怎么能同时摇两支桨,满足你们两个?
§1092καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
(第二个老婆子)没问题,只要你吃下一整锅野蒜。
§1093οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας §1094ἑλκόμενός εἰμʼ.
(年轻男子)哎呀,我真命苦,我已经快被拖到门口了。
§1094bἀλλʼ οὐδὲν ἔσται σοι πλέον.
(第三个老婆子)但那对你也没用。
§1095ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.
因为我会和你一起冲进去。
§1095bμὴ πρὸς θεῶν·
(年轻男子)看在神的分上,千万不要!

词汇与语法注释

  1. 1019τοῦ παττάλου — 动词 `λαμβάνω`(抓、抓取)的阴性分词 `λαβομένας` 支配部分属格的用法,用于表示抓住的身体部位。在此处是“阴茎”(字面意为“木桩”)的委婉说法。
  2. 1025ὑπὲρ μέδιμνόν — 介词 `ὑπέρ` 接宾格表示“超过一麦斗”。在此喜剧背景下,原本限制女性财产处分权的法律被反转,规定任何男性不再拥有(`κύριος`)超过一麦斗价值以上的决定权。
  3. 1027bκλάων γε σύ — 使用现在分词 `κλάων`(哭泣)的惯用表达,表示警告或威胁,意为“你会为此付出代价”或“你死定了”。
  4. 1029bΔιομήδειά γε — 阴性单数形容词。源于古代成语“迪奥墨德斯的强制”(Διομήδεια ἀνάγκη),意为绝对不可避免的强迫。此处省略了阴性名词 `ἀνάγκη`。
  5. 1090διαλελημμένον — 动词 `διαλαμβάνω`(两边夹住、分开)的完成时被动分词(宾格、阳性、单数,与主语 `με` 一致)。在此处戏仿了“康诺诺斯法案”(该法案规定被告须在被左右夹持/拘禁的状态下受审),用以形容年轻男子被两个老婆子从左右两边死死拽住的滑稽身体处境。

引用这一段

阿里斯托芬, 公民大会妇女 §1019-1095b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:1019-1095b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。