§1096ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
(年轻男子)因为被一个灾星缠住,总比被两个缠住要好。
§1097νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γʼ ἤν τέ μή.
(第三个老婆子)凭赫卡忒发誓,不管你愿不愿意!
§1098ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν §1099βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν, §1100κἄπειτʼ ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν §1101φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
(年轻男子)哎呀,我真命苦,如果我得整夜整天和一个腐烂的女人交合,而且,等我好不容易摆脱了这一个,接着又是一个脸颊旁贴着死人油壶的蟾蜍一样的老婆子。
§1102ἆρʼ οὐ κακοδαίμων εἰμί;
难道我不命苦吗?
βαρυδαίμων μὲν οὖν §1103νὴ τὸν Δία τὸν σωτῆρʼ ἀνὴρ καὶ δυστυχής, §1104ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
不,倒不如说是极其命苦,凭救主宙斯发誓,真是一个倒霉而又不幸的人,竟然要和这些野兽关在一起。
§1105ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω §1106ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων, §1107θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς, §1108καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος §1109ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε §1110μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ §1111ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
不过,如果我在驶入这里的时候,被这两个淫妇折磨死,就把我葬在入口的嘴边吧;然后把这个女人涂上沥青,趁她还活着立在墓冢顶上,再把她的双脚用铅灌注固定在踝关节周围,立在上面作为代替油壶的墓标。
§1112ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,
(侍女)哦,幸福的城邦,快乐的我!
§1113αὐτή τέ μοι δέσποινα μακαριωτάτη, §1114ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις §1115οἱ γείτονές τε πάντες οἵ τε δημόται, §1116ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος, §1117ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν, §1118ἀγαθοῖσιν ὦ Ζεῦ·
我的女主人也是最最幸福的,还有你们这些站在门前的妇女们,所有的邻居们和同区的人们,除了这些人,还有我这个女仆,我的头上抹满了香油,哦宙斯,上等的香油!
πολὺ δʼ ὑπερπέπαικεν αὖ §1119τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.
但再次远远超越所有这些的,是萨索斯产的小酒罐。
§1120ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον· §1121τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο· §1122ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.
因为那香味在头上能停留很长时间,而其他香味都凋谢飞散了;所以这真是最好的,诸神啊,确实如此。
倒上纯酒,它将让整夜充满欢乐,我们要挑选那香气最浓郁的。
但是,妇人们啊,请告诉我主人,我女主人的丈夫在哪里。
§1127αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.
(歌队)留在这里,看来你就能找到他。
§1128μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
没错,因为他正走来赴宴。
§1129ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.
(侍女)哦,主人,哦,幸福而三倍幸运的人!
§1130ἐγώ;
(布雷皮罗斯)我吗?
§1130bσὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.
(侍女)就是你,凭宙斯发誓,没有任何男人比你更幸福。
§1131τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,
因为还有谁能比你更幸福呢?
在三万多名公民中,只有你一个人还没有吃过晚饭?
§1134εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.
(布雷皮罗斯)你确实说出了一个极其幸福的人。
§1135ποῖ ποῖ βαδίζεις;
(侍女)你往哪里,往哪里走?
§1135bἐπὶ τὸ δεῖπνον ἔρχομαι.
(布雷皮罗斯)我去赴宴。
§1136νὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.
(侍女)凭阿佛洛狄忒发誓,你绝对是所有人里最后一个。
不过,妻子命令我带上你,让你和这些年轻姑娘一起去。
πρὸς ταῦτα μὴ βραδύνετε, §1141καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει, §1142καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει, §1143ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.
因此,不要耽搁,如果观众中有人怀有善意,如果裁判中有人没有心不在焉,就和我们一起去吧;因为我们将提供一切。
§1144οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς §1145καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως §1146καλεῖς γέροντα μειράκιον παιδίσκον;
(歌队)那你何不慷慨地对所有人说,不漏掉任何人,而是宽大非凡地邀请老人、青年和少年呢?
因为晚宴已经为他们所有人准备好了——如果他们回家去的话!
(布雷皮罗斯)那我这就去赶赴晚宴;看,我也好好拿着这个松明呢。
ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ §1153ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
在你走下去的时候,我要唱一首赴宴前的歌。
§1154σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι. §1155τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ, §1156τοῖς γελῶσι δʼ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ· §1157σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ, §1158μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον, §1159ὅτι προείληχʼ· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους §1160μὴ ʼπιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί, §1161μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι, §1162αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
我还想对裁判们提一点小建议:让聪明的人记住聪明的点来评判我,让爱笑的人因为笑声而评判我;也就是说,我要求几乎所有人来评判我,不要让抽签的顺序成为对我们不利的因素,仅仅因为我们先抽中了;但记住所有这些,不要违背誓言,而要始终公正地评判歌队,不要在性格上效仿坏妓女,她们脑子里只记着最后一个男人。
§1163ὦ ὦ ὥρα δή, §1164ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν, §1165ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν.
哦,哦,时候到了,亲爱的妇人们,如果我们要做这件事,就要悄悄向晚宴移动。
κρητικῶς οὖν τὼ πόδε §1166καὶ σὺ κίνει.
那么,把脚按照克里特节奏动起来,你也是。
§1166bτοῦτο δρῶ.
(布雷皮罗斯)我动着呢。
§1168τάχα γὰρ ἔπεισι §1169λοπαδοτεμαχοσελαχογαλεο- §1170κρανιολειψανοδριμυποτριμματο- §1171σιλφιοτυρομελιτοκατακεχυμενο- §1172κιχλεπικοσσυφοφαττοπεριστερα- §1173λεκτρυονοπτεκεφαλλιοκιγκλοπε- §1174λειολαγῳοσιραιοβαφητραγα- §1175νοπτερυγών·
因为很快就会上来盘肉片鱼鲨狗鱼头剩汁辣调料香草干酪蜜浇鸫画眉野鸽鸽烤鸡头鹡鸰小野兔浓汁脆翅羹!
σὺ δὲ ταῦτʼ ἀκροασάμενος §1176ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον· §1177εἶτα λαβὼν κόνισαι §1178λέκιθον, ἵνʼ ἐπιδειπνῇς· §1179ἀλλὰ λαιμάττουσί που.
你听了这些,赶快、迅速地拿个碗;然后拿着它,撒上粥,好作为晚宴的配餐;他们想必都饿坏了。
§1180αἴρεσθʼ ἄνω, ἰαὶ εὐαί.
高高抬起身体,伊哎,埃哇!
§1181δειπνήσομεν, εὐοῖ εὐαί,
我们要赴宴了,埃喔,埃哇!
§1182εὐαί, ὡς ἐπὶ νίκῃ·
埃哇,为了胜利!
§1183εὐαί, εὐαί, εὐαί, εὐαί.
埃哇,埃哇,埃哇,埃哇!