Humanitext Reader

阿里斯托芬 · 蛙 §871-947

诗人们的祈祷与欧里庇得斯的批判

第 11 段,共 18 段 · 希腊语

内容简介

决斗前,迪奥尼索斯与两位诗人共同祈祷,随后欧里庇得斯严厉批判了阿伊斯库罗斯过去剧作中过分庄重、滥用沉默和辞藻晦涩的作风,并宣传了自己对悲剧的理性改革。

§871ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
迪奥尼索斯:来啊,快拿香和火来。
§872ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων §873ἀγῶνα κρῖναι τόνδε μουσικώτατα· §874ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
好让我在这些聪明才智之辩前祈祷,让我能以最富诗意的方式来裁判这场竞赛;你们也给缪斯女神们唱首歌吧。
§875ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ §876Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε §877ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις §878ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες, §879ἔλθετʼ ἐποψόμεναι δύναμιν §880δεινοτάτοιν στομάτοιν πορίσασθαι §881ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
歌队:噢,宙斯的九位圣洁的处女,缪斯女神们啊,你们俯瞰着那些铸造格言之人的细致、聪慧的心灵,每当他们为了争论,带着敏锐的思虑、以扭曲的摔跤般的辩驳交战时,请降临来瞩目这两张最可怕的嘴,看他们如何准备词句和诗句的削屑。
§882νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
因为现在,智慧的伟大决战已经走到了实干的关头。
§885εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
迪奥尼索斯:在开口吟诗之前,你们俩也快祈祷吧。
§886Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα, §887εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
阿伊斯库罗斯:哺育了我心灵的得墨忒耳啊,愿我配得上您的秘仪。
§888ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
迪奥尼索斯:来,你也拿着香供上去吧。
§888bκαλῶς· §889ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
欧里庇得斯:好极了;因为我有别的神明需要祈求。
§890ἴδιοί τινές σοι, κόμμα καινόν;
迪奥尼索斯:是你自己专有的神吗,一种新铸造的货币?
§890bκαὶ μάλα.
欧里庇得斯:正是如此。
§891ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
迪奥尼索斯:那好,向你那些私有的神祈祷吧。
§892αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ §893καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι, §894ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
欧里庇得斯:噢,我的食粮以太,还有舌头的关节,还有理解力,以及能闻气味的鼻孔,愿我能正确地驳倒我所触及的一切论点。
§895καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν §896παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι §896aτίνα λόγων ἐμμέλειαν §897ἔπιτε δαΐαν ὁδόν.
歌队:我们确实渴望从这两位智者口中听到,你们将带着怎样的言辞旋律,踏上这充满敌意的道路。
§898γλῶσσα μὲν γὰρ ἠγρίωται, §899λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν, §899aοὐδʼ ἀκίνητοι φρένες.
因为他们的舌头已经变得凶猛,两人的斗志都不乏胆量,心思也绝非一成不变。
§900προσδοκᾶν οὖν εἰκός ἐστι §901τὸν μὲν ἀστεῖόν τι λέξειν §902καὶ κατερρινημένον, §903τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις §903aτοῖς λόγοισιν §904ἐμπεσόντα συσκεδᾶν πολλὰς §904aἀλινδήθρας ἐπῶν.
因此,我们完全可以预料,其中一人将说出一些文雅、且经过精心打磨的话,而另一人则将拔起根基,用那些词句猛扑过去,横扫并散落无数言语的沙尘。
§905ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον §906ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
迪奥尼索斯:好了,必须尽快开始说了;但你们俩说话的方式,必须是文雅的,既没有老生常谈的套话,也不是任何人都能说出来的东西。
§907καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι, §908ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω, §909ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς §910ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
欧里庇得斯:至于我本人的诗作到底如何,我会在最后部分说明,但我首先要质证这家伙,揭露他是如何虚张声势和欺骗观众,用何种手段欺骗了那些从普律尼科斯那里培养出来的愚蠢观众。
§911πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας, §912Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς, §913πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
因为首先,他总是让一个角色蒙着头坐下,比如阿基琉斯或尼奥比,连脸都不露,作为悲剧的幌子,连一星半点声音都不发。
§914μὰ τὸν Δίʼ οὐ δῆθʼ.
迪奥尼索斯:凭着宙斯起誓,确实如此。
§914bὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν §915μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δʼ ἐσίγων.
欧里庇得斯:而歌队则连续不断地唱出四串歌谣,而台上的角色们却一言不发。
§916ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν §917οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
迪奥尼索斯:可我却很喜欢那种沉默,这带给我的乐趣绝不亚于现在这些整天喋喋不休的家伙。
§917bἠλίθιος γὰρ ἦσθα, §918σάφʼ ἴσθι.
欧里庇得斯:因为你当时是个傻瓜,这一点毫无疑问。
§918bκἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
迪奥尼索斯:我自己也这么觉得。 不过那人为什么要这么做?
§919ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο, §920ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.
欧里庇得斯:这纯粹是装腔作势,好让观众满怀期待地坐着,盼着尼奥比什么时候会开口说话;而戏就这样演过去了。
§921ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
迪奥尼索斯:噢,真是个大骗子! 我原来被他糊弄得这么惨。
§922τί σκορδινᾷ καὶ δυσφορεῖς;
迪奥尼索斯:你为什么伸懒腰、表现得这么烦躁?
§922bὅτι αὐτὸν ἐξελέγχω.
欧里庇得斯:因为我正在揭露他。
§923κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα §924ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν, §925ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά, §926ἄγνωτα τοῖς θεωμένοις.
接着,等他扯完了这些废话,戏已经演了一半,他就会吐出十二个像牛一样沉重的词,带着眉毛和羽饰,某些像吓唬小孩子一样恐怖的怪物词汇,观众根本闻所未闻。
§926bοἴμοι τάλας.
阿伊斯库罗斯:唉,我好惨啊。
§926cσιώπα.
迪奥尼索斯:安静。
§927σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν— §927bμὴ πρῖε τοὺς ὀδόντας.
欧里庇得斯:而且他连一句明白话都不说—— 迪奥尼索斯:别咬牙切齿了。
§928ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας §929γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα, §930ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.
欧里庇得斯:尽是些斯卡曼德罗斯河、壕沟、或者画在盾牌上的黄铜打制的、钩嘴的狮鹫,以及如悬崖般陡峭、让人一头雾水的词,那些词根本无法理解。
§930bνὴ τοὺς θεοὺς ἐγὼ γοῦν §931ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα §932τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
迪奥尼索斯:凭着众神起誓,有一次我整整大半夜都没合眼,就在琢磨那只“黄褐色的马鸡”到底是什么鸟。
§933σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο.
阿伊斯库罗斯:你这最无知的家伙,那是画在船上的徽章!
§934ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.
迪奥尼索斯:我还以为那是菲洛克塞诺斯的儿子埃里希斯呢。
§935εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;
欧里庇得斯:那么,在悲剧里难道就该放一只公鸡吗?
§936σὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;
你这个被众神所憎恨的人,你以前写的是些什么东西?
§937οὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ, §938ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
欧里庇得斯:凭着宙斯起誓,绝不是什么马鸡或鹿羚,像你那样,画在波斯挂毯上的怪物。
§939ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς §940οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν, §941ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον §942ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς, §943χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν· §944εἶτʼ ἀνέτρεφον μονῳδίαις— §944bΚηφισοφῶντα μιγνύς.
但当我最初从你手中接过这门艺术时,它因浮夸的吹嘘和沉重的词汇而显得臃肿不堪,于是我首先给它减肥,去掉了它的累赘,用小巧的诗句、散步、还有白甜菜,喂给它从书本中提炼出来的喋喋不休的汁液;然后我用独唱曲来哺育它—— 迪奥尼索斯:还掺进了凯菲索蓬。
§945εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον, §946ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς §947τοῦ δράματος.
欧里庇得斯:而且我绝不胡言乱语,也不胡乱拼凑、弄得一团糟,每一个出场的人首先就会立刻说明戏剧的家世。

词汇与语法注释

  1. 872ὅπως ἂν εὔξωμαι — ὅπως 编配 ἄν 与虚拟语气(εὔξωμαι)构成目的从句(“为了让我能够祈祷”)。在古典雅典散文中,通常仅用 ὅπως 搭配虚拟语气,而带有 ἄν 的结构则带有诗歌色彩或模仿史诗风格。
  2. 880δεινοτάτοιν στομάτοιν πορίσασθαι — δεινοτάτοιν στομάτοιν 是双数属格,形容词和名词均呈现双数曲折变化。它在句中充当 δύναμιν 的主格性属格修饰语(“两张最可怕的嘴去准备……的力量”),而不是不定式 πορίσασθαι 的宾格主语。
  3. 907ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι — 这是先行对格(prolepsis)的经典例子。本应是后面从句主语的 ἐμαυτὸν 被提前置于主句中作为对格,随后引出间接疑问句 οἷός εἰμι(“我是个怎样的人”)。τὴν ποίησιν 则是关系对格(“关于诗歌”)。
  4. 911ἂν καθῖσεν — 语气助词 ἄν 与直陈过去时(此处为不定过去时 καθῖσεν)结合,表示过去反复发生的动作(“他总是让……坐下”)。这种结构常用于雅典喜剧中,用以描写或批评过去习惯性的行为。

引用这一段

阿里斯托芬, 蛙 §871-947. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg009.humanitext-grc2:871-947

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。