Humanitext Reader

阿里斯托芬 · 蛙 §782-870

争夺悲剧宝座的决斗准备

第 10 段,共 18 段 · 希腊语

内容简介

在冥府,阿伊斯库罗斯与欧里庇得斯准备为悲剧的宝座展开辩论与对决,并由迪奥尼索斯担任裁判。

§782μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
克桑提亚斯:阿伊斯库罗斯就没有其他的盟友吗?
§783ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
艾阿科斯:优秀的人总是寥寥无几,和这里一模一样。
§784τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
克桑提亚斯:那普鲁托打算怎么办呢?
§785ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν §786κἄλεγχον αὐτῶν τῆς τέχνης.
艾阿科斯:立刻举办一场竞赛、审判,还有对他们技艺的检验。
§786bκἄπειτα πῶς §787οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
克桑提亚斯:那后来索福克勒斯怎么没有也来争夺这个王座?
§788μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
艾阿科斯:凭着宙斯起誓,他没有。
§789ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν, §790κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·
当他下来时,他亲吻了阿伊斯库罗斯并伸出了右手,而阿伊斯库罗斯也向他让出了王座的一席之地。
§791νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης, §792ἔφεδρος καθεδεῖσθαι·
但现在,正如克莱德米德斯所说,他打算作为第三名竞争者坐下。
κἂν μὲν Αἰσχύλος κρατῇ, §793ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης §794διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
如果阿伊斯库罗斯获胜,他就留在自己的位置上;如果不获胜,他说自己要为了这门艺术与欧里庇得斯一决高下。
§795τὸ χρῆμʼ ἄρʼ ἔσται;
克桑提亚斯:这事真的会发生吗?
§795bνὴ Δίʼ ὀλίγον ὕστερον.
艾阿科斯:凭着宙斯起誓,稍后就会。
§796κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
就在这里,可怕的事情将被挑起。
§797καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται— §798τί δέ;
甚至连悲剧都要用天平来称量—— 克桑提亚斯:什么?
μειαγωγήσουσι τὴν τραγῳδίαν;
他们要像秤牲口一样称量悲剧吗?
§799καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν §800καὶ πλαίσια ξύμπτυκτα— §800bπλινθεύσουσι γάρ;
艾阿科斯:他们还要拿出尺子、测量台词的码尺,以及折叠式的框模—— 克桑提亚斯:他们这是要烧砖吗?
§801καὶ διαμέτρους καὶ σφῆνας.
艾阿科斯:还有对角线和楔子。
ὁ γὰρ Εὐριπίδης §802κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
因为欧里庇得斯声称要逐字逐句地审讯那些悲剧。
§803ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
克桑提亚斯:我想阿伊斯库罗斯心里一定很难受。
§804ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
艾阿科斯:他刚才低下头,像公牛一样恶狠狠地盯着呢。
§805κρινεῖ δὲ δὴ τίς ταῦτα;
克桑提亚斯:那到底由谁来裁判呢?
§805bτοῦτʼ ἦν δύσκολον·
艾阿科斯:这很棘手。
§806σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
因为他们发现贤明的人太缺乏了。
§807οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος— §808πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
阿伊斯库罗斯与雅典人合不来—— 克桑提亚斯:也许他觉得那里有很多挖墙脚的泥足盗。
§809λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι §810φύσεις ποιητῶν·
艾阿科斯:而且在评判诗人的天性方面,他认为其他人都是胡闹。
εἶτα τῷ σῷ δεσπότῃ §811ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
于是他们委托了你的主人,因为他对这门艺术非常精通。
§812ἀλλʼ εἰσίωμεν·
不过我们进去吧。
ὡς ὅταν γʼ οἱ δεσπόται §813ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.
因为每当主人较真的时候,我们就要遭殃挨打了。
§814ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει, §815ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα §816ἀντιτέχνου·
歌队:咆哮如雷者心中必定怀着可怕的怒火,当他看到那言语刻薄的同行正在磨尖牙齿。
τότε δὴ μανίας ὑπὸ δεινῆς §817ὄμματα στροβήσεται.
那时,在可怕的狂怒之下,他的双眼将会疯狂地打转。
§818ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη §819σχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων, §820φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς §821ῥήμαθʼ ἱπποβάμονα.
还将会有戴着马冠羽饰之词的闪亮交战,以及细木片般摩擦车轴的雕琢技艺之作,一个人在抵挡那心灵建筑师的跃马奔驰般的词句。
§822φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν, §823δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει §824ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν §825γηγενεῖ φυσήματι· §826ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη §827γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς §828ῥήματα δαιομένη καταλεπτολογήσει §829πλευμόνων πολὺν πόνον.
他将竖起自生羽冠的、毛发浓密的脖颈,皱起可怕的眉头,咆哮着抛出像木板一样撕裂开的、紧固着螺栓的词句,带着巨人般排山倒海的叹息;另一边,那善于口舌、善于审问台词的、光滑的舌头正在翻转,拨动着嫉妒的缰绳,它将剖析词句,用细碎的言辞去解剖肺部付出的巨大辛劳。
§830οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
欧里庇得斯:我绝不放弃这王座,别劝我了。
§831κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
因为我声称自己的技艺比他更强。
§832Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
迪奥尼索斯:阿伊斯库罗斯,你为什么沉默? 你听到了他的话。
§833ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε §834ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
欧里庇得斯:他一开始肯定要装模作样,就像他每次在悲剧里耍弄那些怪诞把戏一样。
§835ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.
迪奥尼索斯:天哪,诸位,别把大话说得太满。
§836ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι, §837ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον, §838ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα, §839ἀπεριλάλητον κομποφακελορρήμονα.
欧里庇得斯:我了解这家伙,而且早就看透了他:一个制作粗野作风、性格刚愎用、拥有一个不受约束、毫无节制、不设门关的嘴巴,无法说理、满口夸张废话的家伙。
§840ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;
阿伊斯库罗斯:是真的吗,你这田野女神的儿子?
§841σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδη §842καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
你竟敢这样说我,你这个收集市井闲话的、制造乞丐的、缝补破布烂衫的家伙?
§843ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.
但你绝不会高高兴兴地把这些话白说。
§843bπαῦʼ Αἰσχύλε, §844καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
迪奥尼索斯:住手,阿伊斯库罗斯,别因为愤怒而在心中燃起熊熊烈火。
§845οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς §846τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
阿伊斯库罗斯:绝不,除非我把这个跛子制造者彻底拆穿,看他凭什么如此狂妄。
§847ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·
迪奥尼索斯:小伙子们,快牵一头黑色的,黑色的羊来!
§848τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
因为暴风雨正准备席卷而来!
§849ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας, §850γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.
阿伊斯库罗斯:噢,你这个收集克里特独唱曲、并把不洁的婚姻塞进这门艺术的人!
§851ἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε.
迪奥尼索斯:停下吧,尊贵的阿伊斯库罗斯。
§852ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδη §853ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς, §854ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι §855θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·
还有,你这可怜的欧里庇得斯,识相的话,赶紧从雹暴中退避开,免得他一气之下,用一句沉重的大词砸碎你的太阳穴,让他把你脑子里的泰勒福斯都给流出来。
§856σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως §857ἔλεγχʼ ἐλέγχου·
而你,阿伊斯库罗斯,不要在愤怒中,而要心平气和地去质证和接受质证。
λοιδορεῖσθαι δʼ οὐ πρέπει §858ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
互相对骂对诗人来说是很失体统的,就像卖面包的泼妇一样。
§859σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
但你却像被点燃的橡树一样,立刻大喊大叫起来。
§860ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι, §861δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ, §862τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας, §863καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον §864καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
欧里庇得斯:我已经准备好了,绝不退缩,如果他愿意,我可以先来咬,或者被他咬,无论是悲剧的诗句、歌谣、还是骨架,凭着宙斯起誓,还有《佩琉斯》、《埃俄罗斯》、《梅列阿格罗斯》,甚至是那个《泰勒福斯》。
§865τί δαὶ σὺ βουλεύει ποιεῖν;
迪奥尼索斯:那你打算怎么办?
λέγʼ Αἰσχύλε.
说吧,阿伊斯库罗斯。
§866ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε· §867οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
阿伊斯库罗斯:我原本是不想在这里争吵的,因为我们两人的这场竞争并不对等。
§867bτί δαί;
迪奥尼索斯:为什么呢?
§868ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι, §869τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.
阿伊斯库罗斯:因为我的诗并没有随我一同死去,而他的诗却已经随他一同死去了,所以他能带着诗在这里背诵。
§870ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
但既然你觉得合适,那也只能这么办了。

词汇与语法注释

  1. 815θήγοντος ... ἀντιτέχνου — 在此处它作为由感官动词 παρίδῃ(源自 παροράω,“看见”)所支配的属格宾语,表示对手正在磨牙的动作。
  2. 820φρενοτέκτονος ἀνδρὸς — 这是阿里斯托芬极具特色的戏拟复合形容词(φρήν“心灵”+τέκτων“木匠/建造者”)。在句法上,它是一个属格修饰语,将阿伊斯库罗斯描绘成“心灵建造者”,而欧里庇得斯敏捷的智力正在抵御其庞大的言辞。
  3. 840ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ; — 词汇 ἄληθες 作为反讽和讥讽的感叹词使用,意为“真的是这样吗?”。短语 παῖ τῆς ἀρουραίας θεοῦ 是对欧里庇得斯的戏拟呼格,传闻其母亲是卖菜妇,此处将其戏谑地提升为“田野的女神之子”。
  4. 866ἐβουλόμην μὲν οὐκ ἐρίζειν — 直陈式未完成过去时 ἐβουλόμην 在不带语气词 ἄν 的情况下使用,表达一个未能实现的当前愿望(“我本不愿在此竞争,但我必须如此”),或一种委婉的偏好陈述。这突出了阿伊斯库罗斯在不公平条件下进行竞争的勉强。

引用这一段

阿里斯托芬, 蛙 §782-870. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg009.humanitext-grc2:782-870

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。