§700ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει §701πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα §702κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
但请平息你们的怒火,本性最聪慧的人们啊,让我们乐意将所有并肩参加过海战的人,都纳为亲族、享有公民权并成为市民。
§703εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα, §704τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις, §705ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
但是,如果我们对此感到自负,且表现得傲慢自大,尤其是在我们正将城邦抱在波涛的怀抱中时,往后某个时刻,我们必将被认为是不明智的。
§706εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ §707οἰμώξεται, §708οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν, §709Κλειγένης ὁ μικρός, §710ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου §711ψευδολίτρου κονίας §712καὶ Κιμωλίας γῆς, §713χρόνον ἐνδιατρίψει·
但是,如果我能正确看清一个人的生活或性格,谁是将要痛哭的人,现在烦扰着我们的这只猴子,那个矮小的克莱格内斯,那些掌握着掺假草木灰、劣质碱粉以及基莫洛斯土的最恶劣的浴室老板们,他也待不了多久了。
而且看到这些情况,他无法安宁,免得哪天喝醉了酒,没带棍棒走在路上,被剥光了衣服。
§718πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι §719ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς §720ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
我们常常觉得,这个城邦在对待那些优秀而高尚的公民时,正好就像对待古旧的货币和新铸的金币一样。
§721οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις, §722ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων §723καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις §724ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ §725χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις §726χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
因为,这些绝非伪造、反而是所有货币中最精美、唯一正确铸造并通过敲击声测试、在希腊人和蛮族人中随处通用的货币,我们却根本不用,反而在用这些低劣的铜币,也就是昨天或前天用最烂的印模铸造出来的那些。
§727τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας §728ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς §729καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ, §730προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις §731καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα §732ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ §733οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.
同样,在公民当中,那些我们深知是高贵、克己、正直且优秀高尚的人,并且是在体育馆、合唱队和音乐熏陶下成长起来的人,我们却去侮辱,反而将那些铜币般的家伙、外邦人、红发奴隶,还有恶棍以及恶棍的子孙,在所有事情上都委以重任,这些新来乍到的人,如果是以前的城邦,甚至连充当替罪羊都不会轻易随便使用。
§734ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους §735χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ §736εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου, §737ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
所以,愚蠢的人们啊,现在就改变你们的作风,重新启用那些优秀的人吧;因为如果你们成功了,这是理所当然的;即便你们失败,起码也是吊在值得的树上,即使你们遭遇不幸,在聪明人看来,你们的受难也是体面的。
克桑提亚斯:但当你的身份被当面拆穿,证明你只是个冒充主人的奴隶时,他居然没有打你。
§743ᾤμωξε μέντἄν.
艾阿科斯:那他可就要倒大霉了!
克桑提亚斯:不过,你刚才的做法马上就暴露了奴隶本色,这正是我乐意干的事。
§745χαίρεις, ἱκετεύω;
艾阿科斯:你乐意干这事,求求你告诉我?
克桑提亚斯:不仅如此,我简直像是在参加秘仪,每次在背后偷偷咒骂我主人的时候。
§748bκαὶ τοῦθʼ ἥδομαι.
克桑提亚斯:那我也享受得很。
§749τί δὲ πολλὰ πράττων;
艾阿科斯:那好管闲事呢?
§749bὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.
克桑提亚斯:凭着宙斯名义,没什么能比这更爽了。
§750ὁμόγνιε Ζεῦ·
艾阿科斯:同族守护神宙斯啊!
καὶ παρακούων δεσποτῶν §751ἅττʼ ἂν λαλῶσι;
那偷听主人唠叨的任何话呢?
§751bμἀλλὰ πλεῖν ἢ μαίνομαι.
克桑提亚斯:何止,我简直为之发狂!
§752τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
艾阿科斯:那把这些话泄露给外面的外人呢?
§752bἐγώ;
克桑提亚斯:我吗?
§753μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
凭着宙斯的名义,当我干这事的时候,我简直爽到极点。
§754ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
艾阿科斯:噢,福玻斯·阿波罗!
§755καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
快伸出你的右手,让我吻你,你也吻吻我。
§756πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας, §757τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ §758χὠ λοιδορησμός;
并且告诉我,凭着那与我们同受鞭笞的宙斯起誓,里面那吵嚷和叫喊,还有对骂声,到底是怎么回事?
§758bΑἰσχύλου κεὐριπίδου.
艾阿科斯:是阿伊斯库罗斯和欧里庇得斯的。
§759ἆ.
克桑提亚斯:啊?
艾阿科斯:一桩事,一桩天大的事被挑起来了,天大的事,在亡灵之中,闹起了极大的党争。
§761ἐκ τοῦ;
克桑提亚斯:因为什么?
§761bνόμος τις ἐνθάδʼ ἐστὶ κείμενος §762ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί, §763τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων §764σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν §765θρόνον τε τοῦ Πλούτωνος ἑξῆς— §765bμανθάνω.
艾阿科斯:这儿立有一条规矩,凡属伟大、精湛的各种技艺,在同业中出类拔萃的最强者,就可以在普鲁塔内伊翁享受公膳,并在普路托宝座之侧享有一席之地—— 克桑提亚斯:我懂了。
艾阿科斯:直到有另一个在技艺上更聪慧的人到来;那时他就必须让位。
§768τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
克桑提亚斯:那这事怎么就惹恼了阿伊斯库罗斯呢?
艾阿科斯:那家伙先前占着悲剧的王座,因为他是这门艺术中的最强者。
§770bνυνὶ δὲ τίς;
克桑提亚斯:那现在是谁?
§771ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο §772τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις §773καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις, §774ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι
艾阿科斯:当欧里庇得斯下来时,他开始向那些偷衣服的、剪荷包的、弑父的、挖墙脚盗窃的,冥界里这样的人多得是。
§775τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν §776ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον· §777κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου, §778ἵνʼ Αἰσχύλος καθῆστο.
他们听着他的辩驳、扭曲和诡辩,为他狂热,并认为他是最聪慧的;于是,他得意忘形,篡夺了那张阿伊斯库罗斯原本坐着的宝座。
§778bκοὐκ ἐβάλλετο;
克桑提亚斯:他就没挨石头砸吗?
艾阿科斯:凭着宙斯起誓,没有,那些暴民反而大喊着要进行审判,看看他们两个谁在技艺上更聪慧。
§781ὁ τῶν πανούργων;
克桑提亚斯:那些恶棍暴民吗?
§781bνὴ Δίʼ οὐράνιόν γʼ ὅσον.
艾阿科斯:是的,凭着宙斯起誓,其声势直达九霄!