Humanitext Reader

阿里斯托芬 · 蛙 §617-699

辨别真神的鞭笞审判与幕间合唱

第 8 段,共 18 段 · 希腊语

内容简介

艾阿科斯试图通过交替鞭打狄奥尼索斯和克桑提亚斯来判断谁是真正的神(因为神不会感到痛),但由于两人都编造各种借口来掩饰疼痛,他无法做出决定,于是将他们带入哈得斯的宫殿。随后,歌队唱起合唱,呼吁恢复公民权和平等。

§617κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.
如果你发现我犯了罪,就带我去处死吧。
§618καὶ πῶς βασανίσω;
艾阿科斯:那我该怎么拷问他呢?
§618bπάντα τρόπον, ἐν κλίμακι
克桑提亚斯:用尽各种方法。
§619δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων, §620στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, §621πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
在梯形刑架上,捆绑,吊起,用皮鞭抽打,剥皮,绞肉,甚至往鼻子里灌醋,压上砖头,采用所有其他方法。
§622μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
只是不要用葱或嫩洋葱来打他。
§623δίκαιος ὁ λόγος·
艾阿科斯:合情合理的提议。
κἄν τι πηρώσω γέ σου §624τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
如果我打伤了你的奴隶,打残了他,我会给你赔偿金。
§625μὴ δῆτʼ ἔμοιγʼ.
克桑提亚斯:千万别给我!
οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.
就把他带走,照样拷问就是。
§626αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.
艾阿科斯:不,就在这儿,好让他当着你的面招供。
§627κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς §628ἐνταῦθα μηδὲν ψεῦδος.
你快把行李放下,注意你在这儿绝不能说半句谎话。
§628bἀγορεύω τινὶ §629ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή, §630αὐτὸς σεαυτὸν αἰτιῶ.
狄奥尼索斯:我警告所有人,不要拷问我,因为我是神明;否则,你就自食其果吧。
§630bλέγεις δὲ τί;
艾阿科斯:你说什么?
§631ἀθάνατος εἶναί φημι Διόνυσος Διός, §632τοῦτον δὲ δοῦλον.
狄奥尼索斯:我说我是宙斯之子狄奥尼索斯,是不死之神,而这家伙是个奴隶。
§632bταῦτʼ ἀκούεις;
艾阿科斯:你听到了吗?
§632cφήμʼ ἐγώ.
克桑提亚斯:我听到了。
§633καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
所以他更应该挨鞭子。
§634εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
因为如果他真的是神,他就不会感觉到痛。
§635τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, §636οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
狄奥尼索斯:既然你也声称自己是神,那为什么你不同样接受和我一样次数的击打呢?
§637δίκαιος ὁ λόγος·
克桑提亚斯:合情合理。
χὠπότερόν γʼ ἂν νῷν ἴδῃς §638κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι §639τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
在我们两个当中,无论你看到谁先哭出来,或者因为挨打而面露难色,你就判定他不是神。
§640οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ· §641χωρεῖς γὰρ ἐς τὸ δίκαιον.
艾阿科斯:你绝对是个通情达理的汉子;因为你走向了公正。
ἀποδύεσθε δή.
脱衣服吧。
§642πῶς οὖν βασανιεῖς νὼ δικαίως;
克桑提亚斯:那你怎么公平地拷问我们两个呢?
§642bῥᾳδίως·
艾阿科斯:简单。
§643πληγὴν παρὰ πληγὴν ἑκάτερον.
轮流给你们每人一下。
§643bκαλῶς λέγεις.
克桑提亚斯:说得好。
§644ἰδού.
艾阿科斯:瞧。
§644bσκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.
克桑提亚斯:现在看看你有没有发现我动弹一下。
§645ἤδη ʼπάταξά σʼ.
艾阿科斯:我已经打了你啦。
§645bοὐ μὰ Δίʼ.
克桑提亚斯:凭着宙斯的名义,没有。
§645cοὐδʼ ἐμοὶ δοκεῖς.
艾阿科斯:我也觉得没有。
§646ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.
那我去打这家伙。
§646bπηνίκα;
狄奥尼索斯:什么时候打?
§647καὶ δὴ ʼπάταξα.
艾阿科斯:我已经打了。
§647bκᾆτα πῶς οὐκ ἔπταρον;
狄奥尼索斯:那我怎么连喷嚏都没打一个?
§648οὐκ οἶδα·
艾阿科斯:不知道。
τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
那我再在这家伙身上试试。
§649οὔκουν ἀνύσεις τι;
克桑提亚斯:你能不能快点?
ἀτταταῖ.
哎哟哟!
§649bτί τἀτταταῖ;
艾阿科斯:这声“哎哟哟”是什么意思?
§650μῶν ὠδυνήθης;
你觉得疼了吗?
§650bοὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα §651ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
克桑提亚斯:凭着宙斯的名义,不是,我只是在想迪奥梅亚的赫拉克勒斯节日是什么时候举行。
§652ἅνθρωπος ἱερός.
艾阿科斯:真是个虔诚的人。
δεῦρο πάλιν βαδιστέον.
我得再回到这边来。
§653ἰοὺ ἰού.
狄奥尼索斯:哎哟,哎哟!
§653bτί ἔστιν;
艾阿科斯:怎么了?
§653cἱππέας ὁρῶ.
狄奥尼索斯:我看到骑兵了。
§654τί δῆτα κλάεις;
艾阿科斯:那你为什么哭呢?
§654bκρομμύων ὀσφραίνομαι.
狄奥尼索斯:我闻到洋葱味了。
§655ἐπεὶ προτιμᾷς γʼ οὐδέν.
艾阿科斯:这么说你一点都不在乎?
§655bοὐδέν μοι μέλει.
狄奥尼索斯:我一点也不介意。
§656βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
艾阿科斯:那我必须再回到这家伙这儿。
§657οἴμοι.
克桑提亚斯:哎哟!
§657bτί ἔστι;
艾阿科斯:怎么了?
§657cτὴν ἄκανθαν ἔξελε.
克桑提亚斯:快帮我把刺拔掉。
§658τί τὸ πρᾶγμα τουτί;
艾阿科斯:这到底是怎么回事?
δεῦρο πάλιν βαδιστέον.
我得再回这边来。
§659Ἄπολλον—ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.
狄奥尼索斯:阿波罗啊! ——你大概守护着提洛斯或皮托。
§660ἤλγησεν·
克桑提亚斯:他觉得痛了。
οὐκ ἤκουσας;
你没听到吗?
§660bοὐκ ἔγωγʼ, ἐπεὶ §661ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
狄奥尼索斯:我可没有,我只是正在回响希波纳克斯的一首双短长格诗。
§662οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
克桑提亚斯:你根本没使劲;去狠狠打他的肋部。
§663μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.
艾阿科斯:凭着宙斯的名义,不,现在露出你的肚子来。
§664Πόσειδον
狄奥尼索斯:波塞冬啊!
§664bἤλγησέν τις.
克桑提亚斯:有人觉得痛了。
§665ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
狄奥尼索斯:——守护着爱琴海的岬角,或在灰蓝色大海的深渊之中。
§668οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν §669ὁπότερος ὑμῶν ἐστι θεός.
艾阿科斯:凭着得墨忒耳的名义,我还无法弄清楚你们两个到底谁是神。
ἀλλʼ εἴσιτον·
总之你们先进去吧。
§670ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται §671χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.
因为我的主人自己会认出你们,还有珀耳塞福涅也是,因为他们两个也都是神。
§672ὀρθῶς λέγεις·
狄奥尼索斯:你说得对。
ἐβουλόμην δʼ ἂν τοῦτό σε §673πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
但我倒希望你在我挨打之前,就想到这一点。
§675Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς, §676τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
歌队:神圣合唱的缪斯啊,降临并来享受我的歌声吧,来看看这庞大的民众,在这里,无数的智慧正坐着,比克莱奥丰更追求荣誉。
§677μυρίαι κάθηνται §678φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις §680δεινὸν ἐπιβρέμεται §681Θρῃκία χελιδὼν §682†ἐπὶ βάρβαρον ἑζομένη πέταλον· † §683κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται, §685κἂν ἴσαι γένωνται.
就在这个家伙摇摆不定的嘴唇上,恐怖地鸣叫着一只色雷斯的燕子,停在野蛮的树叶上;她发出哀怨的夜莺般的调子,诉说着他将如何灭亡,即使票数相等。
§686τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει §687ξυμπαραινεῖν καὶ διδάσκειν.
神圣的合唱队理应向城邦提出有益的建议并加以教导。
πρῶτον οὖν ἡμῖν δοκεῖ §688ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα, §689κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν, §690ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε §691αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
因此,首先我们认为,应该使公民平等并消除恐惧,如果有人因落入弗里尼科斯的圈套而犯了错,我认为应当给当时失足的人们一个机会,让他们陈述理由,洗刷先前的过错。
§692εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει· §693καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν §694καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
其次,不应有任何人被剥夺公民权;因为,那些仅仅参加了一次海战的人,就立刻成为普拉塔亚人、由奴隶变为主人,这实在令人羞耻。
§695κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν, §696ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε.
而我绝不能说这样做不好,甚至要称赞它;因为这是你们所做的唯一明智的事。
§697πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ §698χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει, §699τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
但除此以外,对于那些和你们以及你们的父亲一起多次并肩参加过海战、且血脉相连的人,当他们请求时,宽恕他们这一次的不幸,这也是合乎情理的。

词汇与语法注释

  1. 672ἐβουλόμην δʼ ἂν — 未完成过去时直说语气加上语气词 ἄν,表示过去未能实现的愿望(或现在不可能实现的愿望):“我真希望……(但实际并非如此)”。这里指狄奥尼索斯后悔艾阿科斯在动手打人之前没有想到让神明来判定。
  2. 695μὴ οὐ καλῶς φάσκειν ἔχειν — 承接主句的否定(οὐκ ἔχοιμʼ 占),在不定式 φάσκειν 之前使用了双重否定 μὴ οὐ。这种双重否定(“我无法说这做得‘不’好”)产生了强烈的肯定含义,即“我不得不承认这确实做得很好”。

引用这一段

阿里斯托芬, 蛙 §617-699. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg009.humanitext-grc2:617-699

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。