Humanitext Reader

阿里斯托芬 · 蛙 §245-340

抵达冥界彼岸与遭遇怪物恩普萨

第 4 段,共 18 段 · 希腊语

内容简介

狄奥尼索斯在与青蛙们的歌战中获胜,到达冥界彼岸并与寻提阿斯会合。两人在黑暗中被怪物恩普萨吓得魂飞魄散,但不久便听到了入会者们清脆神圣的歌声。

§245πολυκολύμβοισι μέλεσιν, §246ἢ Διὸς φεύγοντες ὄμβρον §247ἔνυδρον ἐν βυθῷ χορείαν §248αἰόλαν ἐφθεγξάμεσθα §249πομφολυγοπαφλάσμασιν.
伴随着许多潜水的歌声,或者避开宙斯的雨水,在水中的深处我们唱起多变的舞曲伴随着气泡啪嗒作响的声音。
§251βρεκεκεκὲξ κοὰξ κοάξ.
布莱克克克斯夸克斯夸克斯!
§252τουτὶ παρʼ ὑμῶν λαμβάνω.
狄:这个歌声,我从你们那里接过来。
§253δεινά τἄρα πεισόμεσθα.
青蛙:那么,我们可要遭殃了。
§254δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων §255εἰ διαρραγήσομαι.
狄:我才是更糟呢,一边划桨一边快要胀破了。
§256βρεκεκεκὲξ κοὰξ κοάξ.
布莱克克克斯夸克斯夸克斯!
§257οἰμώζετʼ·
狄:叫去吧!
οὐ γάρ μοι μέλει.
我才不在乎。
§258ἀλλὰ μὴν κεκραξόμεσθά γʼ §259ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν §260χανδάνῃ διʼ ἡμέρας.
青蛙:但是我们偏要大声叫,只要我们的喉咙还能容纳得下,整天大叫。
§261βρεκεκεκὲξ κοὰξ κοάξ.
布莱克克克斯夸克斯夸克斯!
§262τούτῳ γὰρ οὐ νικήσετε.
狄:凭这个你们可赢不了。
§263οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
青蛙:你也绝不可能赢过我们。
§264οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ §264aοὐδέποτε·
狄:你们也绝不可能赢过我,绝不。
κεκράξομαι γὰρ §265κἂν δέῃ διʼ ἡμέρας §265aβρεκεκεκὲξ κοὰξ κοάξ, §266ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
因为我会大叫,哪怕需要整天大叫,布莱克克克斯夸克斯夸克斯,直到我在“夸克斯”上制服你们。
§267βρεκεκεκὲξ κοὰξ κοάξ.
布莱克克克斯夸克斯夸克斯!
§268ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.
狄:我终究还是要让你们停止“夸克斯”的。
§269ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
卡:喂,停下,停下。 收起两只桨。
§270ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.
下船,付船钱。
§270bἔχε δὴ τὠβολώ.
狄:拿去,两个奥博尔。
§271ὁ Ξανθίας.
狄:寻提阿斯!
ποῦ Ξανθίας;
寻提阿斯在哪?
ἦ Ξανθία.
喂,寻提阿斯!
§272ἰαῦ. §272bβάδιζε δεῦρο.
寻:喂—— 狄:到这儿来。
§272cχαῖρʼ ὦ δέσποτα.
寻:您好,主人!
§273τί ἔστι τἀνταυθοῖ;
狄:那边有什么?
§273bσκότος καὶ βόρβορος.
寻:黑暗和泥泞。
§274κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι §275καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
狄:那么你在那里看见那些殴打父亲的家伙,以及那些誓言背叛者了吗,就是他跟我们说过的那些人?
§275bσὺ δʼ οὔ;
寻:您没看见吗?
§276νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
狄:凭波塞冬起誓,我看见了,而且我现在就看着他们。
§277ἄγε δὴ τί δρῶμεν;
来吧,我们该怎么办?
§277bπροϊέναι βέλτιστα νῷν, §278ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία §279τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.
寻:我们两个最好向前走,因为这就是有那些野兽的地方,那些可怕的野兽,正像那个人说的一样。
§279bὡς οἰμώξεται.
狄:让他见鬼去吧!
§280ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ, §281εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
他知道我好战,出于嫉妒,故意吹牛想让我害怕。
§282οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
因为没有什么比赫拉克勒斯更自负的了。
§283ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι §284λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
我倒希望能遇到什么人,得到一个配得上这趟旅程的对手。
§285νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
寻:凭宙斯起誓,我确实听到了一些声音。
§286ποῦ ποῦ ʼστιν;
狄:在哪,在哪?
§286bἐξόπισθεν.
寻:在后面。
§286cἐξόπισθʼ ἴθι.
狄:到后面去。
§287ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.
寻:不对,是在前面。
§287bπρόσθε νυν ἴθι.
狄:那就到前面去。
§288καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
寻:真的,凭宙斯起誓,我看见一只巨大的野兽。
§289ποῖόν τι;
狄:什么样的野兽?
§289bδεινόν· παντοδαπὸν γοῦν γίγνεται §290τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ §291ὡραιοτάτη τις.
寻:太可怕了;总之它千变万化,一会儿是牛,现在又是骡子,一会儿又变成了女人,一个极其美丽的女人。
§291bποῦ ʼστι;
狄:在哪?
φέρʼ ἐπʼ αὐτὴν ἴω.
快,让我过去找她!
§292ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.
寻:但现在已经不是女人了,而是一只狗。
§293Ἔμπουσα τοίνυν ἐστί.
狄:那它一定是恩普萨。
§293bπυρὶ γοῦν λάμπεται §294ἅπαν τὸ πρόσωπον.
寻:总之,它全身着火发光,满脸都是。
§294bκαὶ σκέλος χαλκοῦν ἔχει;
狄:它有一只青铜的脚吗?
§295νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον, §296σάφʼ ἴσθι.
寻:凭波塞冬起誓,有的。 而另一只脚则是牛粪做的,确切无疑。
§296bποῖ δῆτʼ ἂν τραποίμην;
狄:我该往哪里躲?
§296cποῖ δʼ ἐγώ;
寻:我该往哪躲?
§297ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.
狄:祭司啊,保护我,好让我当您的酒友!
§298ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.
寻:我们要完蛋了,赫拉克勒斯王啊!
§298bοὐ μὴ καλεῖς μʼ §299ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
狄:别叫我,伙计,求你了,别说出那个名字。
§300Διόνυσε τοίνυν.
寻:那就叫狄奥尼索斯。
§300bτοῦτό γʼ ἧττον θατέρου.
狄:这比刚才那个好点。
§301ἴθʼ ᾗπερ ἔρχει.
寻:照你的路走吧。
§301bδεῦρο δεῦρʼ ὦ δέσποτα.
到这儿来,到这儿来,主人!
§302τί δʼ ἔστι;
狄:怎么了?
§302bθάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν, §303ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, §304ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.
寻:放心吧;我们万事大吉了,就像黑格洛科斯对我们说的那样, “在波涛之后,我又看到了鼬鼠(风平浪静)。
§305ἥμπουσα φρούδη.
” 恩普萨不见了。
§305bκατόμοσον.
狄:发誓。
§305cνὴ τὸν Δία.
寻:凭宙斯起誓。
§306καὖθις κατόμοσον.
狄:再发誓。
§306bνὴ Δίʼ.
寻:凭宙斯起誓。
§306cὄμοσον.
狄:发誓。
§306dνὴ Δία.
寻:凭宙斯起誓。
§307οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.
狄:哎呀,我真可怜,一看到它我就吓得面如土色。
§308ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
寻:而这位,因为害怕,吓得屁股比你还“红”。
§309οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
狄:哎呀,这些灾祸是从哪里落到我头上的?
§310τίνʼ αἰτιάσομαι θεῶν μ' ἀπολλύναι;
我该责怪哪位神灵要毁灭我?
§311αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
是宙斯的密室以太,还是时间的脚步?
§312οὗτος.
寻:喂。
§312bτί ἔστιν;
狄:怎么了?
§312cοὐ κατήκουσας;
寻:你没听到吗?
§312dτίνος;
狄:听到什么?
§313αὐλῶν πνοῆς.
寻:笛声。
§313bἔγωγε, καὶ δᾴδων γέ με §314αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
狄:听到了,而且还有一股极其神秘的松明微风吹向了我。
§315ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
让我们静静地趴着听吧。
§316Ἴακχʼ ὦ Ἴακχε.
入会者们:雅科斯啊,哦,雅科斯!
§317Ἴακχʼ ὦ Ἴακχε.
雅科斯啊,哦,雅科斯!
§318τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ·
寻:就是这个,主人!
οἱ μεμυημένοι §319ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
入会者们正在这附近玩乐,就是他跟我们提过的那些人。
§320ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
总之,他们正像迪亚戈拉斯那样歌唱着雅科斯。
§321κἀμοὶ δοκοῦσιν.
狄:我也觉得是。
ἡσυχίαν τοίνυν ἄγειν §322βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.
所以保持安静是最好的,直到我们看清楚。
§324Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων, §325Ἴακχʼ ὦ Ἴακχε,
入会者们:雅科斯啊,在此处圣座中居住的备受尊崇者,雅科斯啊,哦,雅科斯!
§326ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων §327ὁσίους ἐς θιασώτας, §328πολύκαρπον μὲν τινάσσων §329περὶ κρατὶ σῷ βρύοντα §330στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
来到这片草地上跳舞吧,加入你神圣的信徒队伍,摇曳着环绕在你头上、繁茂生长的香桃木花冠。
§331ποδὶ τὰν ἀκόλαστον §332φιλοπαίγμονα τιμάν, §335χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν §336ὁσίοις μύσταις χορείαν.
用有力的脚踩踏起放纵的、充满乐趣的仪式,满载美惠女神的光彩,那纯洁、神圣的为虔诚入会者准备的舞蹈。
§337ὦ πότνια πολυτίμητε Δήμητρος κόρη, §338ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
狄:噢,备受尊崇的德墨忒尔之女,猪肉的香味怎么飘得这么甜美!
§339οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
寻:你能不能老实点,哪怕你可能分到一截香肠呢?
§340†ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†,
入会者们:唤醒那熊熊的火炬,因为他手里摇晃着火炬走来了。

词汇与语法注释

  1. §248χορείαν — 动词 ἐφθεγξάμεσθα(发出声音、响彻)的同族宾语(内因宾语),表现了歌唱与舞蹈的一体化。
  2. §259ὁπόσον ἂν... χανδάνῃ — 由关系代词 ὁπόσον、虚拟语气 χανδάνῃ 以及语气词 ἄν 构成的普遍性/条件性关系从句。动词 χανδάνω(容纳、包含)在此处为比喻用法,意为“在喉咙所能承受的最大限度内”。
  3. §277bνῷν — 第一人称双数与格,修饰形容词 βέλτιστα(最好的),表示“对我们两人而言”。
  4. §295θάτερον — 冠词 τό 与代词 ἕτερον(另一个)的缩合(crasis),在上下文中指该怪物的“另一只脚”。
  5. §338χορείων κρεῶν — 由动词 προσέπνευσε(飘来)支配的属格,表示感知或气味的来源(或部分属格)。

引用这一段

阿里斯托芬, 蛙 §245-340. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg009.humanitext-grc2:245-340

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。