Humanitext Reader

阿里斯托芬 · 蛙 §154-244a

卡戎的渡船与狄奥尼索斯对歌蛙群

第 3 段,共 18 段 · 希腊语

内容简介

狄奥尼索斯和克桑蒂亚斯前往冥界的秘仪参入者居住地。途中,他们遇到了卡戎的渡船,但奴隶克桑蒂亚斯被拒绝乘船,不得不绕湖步行。狄奥尼索斯被迫自己划船,在与青蛙合唱队的喧闹抗衡中艰难前行。

§154ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή, §155ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε, §156καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας §157ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
从那里,笛声的微风将环绕你,你将看到如这里一般最美丽的光芒,各种香桃木林和男女信徒们的幸福集会,还有热烈的鼓掌声。
§158οὗτοι δὲ δὴ τίνες εἰσίν;
狄:那么他们到底是谁呢?
§158bοἱ μεμυημένοι— §159νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
赫:是入会者们—— 寻:凭宙斯起誓,我反正就像是驮着秘仪的驴子。
§160ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
寻:但我可不打算再搬这些东西更久了。
§161οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.
赫:……他们会告诉你你需要的一切。
§162οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν §163ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
因为他们就住在沿路最近的地方,就在普路托的门旁。
§164καὶ χαῖρε πόλλʼ ὦδελφέ.
赫:那么,再见,兄弟。
§164bνὴ Δία καὶ σύ γε §165ὑγίαινε.
狄:凭宙斯起誓,你也是,保重。
σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.
你再把行李拿起来吧。
§166πρὶν καὶ καταθέσθαι;
寻:我才刚放下呢?
§166bκαὶ ταχέως μέντοι πάνυ.
狄:是的,而且要非常快。
§167μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα §168τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.
寻:求求你,千万不要,还是去雇一个人吧,那些正被抬出去出殡的人,正好要到那里去。
§169ἐὰν δὲ μὴ εὕρω;
狄:如果我找不到呢?
§169bτότε μʼ ἄγειν.
寻:到那时再让我来搬。
§169cκαλῶς λέγεις.
狄:说得好。
§170καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,
正合适,他们正抬着一个死人过来呢。
§171οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
喂,就是你,我说你呢,那个死人!
§172ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;
伙计,你愿意帮我把行李带到哈得斯那里去吗?
§173πόσʼ ἄττα;
死:有多少东西?
§173bταυτί.
狄:就这些。
§173cδύο δραχμὰς μισθὸν τελεῖς;
死:你付两打拉克马作工钱吗?
§174μὰ Δίʼ ἀλλʼ ἔλαττον.
狄:凭宙斯起誓,不行,少给点。
§174bὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.
死:你们继续赶路。
§175ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.
狄:等等,老兄,看看能不能跟你商量一下。
§176εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
死:如果你不放下两打拉克马,就别跟我谈。
§177λάβʼ ἐννέʼ ὀβολούς.
狄:收下九个奥博尔吧。
§177bἀναβιοίην νυν πάλιν.
死:那我宁愿重新活过来!
§178ὡς σεμνὸς ὁ κατάρατος·
狄:这个该死的家伙真是傲慢!
οὐκ οἰμώξεται;
让他见鬼去吧!
§179ἐγὼ βαδιοῦμαι.
寻:我走着运过去吧。
§179bχρηστὸς εἶ καὶ γεννάδας.
狄:你真是个又好又高尚的家伙。
§180χωρῶμεν ἐπὶ τὸ πλοῖον.
让我们走向那艘船。
§180bὠὸπ παραβαλοῦ.
卡:嗷! 靠岸!
§181τουτὶ τί ἔστι;
狄:这是什么?
§181bτοῦτο;
寻:这个?
λίμνη νὴ Δία §182αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.
凭宙斯起誓,这就是他说的那个湖,我确实看见一艘船。
§183νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.
狄:凭波塞冬起誓,那个确实就是卡戎。
§184χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.
狄·寻:你好,卡戎! 你好,卡戎! 你好,卡戎!
§185τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
卡:谁要到摆脱邪恶和麻烦的休息处去?
§186τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας, §187ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;
谁要到忘川平原,或者去“剪驴毛之地”,或者去刻耳柏洛斯人那里,或者去乌鸦那里,或者去泰纳龙岬?
§188ἐγώ.
狄:我。
§188bταχέως ἔμβαινε.
卡:快上船。
§188cποῖ σχήσειν δοκεῖς;
狄:你想在哪里停靠?
§189ἐς κόρακας ὄντως;
狄:真的去“乌鸦那里”吗?
§189bναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.
卡:是的,凭宙斯起誓,就看在你的份上。
§190ἔσβαινε δή.
卡:那就进来吧。
§190bπαῖ δεῦρο.
狄:小子,到这儿来。
§190cδοῦλον οὐκ ἄγω, §191εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
卡:我不载奴隶,除非他参与了那场为了“肉”的战役。
§192μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.
寻:凭宙斯起誓,如果不是因为我当时恰好害眼病的话。
§193οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
卡:那你还不赶紧绕着湖跑过去?
§194ποῦ δῆτʼ ἀναμενῶ;
寻:那我到底在哪里等候?
§194bπαρὰ τὸν Αὑαίνου λίθον §195ἐπὶ ταῖς ἀναπαύλαις.
卡:在阿瓦伊诺斯之石旁边,歇脚处那里。
§195bμανθάνεις;
听懂了吗?
§195cπάνυ μανθάνω.
寻:完全听懂了。
§196οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
寻:哎呀我真倒霉,出门时遇到了谁啊?
§197κάθιζʼ ἐπὶ κώπην.
卡:坐到桨位上。
εἴ τις ἔτι πλεῖ, σπευδέτω.
如果还有人要走,赶快了。
§198οὗτος τί ποιεῖς;
喂,你在干什么?
§198bὅ τι ποιῶ;
狄:我在干什么?
τί δʼ ἄλλο γʼ ἢ §199ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
除了坐在桨上,正如你命令我的那样,还能干什么?
§200οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων;
卡:你还不坐到这里来,大肚子?
§200bἰδού.
狄:好的。
§201οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
卡:你还不把双手伸出来,拉直?
§201bἰδού.
狄:好的。
§202οὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰς §203ἐλᾷς προθύμως;
卡:别胡闹了,顶住脚,卖力地划!
§203bκᾆτα πῶς δυνήσομαι §204ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος §205ὢν εἶτʼ ἐλαύνειν;
狄:但我怎么能划呢,既然我毫无经验,不熟水性,又没去过萨拉米斯,怎么能划桨呢?
§205bῥᾷστʼ·
卡:非常容易。
ἀκούσει γὰρ μέλη §206κάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,
因为一旦你开始划,你就会听到最美丽的歌声。
§206bτίνων;
狄:谁的歌?
§207βατράχων κύκνων θαυμαστά.
卡:青蛙和天鹅的,太美妙了。
§207bκατακέλευε δή.
狄:那就开始喊号子吧。
§208ὦ ὀπὸπ ὦ ὀπόπ.
卡:哦-跑普,哦-跑普!
§209βρεκεκεκὲξ κοὰξ κοάξ,
青蛙:布莱克克克斯夸克斯夸克斯!
§210βρεκεκεκὲξ κοὰξ κοάξ.
布莱克克克斯夸克斯夸克斯!
§211λιμναῖα κρηνῶν τέκνα, §212ξύναυλον ὕμνων βοὰν §213φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν, §214κοὰξ κοάξ,
泉水中的湖沼之子啊,让我们唱起和谐的颂歌,我们悦耳的歌声,夸克斯夸克斯!
§215ἣν ἀμφὶ Νυσήιον §216Διὸς Διόνυσον ἐν §217Λίμναισιν ἰαχήσαμεν, §218ἡνίχʼ ὁ κραιπαλόκωμος §219τοῖς ἱεροῖσι Χύτροισι §220χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
那是我们在纽萨的、宙斯之子狄奥尼索斯身边,在沼泽区里高声呼喊的歌声,当宿醉狂欢的人群在圣“罐头节”上,穿过我的圣地。
§221βρεκεκεκὲξ κοὰξ κοάξ.
布莱克克克斯夸克斯夸克斯!
§222ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι §223τὸν ὄρρον ὦ κοὰξ κοάξ·
狄:可我屁股开始痛起来了,哦,夸克斯夸克斯!
§224ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
也许你们对此毫不关心。
§225βρεκεκεκὲξ κοὰξ κοάξ.
青蛙:布莱克克克斯夸克斯夸克斯!
§226ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·
狄:让你们连同“夸克斯”一块见鬼去吧!
§227οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.
因为你们除了“夸克斯”什么都不是。
§228εἰκότως γʼ ὦ πολλὰ πράττων.
青蛙:这很自然,你这个爱管闲事的人!
§229ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι §230καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων· §231προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων, §232ἕνεκα δόνακος, ὃν ὑπολύριον §233ἔνυδρον ἐν λίμναις τρέφω.
因为弹奏美妙竖琴的缪斯们喜爱我,还有吹奏芦笛的角足潘神;弹着里拉琴的阿波罗也同样喜爱我,因为那可以作为里拉琴琴码的芦苇,正是在我繁衍的湖水中生长的。
§235βρεκεκεκὲξ κοάξ κοάξ.
布莱克克克斯夸克斯夸克斯!
§236ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω, §237χὠ πρωκτὸς ἰδίει πάλαι, §238κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ— §239βρεκεκεκὲξ κοὰξ κοάξ.
狄:但我都起水疱了,我的屁股早就出汗了,然后随时都会伸出头来说—— 布莱克克克斯夸克斯夸克斯!
§240ἀλλʼ ὦ φιλῳδὸν γένος §241παύσασθε.
但是,噢,喜爱歌唱的种族,快停下吧!
§241bμᾶλλον μὲν οὖν §242φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις §243ἐν ἁμέραισιν §244ἡλάμεσθα διὰ κυπείρου §244aκαὶ φλέω, χαίροντες ᾠδῆς
青蛙:相反,我们还要更大声地唱呢,如果在阳光明媚的日子里,我们曾跃过莎草和芦苇,在歌声中欢欣。

词汇与语法注释

  1. 159ὄνος ἄγω μυστήρια — 谚语“驴子驮秘仪”(ὄνος ἄγω μυστήρια)比喻那些承担全部重活却无法享受任何好处的人。在语法上,克桑蒂亚斯使用第一人称单数动词(ἄγω)作为主语,将自己比作驴子(ὄνος)。
  2. 166bκαὶ ταχέως μέντοι πάνυ — 补全前一句中命令动词(λαμβάνε)的省略。组合 καὶ ... μέντοι 表示强烈的强调或肯定,延续了强烈的命令语气(“而且确实要极其迅速地[拿起来]”)。
  3. 191εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν — 词组 τὴν περὶ τῶν κρεῶν(为了肉的[海战])作为同源宾格或修饰暗示的宾格名词(如 ναυμαχίαν)。“肉”(κρεῶν)指奴隶的身体或拯救,特指阿基努萨伊海战,当时奴隶参战以换取自由。
  4. 202οὐ μὴ φλυαρήσεις ἔχων — 句式 οὐ μὴ 后接将来直陈式(φλυαρήσεις)表示强烈的禁止(“不准胡闹”)。分词 ἔχων 在此作副词性用法,意为“持续地、固执地”。
  5. 232ὃν ὑπολύριον — 形容词 ὑπολύριον(“在里拉琴下的”)修饰关系代词 ὃν(先行词为 δόνακος,芦苇)。它描述了作为里拉琴琴码使用的芦苇。后文的 ἔνυδρον(“水中的”)同样修饰 ὃν。

引用这一段

阿里斯托芬, 蛙 §154-244a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg009.humanitext-grc2:154-244a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。