§1094ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ §1095γαστέρα πλευρὰς λαγόνας πυγήν, §1096ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις §1097ὑποπερδόμενος §1098φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
(迪奥尼索斯)在城门口,他们拍打着他的肚子、肋旁、腰胁和屁股,而那挨打的人被巴掌拍着,扑扑地放着屁,吹灭了火炬逃之夭夭。
§1099μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
(歌队)重大的事态,激烈的纷争,猛烈的战争即将来临。
§1100χαλεπὸν οὖν ἔργον διαιρεῖν, §1101ὅταν ὁ μὲν τείνῃ βιαίως, §1102ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
因而要做出判定是一件难事,当一方猛烈进攻,另一方能转过身来,敏锐地予以反击。
但是,二位不要停留在同一个地方;因为智谋的切入点还有很多其他方式。
§1105ὅ τι περ οὖν ἔχετον ἐρίζειν, §1106λέγετον ἔπιτον ἀνά τε δέρετον §1107τά τε παλαιὰ καὶ τὰ καινά, §1108κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
因而,凡是你们可以争论的事,尽情地诉说、剖析、揭露吧,无论是古老的还是新颖的,并冒险说出一些微妙而充满智慧的话来。
§1109εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ §1110τοῖς θεωμένοισιν, ὡς τὰ §1111λεπτὰ μὴ γνῶναι λεγόντοιν, §1112μηδὲν ὀρρωδεῖτε τοῦθʼ·
如果你们害怕这一点,担心观众中会有些许愚昧,以至于无法理解你们所说的玄妙之理,绝不要对此担忧;因为现在的局势已非往昔。
ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει. §1113ἐστρατευμένοι γάρ εἰσι, §1114βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά· §1115αἱ φύσεις τʼ ἄλλως κράτισται, §1116νῦν δὲ καὶ παρηκόνηνται.
因为他们已经历过沙场,且人手一书,学习着高明学问;他们的资质本就极其优秀,如今更是被磨砺得十分敏锐。
因此不要有任何顾虑,尽情地阐发一切吧,至少这些观众都是聪明人。
§1119καὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι, §1120ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος §1121πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
(欧里庇得斯)好吧,那我就直接针对你的开场白,好让我首先审查这部悲剧的第一部分,也就是这位“聪明人”最开端的部分。
§1122ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
因为他在叙述事情时,措辞模糊不清。
§1123καὶ ποῖον αὐτοῦ βασανιεῖς;
(迪奥尼索斯)那么你要审查他的哪一段开场白?
§1123bπολλοὺς πάνυ.
(欧里庇得斯)非常多的段落。
§1124πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
不过,先给我念一念《奥瑞斯提亚》里的那一段吧。
§1125ἄγε δὴ σιώπα πᾶς ἀνήρ.
(迪奥尼索斯)好了,大家静静。
λέγʼ Αἰσχύλε.
阿伊斯库罗斯,念吧。
(阿伊斯库罗斯)“冥府的赫尔墨斯啊,监护我父之权能者,祈求你成为我的救主与盟友,应我的哀求。
§1128ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
因为我来到了这片土地,我重归故土。
§1129τούτων ἔχεις ψέγειν τι;
” (迪奥尼索斯)在这些话里,你有什么可挑剔的吗?
§1129bπλεῖν ἢ δώδεκα.
(欧里庇得斯)有十二处以上。
§1130ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία.
(迪奥尼索斯)可是这些全部加在一起也只有三行啊!
§1131ἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας.
(欧里庇得斯)可每一行里都至少有二十处错误。
(迪奥尼索斯)阿伊斯库罗斯,我劝你还是保持沉默吧;否则,在这三行短长格之外,你还会有更多亏欠。
§1134ἐγὼ σιωπῶ τῷδʼ;
(阿伊斯库罗斯)我要为他保持沉默吗?
§1134bἐὰν πείθῃ γʼ ἐμοί.
(迪奥尼索斯)要是你听我劝的话。
§1135εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γʼ ὅσον.
(欧里庇得斯)因为他一上来就犯了天大的错误。
§1136ὁρᾷς ὅτι ληρεῖς;
(迪奥尼索斯)你瞧,你是在胡说八道吧?
§1136bἀλλʼ ὀλίγον γέ μοι μέλει.
(欧里庇得斯)但我一点也不在乎。
§1137πῶς φῄς μʼ ἁμαρτεῖν;
(阿伊斯库罗斯)你凭什么说我犯了错?
§1137bαὖθις ἐξ ἀρχῆς λέγε.
(迪奥尼索斯)重新从头念一遍吧。
§1138Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη. §1139οὔκουν Ὀρέστης τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγει §1140τῷ τοῦ πατρὸς τεθνεῶτος;
(阿伊斯库罗斯)“冥府的赫尔墨斯啊,监护我父之权能者,” (欧里庇得斯)那么,奥瑞斯提斯说这话,不就是在墓前吗,在他已故父亲的墓前?
§1140bοὐκ ἄλλως λέγω.
(阿伊斯库罗斯)没错,我不否认。
§1141πότερʼ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο §1142αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς §1143δόλοις λαθραίοις, ταῦτʼ
ἐποπτεύειν
ἔφη;
(欧里庇得斯)那么,他是说当他父亲惨遭妇人的毒手、阴暗的诡计所害时,赫尔墨斯正在“监视”这一切吗?
§1144οὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
(阿伊斯库罗斯)绝对不是指那个。
§1145Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων §1146ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας— §1147ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·
相反,他称呼的是“引路者” 冥府的赫尔墨斯,并且通过他的话表明了,他拥有这一项特权,乃是承袭自父亲—— (欧里庇得斯)你犯了比我想象的还要严重的错误。
因为如果他拥有继承自父亲的“冥府”特权—— 那就他父亲那一边而言,他岂不成了一个盗墓贼。
§1150Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
(迪奥尼索斯)阿伊斯库罗斯,你喝的酒可不带花香啊。
§1151λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.
念下一句给他听;你,在一旁盯着破绽。
§1152σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
(阿伊斯库罗斯)“祈求你成为我的救主与盟友,应我的哀求。
因为我来到了这片土地,我重归故土”—— (欧里庇得斯)聪明的阿伊斯库罗斯对我们把同样的话说了两遍。
§1155πῶς δίς;
(迪奥尼索斯)怎么两遍了?
§1155bσκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.
(欧里庇得斯)看看字眼;让我来向你说明。
§1156ἥκω γὰρ ἐς γῆν,
φησί,
καὶ κατέρχομαι·
“我来到了这片土地,”他说道, “而且我重归故土。
§1157ἥκω
δὲ ταὐτόν ἐστι τῷ
κατέρχομαι.
”但“来”和“重归故土”是同一个意思。
(迪奥尼索斯)凭宙斯起誓,这就像有人对他的邻居说: “借给我一个揉面槽吧,或者你愿意的话,借个揉面盆。
§1160οὐ δῆτα τοῦτό γʼ ὦ κατεστωμυλμένε
” (阿伊斯库罗斯)你这个多嘴多舌的家伙,绝非如此!
§1161ἄνθρωπε ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον.
这两词并不等同,相反,这是用词极佳的表达。
§1162πῶς δή;
(欧里庇得斯)怎么会?
δίδαξον γάρ με καθʼ ὅ τι δὴ λέγεις;
那你教教我,你是凭什么这么说的?
§1163ἐλθεῖν
μὲν ἐς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας· §1164χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν· §1165φεύγων δʼ ἀνὴρ
ἥκει
τε καὶ
κατέρχεται.
(阿伊斯库罗斯)“来到”一片土地,任何在祖国占有一席之地的人都可以做到;因为他前来并没有伴随什么不幸;但是,一个流亡之人,既是“归来”,也是“重返故国”。
§1166εὖ νὴ τὸν Ἀπόλλω.
(迪奥尼索斯)说得好,凭阿波罗起誓!
τί σὺ λέγεις Εὐριπίδη;
你怎么说,欧里庇得斯?
(欧里庇得斯)我不同意说奥瑞斯提斯“重返”家园;因为他是暗中前来的,并没有说服掌权者。
§1169εὖ νὴ τὸν Ἑρμῆν·
(迪奥尼索斯)说得好,凭赫尔墨斯起誓!
ὅ τι λέγεις δʼ οὐ μανθάνω.
不过我完全没听懂你是什么意思。
§1170πέραινε τοίνυν ἕτερον.
那就接着念下一句吧。
(阿伊斯库罗斯)“在这坟冢之上,我呼唤我的父亲,” 呼唤他“垂听并倾听”。