Humanitext Reader

阿里斯托芬 · 蛙 §1-73b

狄奥尼索斯携仆出发并拜访赫拉克勒斯

第 1 段,共 18 段 · 希腊语

内容简介

狄奥尼索斯和奴隶寻底亚斯出发前往冥界,企图带回著名的悲剧诗人欧里庇得斯,并来到赫拉克勒斯的家询问前往冥界的道路。

§1Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα, §2ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
寻:主人,要我说一个常用的笑话吗,那些观众总是会笑的段子?
§3νὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι, §4τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.
狄:凭宙斯起誓,随你喜欢说什么,只是别说“我被压扁了”;避开那句话,因为那实在太令人厌烦了。
§5μηδʼ ἕτερον ἀστεῖόν τι;
寻:那别的俏皮话呢?
§5bπλήν γʼ ὡς θλίβομαι.
狄:只要不是“我被挤压着”。
§6τί δαί;
寻:那怎么行?
τὸ πάνυ γέλοιον εἴπω;
我说那个最搞笑的怎么样?
§6bνὴ Δία §7θαρρῶν γε·
狄:凭宙斯起誓,尽管大胆说吧。
μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς, §7bτὸ τί;
只要注意别说那句话就行—— 寻:哪句话?
§8μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
狄:就是一边换着垫肩一边说“我想拉屎”。
§9μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων, §10εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
寻:那这句也不行吗:“我自己担着这么重的担子,如果没人帮我卸下来,我可要放屁了”?
§11μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.
狄:求你别说,除非我快要吐了。
§12τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, §13εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος §14εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
寻:那么,我为什么要挑着这些行李,如果我不能做任何弗里尼科斯经常做的事,还有吕基斯和阿梅普西亚斯做的事?
§16μή νυν ποιήσῃς·
狄:那你就别做。
ὡς ἐγὼ θεώμενος, §17ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, §18πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
因为作为观众,每次看到这些小花招,我回去时都会觉得老了不止一岁。
§19ὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί, §20ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
寻:啊,我这可怜的脖子啊,因为它被压着,却连个笑话都不能说。
§21εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,
狄:这难道不是放肆和极大的骄奢吗?
§22ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου §23αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ, §24ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;
我,司淡尼奥斯之子狄奥尼索斯,自己步行受苦,却让这家伙骑着驴,免得他受累,也不用挑担子?
§25οὐ γὰρ φέρω ʼγώ;
寻:难道我没有在挑吗?
§25bπῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;
狄:你都骑在上面了,怎么是在挑?
§26φέρων γε ταυτί.
寻:我确实担着这些东西啊。
§26bτίνα τρόπον;
狄:怎么担的?
§26cΒαρέως πάνυ.
寻:沉重得很。
§27οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;
狄:那么,你担着的这个重担不是驴在驮吗?
§28οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.
寻:绝不是我拿着和担着的这些,凭宙斯起誓,绝不是。
§29πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;
狄:你自己都被别人驮着,怎么能说是你在担?
§30οὐκ οἶδʼ·
寻:我不知道。
ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.
但这个肩膀确实被压着。
§31σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν, §32ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
狄:既然你说驴没有帮上你,那就轮到你把驴扛起来运了。
§33οἴμοι κακοδαίμων·
寻:唉,我真不幸!
τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
为什么我没有参加那场海战?
§34ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
要是参加了,我本可以让你们大声哭喊的。
§35κατάβα πανοῦργε.
狄:下来吧,恶棍。
καὶ γὰρ ἐγγὺς τῆς θύρας §36ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με §37ἔδει τραπέσθαι.
因为我已经走到了这扇门前,这也是我最初必须要探访的地方。
παιδίον, παῖ, ἠμί, παῖ.
喂,开门,喂,我说,喂!
§38τίς τὴν θύραν ἐπάταξεν;
赫:是谁在撞门?
ὡς κενταυρικῶς §39ἐνήλαθʼ ὅστις·
像半人马一样冲上来的家伙是谁。
εἰπέ μοι τουτὶ τί ἦν;
告诉我,这是怎么回事?
§40ὁ παῖς.
狄:仆人。
§40bτί ἔστιν;
寻:怎么了?
§40cοὐκ ἐνεθυμήθης;
狄:你没注意到吗?
§40dτὸ τί;
寻:什么?
§41ὡς σφόδρα μʼ ἔδεισε.
狄:他有多么害怕我。
§41bνὴ Δία μὴ μαίνοιό γε.
寻:凭宙斯起誓,他是怕你疯了。
§42οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·
赫:凭得墨忒耳起誓,我忍不住想笑。
§43καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.
虽然我咬着嘴唇,但还是笑个不停。
§44ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.
狄:哦,神圣的人啊,请过来。
§45ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων §46ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
我有求于你。
§47τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
赫:但我无法赶走我的笑意,看到黄色长袍上披着一件狮皮。
§48ποῖ γῆς ἀπεδήμεις;
这是什么意思?
§48bἐπεβάτευον Κλεισθένει—
为什么高筒皮靴和木槌会凑到一起?
§49κἀναυμάχησας;
你这是去哪里旅行了?
§49bκαὶ κατεδύσαμέν γε ναῦς
狄:我曾与克莱斯提尼一起在船上服役—— 赫:你们打过海战吗?
§50τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.
狄:而且我们还击沉了敌人的十二或十三艘战船。
§51σφώ;
赫:你们俩?
§51bνὴ τὸν Ἀπόλλω.
狄:凭阿波罗起誓,是的。
§51cκᾆτʼ ἔγωγʼ ἐξηγρόμην.
寻:然后我就醒了。
§52καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι §53τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος §54τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
狄:而且确实,当我在船上独自读着《安德洛墨达》时,突然间,一种渴望射中了我的心,你可以想象有多强烈。
§55πόθος;
赫:渴望?
πόσος τις;
有多大?
§55bμικρὸς ἡλίκος Μόλων.
狄:像莫隆那么小。
§56γυναικός;
赫:对女人的渴望?
§56bοὐ δῆτʼ.
狄:绝不是。
§56cἀλλὰ παιδός;
赫:那是对少年的?
§56dοὐδαμῶς.
狄:怎么会。
§57ἀλλʼ ἀνδρός;
赫:那是对男人的?
§57bἀπαπαί.
狄:哎呀,别提了!
§57cξυνεγένου τῷ Κλεισθένει;
赫:你和克莱斯提尼在一起了?
§58μὴ σκῶπτέ μʼ ὦδέλφʼ·
狄:别取笑我了,兄弟。
οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·
我真的很难受。
§59τοιοῦτος ἵμερός με διαλυμαίνεται.
这样的渴望正在折磨着我。
§60ποῖός τις ὦδελφίδιον;
赫:什么样的,小兄弟?
§60bοὐκ ἔχω φράσαι.
狄:我说不出来。
§61ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.
不过,我可以用谜语告诉你。
§62ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;
你以前是否曾突然非常想喝豆汤?
§63ἔτνους;
赫:豆汤?
βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.
天哪,我这辈子想过成千万次了!
§64ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;
狄:我是说清楚了呢,还是用别的方法解释?
§65μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
赫:关于豆汤就免了吧,我完全明白了。
§66τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος §67Εὐριπίδου.
狄:那么,就是这样一种对欧里庇得斯的渴望,正在吞噬着我。
§67bκαὶ ταῦτα τοῦ τεθνηκότος;
赫:而且还是对一个死人?
§68κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ §69ἐλθεῖν ἐπʼ ἐκεῖνον.
狄:没有任何人能说服我不去找他。
§69bπότερον εἰς Ἅιδου κάτω;
赫:下到地底的哈得斯那里?
§70καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.
狄:是的,凭宙斯起誓,如果还有更深的地方,就去那里。
§71τί βουλόμενος;
赫:为什么?
§71bδέομαι ποιητοῦ δεξιοῦ.
狄:我需要一个优秀的诗人。
§72οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.
因为有才华的都不在了,而活着的都是些蹩脚货。
§73τί δʼ;
赫:怎么?
οὐκ Ἰοφῶν ζῇ;
约丰不是还活着吗?
§73bτοῦτο γάρ τοι καὶ μόνον
狄:那正是唯一的……

词汇与语法注释

  1. §7ὅπως μὴ ʼρεῖς — ὅπως 加上直说语气将来时(此处为 ἐρεῖς 的头音脱落形式 ʼρεῖς)表示强烈的命令或禁止(“千万不要说”)。
  2. §13εἴπερ ποιήσω — 条件从句中使用直说语气将来时(ποιήσω),表示强烈的意图或确定性(“如果我真的要去做”),而非单纯的假设。
  3. §33τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν; — 使用未完成过去时(ἐναυμάχουν)表示违背事实的疑问,表达对过去既成事实的遗憾:“为什么我当时没有参加海战?(我要是参加了就好了)”。
  4. §34ἦ τἄν ... ἂν — 第一个 ἄν 包含在 τἄν(τοι + ἄν)中,而第二个 ἂν 则重复在句末。这是违背事实条件主句中语气词 ἄν 的重复使用。
  5. §68τὸ μὴ οὐκ ἐλθεῖν — 在含有否定意义或已被否定的动词(此处为 οὐδείς ... πείσει演变而来的否定“没人能说服”)之后,带双重否定(μὴ οὐκ)的冠词定语不定式,整体上起到强烈的肯定作用:“没人能说服我不去他那里”。

引用这一段

阿里斯托芬, 蛙 §1-73b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg009.humanitext-grc2:1-73b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。