Humanitext Reader

阿里斯托芬 · 地母节妇女 §949-1057

女队的圣仪圆舞与安德洛墨达的戏仿

第 13 段,共 15 段 · 希腊语

内容简介

妇女歌队履行着严肃的祭仪,载歌载舞赞美诸神;与此同时,被绑在晒台上的亲戚在斯基泰弓兵的看守下进行着滑稽的互动。亲戚领悟了欧里庇得斯化身帕尔修斯飞过时留下的信号,随即开始演唱欧里庇得斯悲剧《安德洛墨达》的滑稽模仿独唱。

§949Παύσων σέβεται καὶ νηστεύει, §950πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν §951ἐς τὰς ὥρας ξυνεπευχόμενος §952τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ.
帕乌松表示敬意并进行斋戒,他从一个季节到另一个季节屡屡与她们一同向双女神祈祷,愿这种饥饿的境遇常常伴随着他。
§953ὅρμα χώρει·
前进,迈步!
§954κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον, §955χειρὶ σύναπτε χεῖρα, §955aῥυθμὸν χορείας ὕπαγε πᾶσα·
用轻盈的双脚围成圆圈,手拉着手,大家齐步踏出舞蹈的节拍。
§956βαῖνε καρπαλίμοιν ποδοῖν.
用迅捷的双脚前行。
§957ἐπισκοπεῖν δὲ πανταχῇ §958κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
必须密切注视各处,环顾这圆形舞蹈的队列。
§959ἅμα δὲ καὶ §960γένος Ὀλυμπίων θεῶν §961μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
与此同时,歌颂并尊崇奥林匹斯众神的族系,用你们的声音,人人皆以狂热舞蹈的方式。
§962εἰ δέ τις §963προσδοκᾷ κακῶς ἐρεῖν §964ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
但若是有人预料我作为一个女人,会在圣所里辱骂男人,那他就想错了。
§966ἀλλὰ χρῆν §967ὥσπερ ἔργον αὖ τι καινὸν §968πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
相反,我们应当犹如开始一项崭新的工作,首先踏出这圆舞的优美步态。
§969πρόβαινε ποσὶ τὸν εὐλύραν §970μέλπουσα καὶ τὴν τοξοφόρον §971Ἄρτεμιν ἄνασσαν ἁγνήν.
迈步向前,歌颂那热爱美妙里拉琴的神,以及携带弓箭的纯洁女王阿耳忒弥斯。
§972χαῖρʼ ὦ ἑκάεργε, §973ὄπαζε δὲ νίκην·
愿你安好,远射之神,赐予我们胜利吧!
§974Ἥραν δὲ τὴν τελείαν §974aμέλψωμεν ὥσπερ εἰκός, §975ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ §976κλῇδας γάμου φυλάττει.
我们也应当如仪歌颂那成全之赫拉,她在所有的舞蹈中欢笑嬉戏,并掌管着婚姻的钥匙。
§977Ἑρμῆν τε νόμιον ἄντομαι §978καὶ Πᾶνα καὶ Νύμφας φίλας §979ἐπιγελάσαι προθύμως §980ταῖς ἡμετέραισι §981χαρέντα χορείαις.
我也祈求牧人守护者赫尔墨斯,以及潘和亲爱的宁芙们,欣然向我们的舞蹈展露微笑,并为此感到欢欣。
§982ἔξαιρε δὴ προθύμως §982aδιπλῆν χάριν χορείας.
那么,快热切地展现出具有双重欢乐的舞蹈吧。
§983παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος, §984νηστεύωμεν δὲ πάντως.
妇女们啊,让我们依循习俗尽情歌舞,并且务必要严守斋戒。
§985ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί, §986τόρευε πᾶσαν ᾠδήν·
来吧,跳跃着,以律动的脚步不断旋转,唱响每一首赞歌!
§986aἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ §987κισσοφόρε Βάκχειε §988δέσποτʼ· ἐγὼ δὲ κώμοις §989σὲ φιλοχόροισι μέλψω.
愿你亲自如此引领我们,身戴常春藤的巴克科斯主宰啊;而我将以热爱舞蹈的狂欢之歌赞美你。
§990εὔιον ὦ Διόνυσε §991Βρόμιε καὶ Σεμέλας παῖ, §992χοροῖς τερπόμενος §993κατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις, §993aεὔιον εὔιον εὐοῖ §994ἀναχορεύων.
欢呼着埃乌伊奥斯的狄奥尼索斯啊,勃罗弥俄斯,塞墨勒之子,你在山中宁芙们那动人的赞歌中乐于起舞,呼喊着“埃乌伊奥斯,埃乌伊奥斯,埃乌欧伊” 纵情起舞。
§995ἀμφὶ δὲ σοὶ κτυπεῖται §996Κιθαιρώνιος ἠχώ, §997μελάμφυλλά τʼ ὄρη §998δάσκια καὶ νάπαι πετρώδεις βρέμονται· §999κύκλῳ δὲ περὶ σὲ κισσὸς §1000εὐπέταλος ἕλικι θάλλει.
在你的周围响彻着基泰戎的山回声,那叶色深绿的幽暗山峦与多石的幽谷也一同轰鸣;在你的周围,常春藤繁茂的绿叶正随着卷须生机盎然。
§1001ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
亲戚的男:现在,我要在这里对着青天哀叹了。
§1002ὦ τοξόθʼ ἱκετεύω σε.
弓兵啊,我求你了。
§1002bμή μʼ ἰκετεῦσι σύ.
弓兵:你别求我。
§1003χάλασον τὸν ἧλον.
亲戚的男:把这钉子弄松点。
§1003bἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.
弓兵:但我要这么干。
§1004οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
亲戚的男:哎呀我真倒霉,你反而打得更紧了!
§1005ἔτι μᾶλλο βοῦλις;
弓兵:还想要更多吗?
§1005bἀτταταῖ ἰατταταῖ·
亲戚的男:阿塔泰,伊阿塔泰!
§1006κακῶς ἀπόλοιο.
愿你遭到报应。
§1006bσῖγα κακοδαίμων γέρον.
弓兵:安静,该死的老头。
§1007πέρʼ ἐγὼ ʼξινίγκι πορμός, ἴνα πυλάξι σοι.
我去拿垫子,好在这里看守你。
§1008ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου.
亲戚的男:这就是我从欧里庇得斯那里“享用”到的最好恩惠了!
§1009ἔα·
呀!
θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
诸神啊,救主宙斯啊,还有希望。
§1010ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι §1011σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών, §1012ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν· πάντως δέ μοι §1013τὰ δέσμʼ ὑπάρχει.
那家伙看来不会背叛我,而是化身为帕尔修斯飞掠过去,暗中向我示意我必须扮演安德洛墨达;反正锁链都是现成的。
δῆλον οὖν τοῦτʼ ἔσθʼ ὅτι §1015ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο.
显然,他一定会来救我;否则他就不会飞过去了。
§1016φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν §1017ἐπέλθοιμι καὶ §1018τὸν Σκύθην λάθοιμι;
亲爱的姑娘们,亲爱的朋友们,我该如何逃脱并瞒过这个斯基泰人呢?
§1019κλύεις;
听到了吗?
ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις, §1020κατάνευσον, ἔασον ὡς §1021τὴν γυναῖκά μʼ ἐλθεῖν.
凭着神圣的慈悲,住在洞穴中的你啊,请点头允诺,允许我这个妻子来到这里。
§1022ἄνοικτος ὅς μʼ ἔδησε τὸν §1023πολυστονώτατον βροτῶν· §1024μόλις δὲ γραῖαν ἀποφυγὼν §1025σαπρὰν ἀπωλόμην ὅμως.
无情的人把我绑了起来,我是凡人中最饱尝痛苦的人;虽说好不容易摆脱了那个腐朽的老太婆,但我最终还是落得如此毁灭的境地。
§1026ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ §1027ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν §1028κόραξι δεῖπνον.
因为这个斯基泰人早就立在我的身旁充当看守,将我吊起,作为乌鸦们那凄惨而无友的盘中餐。
ὁρᾷς;
你看见了吗?
οὐ §1030χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων §1031κημὸν ἕστηκʼ ἔχουσʼ, §1032ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη §1033κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι, §1034γαμηλίῳ μὲν οὐ ξὺν §1035παιῶνι δεσμίῳ δὲ
我既不在舞蹈之中,也未曾与同龄的年轻姑娘们一同拿着选票箱,而是被繁复的锁链紧紧缠绕,作为海怪的食物,暴露在格劳克提斯面前,伴随我的并非婚礼的颂歌,而是囚徒的哀鸣。
§1036γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς §1037μέλεα μὲν πέπονθα μέλεος,
为我哀悼吧,妇人们,因为可怜的我遭遇了可怜的事。
§1038ὦ τάλας ἐγὼ τάλας, §1039ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα, §1040φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα §1041γόον †φεύγουσαν† §1042αἰαῖ αἰαῖ ἒ ἒ,
啊,悲惨的我,悲惨啊,因我亲属的缘故,遭受了无理而惨痛的折磨,作为一个求助者,正试图逃避冥府那令人泪下的哀号,哀哉,哀哉,唉,唉!
§1043ὃς ἔμʼ ἀπεξύρησε πρῶτον, §1044ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν· §1045ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψεν §1046ἱερόν, ἔνθα γυναῖκες.
那个最初剃光我体毛的人,那个让我穿上藏红花色长裙的人,并在这些事之后把我送到了这里,送到这妇女们聚集的圣所。
§1047ἰώ μοι μοίρας ἄτεγκτε δαίμων·
哀哉,无情的命运之神!
§1048ὦ κατάρατος ἐγώ·
啊,遭到诅咒的我。
§1049τίς ἐμὸν οὐκ ἐπόψεται §1049aπάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;
谁不会在眼前这般苦难中,目睹我那并不令人羡慕的惨痛遭遇?
§1050εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ— §1051τὸν βάρβαρον ἐξολέσειεν.
但愿天空中那喷吐火焰的星辰—— 能将这个蛮子彻底消灭!
§1052οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν §1053ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην, §1054λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν §1055νέκυσιν ἐπὶ πορείαν.
因为自打我被吊起来之后,注视那不灭的火光对我而言已不再是乐事,我正走向伴随着割喉剧痛的、由神明引导的闪烁的亡灵之路。
§1056χαῖρʼ ὦ φίλη παῖ·
欧里庇得斯:愿你安好,亲爱的孩子!
τὸν δὲ πατέρα Κηφέα §1057ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
但愿神明能消灭那把你抛弃的父亲刻甫斯。

词汇与语法注释

  1. 950ἐκ τῶν ὡρῶν ἐς τὰς ὥρας — 意为“从一个季节到另一个季节”、“终年不断”的惯用法。这里幽默地刻画了贫穷的画家帕乌松一年到头都在挨饿斋戒的窘境。
  2. 1002bμῖ μʼ ἰκετεῦσι — 斯基泰弓兵所说的蛮族土腔(语法错误)。相当于正统古典希腊语的 μή μʼ ἱκέτευε(别求我)。这反映了希腊语语音的混淆、送气音的脱落,以及在命令句中误用不定式的情况。
  3. 1008ἀπολέλαυκʼ — 动词 ἀπολαύω 本意为“享受(好事物)”或“蒙受恩惠”,在此处作强烈的反语(讽刺)使用,意为“(拜欧里庇得斯所赐)遭到了奇耻大辱/惨痛灾难”。
  4. 1019ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις — 欧里庇得斯悲剧《安德洛墨达》的滑稽模仿。句中的 τὰν ἐν ἄντροις(洞穴中的女子)指代在原剧中模仿安德洛墨达哀叹的“回声(Echo)神女”,但在喜剧情境下,也暗指对神殿深处的女神的呼求。
  5. 1033κήτει βορὰ Γλαυκέτῃ — 在原本的神话与悲剧中,安德洛墨达本应成为“海怪(ketos)的祭品”,但作者在此将海怪替换成了当时雅典因暴饮暴食和嗜鱼而声名狼藉的真实人物格劳克提斯(Glaucetes),从而引发观众的笑声。

引用这一段

阿里斯托芬, 地母节妇女 §949-1057. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg008.humanitext-grc2:949-1057

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。