Humanitext Reader

阿里斯托芬 · 地母节妇女 §1058-1153

回音的捉弄与帕尔修斯营救的受挫

第 14 段,共 15 段 · 希腊语

内容简介

回音(木灵)模仿并嘲弄亲戚的哀叹,并使斯基泰弓兵陷入混乱。随后,化装成帕尔修斯的欧里庇得斯试图营救亲戚,却因弓兵粗鄙顽固的阻挠而被迫退却,最后妇女合唱团向雅典娜及双女神献上祈求和平的赞歌。

§1058σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος;
亲戚的男:然而,你是谁,竟哀怜我的痛苦?
§1059Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια, §1060ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ §1061Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην.
\n 回音:回音,是随声唱和、戏弄嘲笑的木灵,\n 去年在这一模一样的地方,\n 我自己也曾与欧里庇得斯同台竞技。
§1062ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν, §1063κλάειν ἐλεινῶς.
\n 但是,孩子啊,你应当尽你自己的本分,\n 哀婉地哭泣。
§1063bσὲ δʼ ἐπικλάειν ὕστερον.
\n 亲戚的男:而你随后也要跟着哭泣。
§1064ἐμοὶ μελήσει ταῦτά γʼ.
\n 回音:这事包在我身上。
ἀλλʼ ἄρχου λόγων.
那么,开始你的独白吧。
§1065ὦ νὺξ ἱερὰ §1066ὡς μακρὸν ἵππευμα διώκεις §1067ἀστεροειδέα νῶτα διφρεύουσʼ §1068αἰθέρος ἱερᾶς §1068aτοῦ σεμνοτάτου διʼ Ὀλύμπου;
\n 亲戚的男:哦,圣洁的黑夜,\n 你正驱策着多么漫长的车程,\n 骑在繁星闪烁的脊背上,\n 穿过神圣的大气,\n 穿过那无比庄严的奥林匹斯?
§1069διʼ Ὀλύμπου.
\n 回音:奥林匹斯?
§1070τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν §1071μέρος ἐξέλαχον— §1071bμέρος ἐξέλαχον— §1072θανάτου τλήμων;
\n 亲戚的男:为何我安德洛墨达竟格外的\n 分得了一份灾难—\n 回音:分得了一份灾难—\n 亲戚的男:在死神面前如此可怜?
§1072bθανάτου τλήμων;
\n 回音:在死神面前如此可怜?
§1073ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη.
\n 亲戚的男:你这唠叨的老太婆,要把我害死了!
§1074στωμυλλομένη.
\n 回音:唠叨的老太婆!
§1075νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας §1076λίαν.
\n 亲戚的男:凭宙斯起誓,你真是闯进来捣乱的,\n 实在过分。
§1076bλίαν.
\n 回音:实在过分。
§1077ὦγάθʼ ἔασόν με μονῳδῆσαι, §1078καὶ χαριεῖ μοι.
\n 亲戚的男:老兄,让我一个人唱完这首独唱吧,\n 这算我求你的。
παῦσαι.
停下吧!
§1078bπαῦσαι.
\n 回音:停下吧!
§1079βάλλʼ ἐς κόρακας.
\n 亲戚的男:滚去喂乌鸦吧!
§1079bβάλλʼ ἐς κόρακας.
\n 回音:滚去喂乌鸦吧!
§1080τί κακόν;
\n 亲戚的男:什么灾祸?
§1080bτί κακόν;
\n 回音:什么灾祸?
§1080cληρεῖς.
\n 亲戚的男:胡说八道。
§1080dληρεῖς.
\n 回音:胡说八道。
§1081bοἴμωζʼ.
\n 亲戚的男:哭去吧!
§1081cοἴμωζʼ.
\n 回音:哭去吧!
§1081dὀτότυζʼ.
\n 亲戚的男:号哭吧!
§1081eὀτότυζʼ.
\n 回音:号哭吧!
§1082οὖτος σί λαλῖς;
\n 弓兵:喂,你唠叨什么?
§1082bοὖτος σί λαλῖς;
\n 回音:喂,你唠叨什么?
§1083πρυτάνεις καλέσω;
\n 弓兵:我去叫执政官(普里塔内斯)来?
§1083bπρυτάνεις καλέσω;
\n 回音:我去叫执政官来?
§1085σί κακόν;
\n 弓兵:什么灾祸?
§1085bσί κακόν;
\n 回音:什么灾祸?
§1086πῶτε τὸ πωνή;
\n 弓兵:这声音打哪儿来的?
§1086bπῶτε τὸ πωνή;
\n 回音:这声音打哪儿来的?
§1087σὺ λαλῖς;
\n 弓兵:你说话?
§1087bσὺ λαλῖς;
\n 回音:你说话?
§1087cκλαύσει.
\n 弓兵:你挨揍大哭。
§1087dκλαύσει.
\n 回音:你挨揍大哭。
§1088κακκάσκι μοι;
\n 弓兵:你笑我?
§1088bκακκάσκι μοι;
\n 回音:你笑我?
§1090μὰ Δίʼ ἀλλὰ γυνὴ πλησίον αὕτη.
\n 弓兵:不,凭宙斯起誓,这附近有个女人。
§1091πλησίον αὕτη.
\n 回音:这附近有个女人。
§1092ποῦ στʼ ηʼ μιαρά;
\n 弓兵:那个脏女人在哪?
καὶ δὴ πεύγει.
哎呀,她在跑。
§1093ποῖ ποῖ πεύγεις;
\n 往哪,往哪跑?
§1093bποῖ ποῖ πεύγεις;
\n 回音:往哪,往哪跑?
§1094οὐ καιρήσεις;
\n 弓兵:你跑不掉!
§1094bοὐ καιρήσεις;
\n 回音:你跑不掉!
§1095ἔτι γὰρ γρύζεις;
\n 弓兵:还敢嘀咕?
§1095bἔτι γὰρ γρύζεις;
\n 回音:还敢嘀咕?
§1096λαβὲ τὴ μιαρά.
\n 弓兵:抓住脏女人。
§1096bλαβὲ τὴ μιαρά.
\n 回音:抓住脏女人。
§1097λάλο καὶ κατάρατο γύναικο.
\n 弓兵:爱唠叨又该死的女人。
§1098ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα §1099ταχεῖ πεδίλῳ;
\n 欧里庇得斯:哦,诸神啊,我们乘着疾飞的凉鞋来到了哪个野蛮人的土地?
διὰ μέσου γὰρ αἰθέρος §1100τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον §1101Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος §1102κάρα κομίζων.
因为劈开半空中的\n 道路,我正迈着生翼的双足前行,\n 我帕尔修斯正航向阿耳戈斯,带着那戈耳工的\n 头颅。
§1102bτί λέγι;
\n 弓兵:你说什么?
τὴ Γόργος πέρι §1103τὸ γραμματέο σὺ τὴ κεπαλή;
那个叫戈耳格斯的\n 书记官的脑袋,你带着?
§1103bτὴν Γοργόνος §1104ἔγωγε φημί.
\n 欧里庇得斯:是戈耳工的头颅,\n 我确实是这么说的。
§1104bΓόργο τοι κἀγὼ λέγι.
\n 弓兵:我说的也正是那个戈耳格斯。
§1105ἔα·
\n 欧里庇得斯:呀!
τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον §1106θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
我看到的这是什么山冈,还有一位\n 犹如女神一般的少女,像一条泊好的船一样被系在那里?
§1107ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν, §1108λῦσόν με δεσμῶν.
\n 亲戚的男:哦,外乡人,请哀怜我这个最不幸的人,\n 帮我解开锁链。
§1108bοὐκὶ μὶ λαλῆσι σύ;
\n 弓兵:你别说话行不行?
§1109κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;
\n 该死的家伙,你快要死了,还敢说话?
§1110ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.
\n 欧里庇得斯:哦,少女,看到你被吊在那里,我真为你感到难过。
§1111οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων §1112καὶ κλέπτο καὶ πανοῦργο.
\n 弓兵:不是少女,是个坏老头,\n 还是小偷和恶棍。
§1112bληρεῖς ὦ Σκύθα.
\n 欧里庇得斯:胡说八道,斯基泰人。
§1113αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.
\n 她是刻甫斯之女安德洛墨达。
§1114σκέψαι τὸ κύστο·
\n 弓兵:瞧瞧下边。
μή τι μικτὸν παίνεται;
这像个女人的私处吗?
§1115φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης· §1116φέρε Σκύθʼ·
\n 欧里庇得斯:把手给我,让我摸摸这姑娘;\n 斯基泰人,行行好。
ἀνθρώποισι γὰρ νοσήματα §1117ἅπασίν ἐστιν·
因为疾病\n 人人皆有。
ἐμὲ δὲ καὐτὸν τῆς κόρης §1118ταύτης ἔρως εἴληφεν.
而我,也深深地被这姑娘\n 的爱意所捕获了。
§1118bοὐ ζηλῶσί σε· §1119ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον, §1120οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.
\n 弓兵:我不羡慕你;\n 不过要是屁股转到这边来,\n 我就不阻拦你带去爆菊。
§1121τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα §1122πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
\n 欧里庇得斯:斯基泰人,为什么你不让我解开她,\n 让她与我共赴婚姻之床,共入洞房?
§1123εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο, §1124τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
\n 弓兵:要是你非要,就去爆那老头的菊,\n 在木板上挖个洞,从后面爆。
§1125μὰ Δίʼ ἀλλὰ λύσω δεσμά.
\n 欧里庇得斯:凭宙斯起誓,我一定要解开锁链。
§1125bμαστιγῶ σʼ ἄρα.
\n 弓兵:那我可要鞭打你。
§1126καὶ μὴν ποιήσω τοῦτο.
\n 欧里庇得斯:即便如此我也要干。
§1126bτὸ κεπαλή σʼ ἄρα §1127τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.
\n 弓兵:那你的脑袋\n 就要被这把小刀给砍下来。
§1128αἰαῖ·
\n 欧里庇得斯:哀哉!
τί δράσω;
我该怎么办?
πρὸς τίνας στρεφθῶ λόγους;
该用什么说辞?
§1129ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
\n 但野蛮人的心智根本无法接受这些。
§1130σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ §1131μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ §1132τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
\n 因为对愚钝之人奉上崭新的智慧,\n 也不过是徒劳无功;相反,应该采用\n 另一种适合他的计策。
§1133μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.
\n 弓兵:肮脏的狐狸,他怎么总想骗我。
§1134μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν.
\n 亲戚的男:帕尔修斯,别忘了你把我这可怜的人遗弃在这里。
§1135ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;
\n 弓兵:你还想挨鞭子吗?
§1136Παλλάδα τὴν φιλόχορον ἐμοὶ §1137δεῦρο καλεῖν νόμος ἐς χορόν, §1138παρθένον ἄζυγα κούρην, §1140ἣ πόλιν ἡμετέραν ἔχει §1141καὶ κράτος φανερὸν μόνη §1142κλῃδοῦχός τε καλεῖται.
\n 歌队:按习俗,我在此召唤\n 热爱舞蹈的帕拉斯加入我们的舞池,\n 召唤那未婚的纯洁处女,\n 她守护着我们的城邦,\n 唯有她掌握着显赫的主权,\n 被奉为掌管钥匙的守护者。
§1143φάνηθʼ ὦ τυράννους §1144στυγοῦσʼ ὥσπερ εἰκός.
\n 显圣吧,哦,正如常理\n 痛恨僭主的那位。
§1145δῆμός τοί σε καλεῖ γυναικῶν· §1146ἔχουσα δέ μοι μόλοις §1147εἰρήνην φιλέορτον.
\n 妇女们的民众正在呼唤你;\n 愿你来到我身旁,携带着\n 热爱节日的和平。
§1148ἥκετʼ εὔφρονες ἵλαοι, §1149πότνιαι, ἄλσος ἐς ὑμέτερον, §1150οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν §1151ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι §1152φαίνετον ἄμβροτον ὄψιν.
\n 仁慈而乐意的女皇们啊,\n 请降临到你们神圣的林苑中,\n 在这里,男人们是绝无权利窥视\n 双女神那庄严的秘仪的,在此你们用火炬\n 彰显出不朽的容颜。
§1153μόλετον ἔλθετον, ἀντόμεθʼ ὦ
\n 降临吧,来临吧,我们祈求你们,哦

词汇与语法注释

  1. 1059Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια — 回音(木灵)对自身身份的说明。其中的 ἐπικοκκάστρια 意为“嘲弄、戏谑的女性”,生动地表现了回音模仿他人言语并加以嘲弄的喜剧性特质。
  2. 1103τὸ γραμματέο σὺ τὴ κεπαλή — 斯基泰弓兵蹩脚的希腊语。他将欧里庇得斯所说的“戈耳工的头颅(Γοργόνος κεφαλή)”误听为雅典书记官“戈耳格斯(Γόργος)的脑袋”。其特征是故意配置了格变化错误(以 τὸ γραμματέο 代替 τοῦ γραμματέως)和性数不一致等蛮腔蛮调。
  3. 1114σκέψαι τὸ κύστο — 弓兵粗俗的言辞“瞧瞧下边”。他指着着女装的亲戚男子的裆部,讽刺道只要看那里(实际上露出了男性器,或明显是男性下体),就显然不像女性的私处(女性器)。τὸ κύστο 是女性器单词 κύσθος 的蹩脚格变化形式。
  4. 1119ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον — “不过要是屁股转到这边来”这一条件从句。弓兵在此提出了一个极其猥琐的条件:他并不嫉妒帕尔修斯带走安德洛墨达,但前提是把屁股朝向他供其进行鸡奸,如此他便不会出手干涉其带走人。

引用这一段

阿里斯托芬, 地母节妇女 §1058-1153. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg008.humanitext-grc2:1058-1153

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。