Humanitext Reader

阿里斯托芬 · 地母节妇女 §799-873

赞美女性与对欧里庇得斯海伦的戏仿

第 11 段,共 15 段 · 希腊语

内容简介

歌队慷慨陈词地宣示了女性对男性的优越性之后,亲戚男子决定开始戏仿欧里庇得斯的悲剧《海伦》以吸引其前来,自己则扮演在埃及的海伦开始诉苦。

§799αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν.
再次看到那“祸害”探出头来。
οὕτως ἡμεῖς ἐπιδήλως §800ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι.
因此,我们显然比你们优秀得多,也有试金石摆在眼前可看。
§801βάσανον δῶμεν πότεροι χείρους.
让我们检验一下哪一方更差。
ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς, §802ὑμεῖς δʼ ἡμᾶς.
因为我们说你们是,而你们说我们是。
σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον, §803παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομʼ ἑκάστου.
那我们就来审视,把每一个人进行对比,将每个女人与每个男人的名字放在一起对比。
§804Ναυσιμάχης μέν γʼ ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
例如,卡米诺斯就不如娜乌西玛赫;其行径昭然若揭。
§805καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς.
而且克莱奥丰无疑在各方面都比萨拉巴克科更差。
§806πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι, §807καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδʼ ἐγχειρεῖ πολεμίζειν.
至于阿利斯托玛赫,就是很久以前马拉松战役中的那位,以及斯特拉托妮克,你们中没有一个人敢去与她们竞争。
§808ἀλλʼ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων §809παραδοὺς ἑτέρῳ τὴν βουλείαν;
难道去年的议员中有人比尤布勒更优秀,那个把议员职位让给别人的家伙?
οὐδʼ αὐτὸς τοῦτό γε φήσεις.
甚至连你自己也不会赞同这一点。
§810οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθʼ εἶναι.
因此,我们自豪地宣告,我们比男人优秀得多。
§811οὐδʼ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα §812ἐς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλʼ ἢν τὰ μέγισθʼ ὑφέληται §813φορμὸν πυρῶν τἀνδρὸς κλέψασʼ, αὐθημερὸν αὔτʼ ἀπέδωκεν.
女人绝不会盗窃五十塔兰同的公款,然后坐着马车招摇地进城;哪怕她犯下最大的偷窃,也不过是从丈夫那里偷走一篮小麦,而且当天就会还回去。
§814ἀλλʼ ἡμεῖς ἂν πολλοὺς τούτων §815ἀποδείξαιμεν ταῦτα ποιοῦντας. §816καὶ πρὸς τούτοις γάστριδας ἡμῶν §817ὄντας μᾶλλον καὶ λωποδύτας §818καὶ βωμολόχους κἀνδραποδιστάς.
然而,我们能指出他们中的许多人正在干着这些勾当,不仅如此,他们比我们更贪吃,还是扒手,谄媚之徒以及拐卖人口的贩子。
§819καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε §820χείρους ἡμῶν εἰσιν σῴζειν· §821ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν §822τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι §823τὸ σκιάδειον· §824τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοις §825ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν §826ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ, §827πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμων §828ἐν ταῖς στρατιαῖς §829ἔρριπται τὸ σκιάδειον.
而且毫无疑问,在保护祖传家产方面,他们也比我们逊色;因为直到现在,我们手中依然完好保存着织布机机轴、织筘、小篮子以及遮阳伞;可是至于我们的这些丈夫,许多人已经把织筘从家里弄丢了,连带着枪尖一起丢了,而对于其他许多人,从他们的肩膀上,在服役行军时,遮阳伞已经被扔掉了。
§830πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν §831τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον.
我们女人可以理直气壮地对男人们提出许多指责,而其中有一件最为离奇。
§832χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει, §833ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα, §834προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις §835ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·
应当如此:如果我们中有人生下了一个对城邦有用的杰出人物,比如步兵统领或将军,她就应该获得某种荣誉,在斯泰尼亚节和斯基拉节上被赐予前排特座,以及在我们所举办的其他节日里也是如此。
§836εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή, §837ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν, §838ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην §839τῆς τὸν ἀνδρεῖον τεκούσης.
但如果一个妇人生下了一个懦弱无耻之徒,比如一个无能的三列桨战船长或蹩脚的舵手,她就应当剪成锅盖头,坐在后面,屈居于生下勇士的母亲之后。
τῷ γὰρ εἰκὸς ὦ πόλις §840τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην §841λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου, §842καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι §843καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον, §844ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί, §845ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.
城邦啊,这成何体统,许珀波罗斯的母亲居然身穿白衣,披散着头发,坐在拉马科斯母亲的近旁,甚至还能放债,而在理,如果她放债给任何人并索要利息,任何人都根本不该给她付利息,反倒应该强行夺走她的钱财,并对她说道: “既然你生下了这样的‘利息(后代)’,你也就配得上这样的‘利息’了。
§846ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.
” 亲戚的男:我等得眼睛都望穿了,但他却还没来。
§847τί δῆτʼ ἂν εἴη τοὐμποδών;
究竟是什么在阻碍他?
οὐκ ἔσθʼ ὅπως §848οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.
绝无可能不是因为《帕拉墨得斯》太冷场而让他感到羞愧。
§849τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
那我究竟该用哪出戏才能把他引到这里来呢?
§850ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
我知道了:我要模仿那出新作《海伦》。
§851πάντως ὑπάρχει μοι γυναικεία στολή.
反正我现在身上正穿着女装。
§852τί αὖ σὺ κυρκανᾷς;
麦卡:你又在捣鼓什么?
τί κοικύλλεις ἔχων;
你为什么一直东张西望的?
§853πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως §854ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
你很快就会看到一个让你吃尽苦头的海伦,如果你不规规矩矩的,直到执政官中的某个人出现。
§855Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, §856ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον §857λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
亲戚的男:这些是尼罗河那美丽如处子的溪流,它代替天上的雨水,润泽着埃及那白色的平原,以及靠着黑泥生活的子民。
§858πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
麦卡:凭着带来光明的赫卡忒起誓,你真是个恶棍。
§859ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος §860Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
亲戚的男:而对我而言,我的祖国并非无名之地,乃是斯巴达,而我的父亲是廷达瑞奥斯。
§860bσοί γʼ ὦλεθρε
麦卡:至于你,你这个灾星!
§861πατὴρ ἐκεῖνός ἐστι;
那位是你的父亲?
Φρυνώνδας μὲν οὖν.
我看分明是弗里农达斯。
§862Ἑλένη δʼ ἐκλήθην.
亲戚的男:而我被命名为海伦。
§862bαὖθις αὖ γίγνει γυνή, §863πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
麦卡:你怎么又变成女人了,难道你先前的男扮女装还没受到惩罚吗?
§864ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαις §865ῥοαῖσιν ἔθανον.
亲戚的男:因为我的缘故,无数灵魂在斯卡曼德洛斯河畔丧了命。
§865bὤφελες δὲ καὶ σύ γε.
麦卡:要是你也死在那里就好了!
§866κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ·
亲戚的男:而我如今就在此地。
ὁ δʼ ἄθλιος πόσις §867οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
但我那可怜的丈夫,我的墨涅拉俄斯至今尚未现身。
§868τί οὖν ἔτι ζῶ;
那我还为什么活着?
§868bτῶν κοράκων πονηρίᾳ.
麦卡:多亏了乌鸦们太懒!
§869ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
亲戚的男:但是,仿佛有什么在撩拨着我的心弦。
§870μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.
噢,宙斯,请不要让我那即将来临的希望落空!
§871τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος, §872ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ §873κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;
欧里庇得斯:是谁统治着这坚固的宅邸,他是否愿意接待在冬日的暴风雨和海难中、因汹涌的波涛而疲惫不堪的异乡人?

词汇与语法注释

  1. 826αὐτῇ λόγχῃ — αὐτός 加上与格的一种惯用表达法,表示“连同……”、“和……一起”的伴随或同时消失。在此处,织筘(κανών)“连同枪尖本身(αὐτῇ λόγχῃ)”一起丢失,幽默地将家中的织布工具与在战场上丢弃的武器混为一谈。
  2. 842δδόναι — 不定式 διδόναι 既可以解释为依赖于第 842 行的 χρῆν(“本应当”),也可以作为表示强烈命令或义务的“命令性不定式”(“任何人都不该支付”)。
  3. 845τόκου τεκοῦσα τοιοῦτον τόκον — 名词 τόκος(既指“利息”又指“后代/生育”)与分词 τεκοῦσα(源自 τίκτω,“生育”)的同音词双关妙用。它包含了讽刺的双重含义:“既然你生下了这样的后代(特指恶名昭彰的政治家许珀波罗斯),你也配得到(金钱上的)利息。”
  4. 852κυρκανᾷς; τί κοικύλλεις ἔχων — 现在分词 ἔχων 的一种惯用副词性用法,与其他限定动词(此处为 κοικύλλεις)连用,用以表达“一直……”、“老是在……”等带有不耐烦或指责语气的持续动作。
  5. 856λευκῆς — 属格阴性单数形容词 λευκῆς(“白色的”)修饰阴性的 Αἰγύπτου(“埃及”)或省略的 γῆς(“土地”),用以形容“白色的埃及平原”(或指未受纳尔河水泛滥浸润前的干燥土地)。此句模仿自欧里庇得斯悲剧《海伦》的开篇,并与下一行“靠黑泥生活的子民”(μελανοσυρμαῖον λεών)形成幽默而鲜明的对比。

引用这一段

阿里斯托芬, 地母节妇女 §799-873. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg008.humanitext-grc2:799-873

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。