Humanitext Reader

阿里斯托芬 · 地母节妇女 §641-725

姆内西洛科斯暴露身份与劫持婴儿

第 9 段,共 15 段 · 希腊语

内容简介

姆内西洛科斯被剥光衣物,其男性身份彻底暴露。陷入绝境的他突然夺走身旁妇女的婴儿并逃往祭坛,以孩子的生命为要挟,要求妇女们放他走。

§641στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
第三妇女:因为我不孕,以前从未怀过孕。
§642νῦν·
第一妇女:现在(你倒这么说)!
τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
可刚才你还是九个孩子的母亲呢。
§643ἀνίστασʼ ὀρθός.
克莱斯提尼:站直了!
ποῖ τὸ πέος ὠθεῖς κάτω;
你把那阴茎往下塞到哪儿去?
§644τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.
第一妇女:瞧,这玩意儿露出来了,而且气色还挺好呢,你这可恶的家伙!
§645καὶ ποῦ ʼστιν;
克莱斯提尼:在哪儿呢?
§645bαὖθις ἐς τὸ πρόσθεν οἴχεται.
第一妇女:又跑到前面去了。
§646οὐκ ἐνγεταυθί.
克莱斯提尼:这儿没有啊。
§646bμἀλλὰ δεῦρʼ ἥκει πάλιν.
第一妇女:不,它又回到这儿来了。
§647ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ·
克莱斯提尼:你身上有个地峡吧,老兄!
ἄνω τε καὶ κάτω §648τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
你把那阴茎拉上拉下,比科林斯人过地峡还要频繁。
§649ὦ μιαρὸς οὗτος·
第一妇女:真是不堪的家伙!
ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου §650ἡμῖν ἐλοιδορεῖτο.
难怪他刚才要为了欧里庇得斯把我们臭骂一通。
§650bκακοδαίμων ἐγώ, §651εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
第三妇女:我真倒霉,竟然让自己卷入了这样一桩麻烦事里。
§652ἄγε δὴ τί δρῶμεν;
第一妇女:好吧,我们现在该怎么办?
§652bτουτονὶ φυλάττετε §653καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται· §654ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
克莱斯提尼:好好看着这家伙,免得他逃跑溜掉了;我这就去把这些事报告给执政官们。
§655ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ §656ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας §657ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι §658τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
歌队:既然如此,接下来我们现在就应该点起火把,牢牢而勇敢地束起腰带,脱下外套,搜寻是否还有别的男人混了进来,并环绕跑遍整个普尼克斯山,仔细检查帐篷和所有通道。
§659εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα §660καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ §661μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι, §662ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.
来吧,首先必须迈开轻捷的脚步,并静静地四处搜寻;我们唯一需要做的就是不要拖延,因为现在不是再犹豫的时候,而应该立刻以最快的速度绕着圈子跑第一趟。
§663εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ, §664εἴ τις ἐν τόποις ἑδραῖος §664aἄλλος αὖ λέληθεν ὤν.
来吧,现在快快追踪和搜寻一切,是否有人坐在这里,又有别的什么人隐藏着。
§665πανταχῇ δὲ ῥῖψον ὄμμα, §666καὶ τὰ τῇδε καὶ τὰ δεῦρο §667πάντʼ ἀνασκόπει καλῶς.
四下里投去眼光,这儿那儿,全部仔细看清。
§668ἢν γάρ με λάθῃ δράσας ἀνόσια, §668aδώσει τε δίκην καὶ πρὸς τούτῳ §669τοῖς ἄλλοις ἀνδράσιν ἔσται §670παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων §671ἀθέων τε τρόπων·
因为如果做了不虔敬之事的家伙避过了我的耳目,他不仅将受到惩罚,而且此外还将对其他男人成为狂妄和不义行径的典型,以及不信神的做派。
§672φήσει δʼ εἶναί τε θεοὺς φανερῶς, §673δείξει τʼ ἤδη §674πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας §675†δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα §676μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
他将公开承认神明的存在,并立刻向所有人表明世人都当敬畏神灵,并公义地遵循神圣和律法的事物,用心去行一切善美之事。
§677κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται· §678αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν, §680†μανίαισ† φλέγων λύσσῃ παράκοπος, §681†εἴ τι δρῴη† §682πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν, §683ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν §685θεὸς ἀποτίνεται.
而如果他们不这样做,便会发生如下的事情:每当他们中有人因行不虔敬之事被捕,燃着疯狂,在狂乱中丧失理智,(哪怕他做了什么)他都将被所有的女人和凡人清晰看见,因为不法与不虔敬的行径,神明临在,必将予以惩罚。
§686ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
不过,看来我们已经把一切都仔细搜寻完毕了。
§687οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.
至少我们没再看到有别人潜伏在这里。
§689ἆ ποῖ σὺ φεύγεις;
第一妇女:啊! 你往哪儿跑?
οὗτος οὗτος οὐ μενεῖς;
喂,你这家伙,还不站住!
§690τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
我真命苦,真命苦啊!
§691ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
还有我的孩子,被他从我的乳房前夺走,跑掉了!
§692κέκραχθι·
第三妇女:叫吧!
τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς, §693ἢν μή μʼ ἀφῆτʼ·
但除非你们放了我,否则你休想再喂这孩子一口饭。
ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων §694πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας §695καθαιματώσει βωμόν.
相反,就在这祭坛的股骨之上,被这把刀刺中,它那流血的静脉将染红祭坛。
§695bὦ τάλαινʼ ἐγώ.
第一妇女:哎呀,我真命苦啊!
§696γυναῖκες, οὐκ ἀρήξετʼ;
姐妹们,你们不来帮忙吗?
οὐ πολλὴν βοὴν §697στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου §698τέκνου με περιόψεσθʼ ἀποστερουμένην;
你们不该大声呼喊并立起胜利碑,难道就眼睁睁看着我被夺走独生子吗?
§699ἔα ἔα.
歌队:呀! 呀!
§700ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι §701νεοχμὸν αὖ τέρας;
哦,尊贵的命运女神啊,我在此又看到了什么新鲜的怪事?
§702ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
一切竟然是如此充满了胆大妄为和厚颜无耻!
§703οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
朋友们,他又做出了何等的事情,这又是何等的行径!
§704οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
第三妇女:看我不把你们那过分的傲慢敲得粉碎!
§705ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;
歌队:这难道还不够可怕,甚至已经超越了可怕的极限吗?
§706δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.
第一妇女:确实可怕,他竟然抢走并挟持了我的孩子!
§707τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε §708τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;
歌队:当这家伙做出这等事还如此厚颜无耻时,谁还能对此说些什么呢?
§709κοὔπω μέντοι γε πέπαυμαι.
第三妇女:而且,我还完全没有罢手呢!
§710ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ §711ἀποδρὰς λέξεις §712οἷον δράσας διέδυς ἔργον, §713λήψει δὲ κακόν.
歌队:但无论如何,你已经落入了一个你绝无法轻易地逃脱并去诉说你做出了何等勾当并得以脱身的地方,你必将遭到报应。
§714τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
第三妇女:但这事可千万别发生,我祈求免受此难。
§715τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν §716ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
歌队:那么,在不义之举中,不死的神明里谁会来作你的盟友?
§717μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.
第三妇女:你们白费口舌;我绝不会放了她。
§719ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως §720ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους §721ἐπʼ ἀθέοις ἔργοις· §722καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
歌队:不,凭两位女神起誓,你在不敬神的恶行之上肆意侮辱、口出狂言,绝不会轻易逃脱惩罚;因为我们必定会为了这些事,给予你应得的报应。
§723τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον §725ἐπέχει τύχη.
运势很快就会转而变成另一种惩罚,将你笼罩。

词汇与语法注释

  1. 643ποῖ — 疑问副词 `ποῖ`(“往何处”)表示方向,与表示方向性运动的动词短语 `ὠθεῖς κάτω`(“向下推”)连用,指示把阴茎向下藏匿这一动作的终点。
  2. 648πυκνότερον Κορινθίων — `Κορινθίων` 是由比较级副词 `πυκνότερον`(“更频繁地”)所要求支配的比较属格。此处利用科林斯人频繁往返于其地峡这一事实,构成双关幽默。
  3. 653ὅπως μὴ ... οἰχήσεται — `ὅπως μὴ ... οἰχήσεται` 是接在表示警戒、防备的动词(此处为 `φυλάττετε`)之后的从句,以 `ὅπως μή` 搭配直说语气将来时(`οἰχήσεται`),表示强烈的否定目的或劝诫(“务必使他不要跑掉”)。
  4. 656ἀποδύσας — `ἀποδύσας` 是及物动词 `ἀποδύω` 的第一不定过去时主动分词、阴性宾格复数形式,此处作反身或不及物意(“脱掉[我们自己的]外套”),修饰第655行的宾格主语 `ἡμᾶς`。
  5. 668ἢν γάρ με λάθῃ δράσας — 动词 `λανθάνω`(`λάθῃ`)与补充性分词 `δράσας` 连用,表示“暗中、不为人知地做某事”。人称代词 `με` 作 `λάθῃ` 的直接宾语。

引用这一段

阿里斯托芬, 地母节妇女 §641-725. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg008.humanitext-grc2:641-725

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。