Humanitext Reader

阿里斯托芬 · 地母节妇女 §568c-640

克莱斯提尼的警告与搜查潜入者

第 8 段,共 15 段 · 希腊语

内容简介

在第一妇女和第三妇女相互辱骂之际,阴柔的男性克莱斯提尼前来警告她们防范欧里庇得斯派来的男间谍,妇女们随之展开搜查与审讯。

§568cλαβὲ θοἰμάτιον Φιλίστη.
第一妇女:菲利斯特,把我的斗篷接着。
§569πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν— §569bτί δράσεις;
第一妇女:你再走近一步,凭阿耳忒弥斯起誓,我就―― 第三妇女:你打算怎么样?
§570τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.
第一妇女:我要让你把我刚才被你吞掉的芝麻饼,原原本本地从屁股里拉出来!
§571παύσασθε λοιδορούμεναι·
歌队长:别再对骂了。
καὶ γὰρ γυνή τις ἡμῖν §572ἐσπουδακυῖα προστρέχει.
因为确实有个女人急匆匆地朝我们跑来。
πρὶν οὖν ὁμοῦ γενέσθαι, §573σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.
在聚到一起之前,安静,好让我们能得体地向她打听她要说什么。
§574φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου· §575ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις· §576γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
克莱斯提尼:亲爱的妇女们,与我脾气相投的同胞们:我是你们的朋友,这从我的两颊就能看出来;因为我对女人着迷,而且总是充当你们的保护人。
§577καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα §578ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον, §579ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα §580σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ §581ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
刚才在广场上,我听到一件关于你们的大事在不久前被人们议论,我特地跑来告诉并通知你们,好让你们留心防范,免得突然之间,一件可怕而重大灾祸降临到毫无防备的你们头上。
§582τί δʼ ἔστιν ὦ παῖ;
第一妇女:这是怎么回事,孩子?
παῖδα γάρ σʼ εἰκὸς καλεῖν, §583ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
因为称你为孩子是合适的,只要你的两颊还保持着这般光溜溜无毛的模样。
§584Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα §585αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.
克莱斯提尼:他们说欧里庇得斯今天派了他的一位亲戚,一个老头,到这儿来。
§586πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
第一妇女:为了什么企图,或者出于什么用意的目的?
§587ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν, §588ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
克莱斯提尼:为了使你们无论商议什么、准备做什么,他都能在暗中监视你们的说辞。
§589καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
第一妇女:可一个男人是怎么混在女人堆里而没被察觉的?
§590ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης §591καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
克莱斯提尼:欧里庇得斯用火燎了他的毛,又给他拔光了,并把其他一切都打扮得像个女人一样。
§592πείθεσθε τούτῳ ταῦτα;
第三妇女:(旁白)你们相信他这话吗?
τίς δʼ οὕτως ἀνὴρ §593ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
哪个男人会这么愚蠢,居然忍受被拔光毛?
§594οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.
我反正是不信,凭两位受尊崇的女神起誓。
§595ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν, §596εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
克莱斯提尼:你胡说;如果我不是从那些确切知道的人那里打听到这些,我是绝不会跑来报信的。
§597τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
第一妇女:这通报的事情确实可怕。
§598ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν, §599ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου §600λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
歌队长:但是,妇女同胞们,我们不能拖延,而要寻找那个男人,搜寻他躲在我们之中的什么地方,暗中坐着。
§601καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν §602ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
你也和我们一起把他搜出来吧,这样你就同时得到了这份人情和那份人情,我们的保护人啊。
§603φέρʼ ἴδω·
克莱斯提尼:让我看看。
τίς ἡ πρώτη σύ;
第一个,你是谁?
§603bποῖ τις τρέψεται;
第三妇女:(旁白)该往哪儿躲呢?
§604ζητητέαι γάρ ἐστε.
克莱斯提尼:因为你们都必须接受检查。
§604bκακοδαίμων ἐγώ.
第三妇女:(旁白)我真倒霉。
§605ἔμʼ ἥτις εἴμʼ ἤρου;
第一妇女:你问我是谁?
Κλεωνύμου γυνή.
克莱奥纽摩斯的妻子。
§606γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;
克莱斯提尼:你们认识这个女人是谁吗?
§607γιγνώσκομεν δῆτʼ.
歌队:当然认识。
ἀλλὰ τὰς ἄλλας ἄθρει.
不过快去瞧瞧其他的。
§608ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον §609ἔχουσα;
克莱斯提尼:那这位抱小孩的是谁?
§609bτίτθη νὴ Δίʼ ἐμή.
第一妇女:凭宙斯起誓,我的乳母。
§609cδιοίχομαι.
第三妇女:(旁白)完蛋了,我命休矣。
§610αὕτη σὺ ποῖ στρέφει;
克莱斯提尼:你这家伙,转过去干嘛?
μένʼ αὐτοῦ.
待在原地。
τί τὸ κακόν;
到底搞什么鬼?
§611ἔασον οὐρῆσαί μʼ.
第三妇女:让我小便一下。
§611bἀναίσχυντός τις εἶ.
克莱斯提尼:你真是个不要脸的家伙。
§612σὺ δʼ οὖν ποίει τοῦτʼ.
那你便自便吧。
ἀναμενῶ γὰρ ἐνθάδε.
我就在这儿等着。
§613ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα· §614μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.
第一妇女:您就在这儿等着,而且要狠狠盯住她;因为,大人,唯独她我们谁也不认识。
§615πολύν γε χρόνον οὐρεῖς σύ.
克莱斯提尼:你尿的时间可真够长的。
§615bνὴ Δίʼ ὦ μέλε· §616στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
第三妇女:凭宙斯起誓,大人;我尿涩,因为昨天吃了水芹。
§617τί καρδαμίζεις;
克莱斯提尼:什么水芹不水芹的?
οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;
还不快走到我这儿来?
§618τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;
第三妇女:我都病了,您干嘛拉扯我?
§618bεἰπέ μοι, §619τίς ἔστʼ ἀνήρ σοι;
克莱斯提尼:告诉我,你的丈夫是谁?
§619bτὸν ἐμὸν ἄνδρα πυνθάνει;
第三妇女:你打听我的丈夫?
§620τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
你认识那个谁谁,就是来自科索基达伊区的那个?
§621τὸν δεῖνα;
克莱斯提尼:哪个谁谁?
ποῖον;
究竟是哪个?
§621bἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε §622τὸν δεῖνα τὸν τοῦ δεῖνα— §622bληρεῖν μοι δοκεῖς.
第三妇女:就是那个谁谁呀,他曾经把那个谁谁,那个谁谁的儿子―― 克莱斯提尼:我看你是在胡言乱语。
§623ἀνῆλθες ἤδη δεῦρο πρότερον;
你以前上过这儿来吗?
§623bνὴ Δία §624ὁσέτη γε.
第三妇女:凭宙斯起誓,每年都来。
§624bκαὶ τίς σοὐστὶ συσκηνήτρια;
克莱斯提尼:那你的同帐篷伙伴是谁?
§625ἡ δεῖνʼ ἔμοιγʼ.
第三妇女:就是那个谁谁嘛。
§625bοἴμοι τάλας, οὐδὲν λέγεις.
克莱斯提尼:哎呀,我真命苦,你净在瞎说。
§626ἄπελθʼ.
第一妇女:你让开。
ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς §627ἐκ τῶν ἱερῶν τῶν πέρυσι·
我要根据去年的仪式内容好好审问她。
σὺ δʼ ἀπόστηθί μοι, §628ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ.
你离我远点,免得你作为一个男人在旁偷听。
σὺ δʼ εἰπέ μοι §629ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
你告诉我,在仪式中,最先向我们展示的神圣之物是什么?
§630φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν;
第三妇女:让我想想,最先是什么来着?
ἐπίνομεν.
我们喝酒。
§631τί δὲ μετὰ τοῦτο δεύτερον;
第一妇女:在这之后的第二件事是什么?
§631bπροὐπίνομεν.
第三妇女:我们敬酒喝酒。
§632ταυτὶ μὲν ἤκουσάς τινος·
第一妇女:这你是从别人那儿听来的。
τί δαὶ τρίτον;
那第三件呢?
§633σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.
第三妇女:克塞尼拉要了个便盆,因为当时没有尿壶。
§634οὐδὲν λέγεις.
第一妇女:你在瞎扯。
δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·
快过来,快过来,克莱斯提尼!
§635ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.
这就是你说的那个男人。
§635bτί οὖν ποιῶ;
克莱斯提尼:那我该怎么办?
§636ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
第一妇女:剥光他;因为他没说出一句正经话。
§637κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
第三妇女:那你们难道要剥光一个九个孩子的母亲吗?
§638χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.
克莱斯提尼:快点把胸带解开,你这无耻之徒。
§639ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
克莱斯提尼:看他样子多么结实和强壮!
§640καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
克莱斯提尼:而且凭宙斯起誓,他根本没有像我们那样的乳房。

词汇与语法注释

  1. 570τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω — 前置宾语 τὸν σησαμοῦντα 被提前并由指示代词 τοῦτον 复指。这构成了一式使役句型(ποιήσω + 宾语 + 不定式 χεσεῖν)。
  2. 587ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν — 在由 ἵνα 引导的目的从句中,受主句过去时态不定式 ἀναπέμψαι 的影向,使用了斜格希求法(βουλεύοισθε, μέλλοιτε)而非虚拟语气。
  3. 620τὸν δεῖνα — 不定代词 ὁ δεῖνα(某某、谁谁)被反复使用,用以描绘伪装的男子在逼问下说不出真实的丈夫姓名、语无伦次的窘态。

引用这一段

阿里斯托芬, 地母节妇女 §568c-640. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg008.humanitext-grc2:568c-640

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。