§1154Θεσμοφόρω πολυποτνία, §1155εἰ καὶ πρότερόν ποτʼ ἐπηκόω §1156ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομεν §1157ἐνθάδε χἠμῖν.
掌管法律的两位伟大女神啊,如果以前你们曾垂听并降临,现在请来临吧,我们祈求你们,也降临到我们这里。
§1160γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον §1161σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα, §1162ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ §1163κακὸν τὸ λοιπόν.
妇女们,如果你们想在今后的时间里与我和解,现在就是机会,条件是此后你们绝不会从我这里听到任何坏话。
ταῦτʼ ἐπικηρυκεύομαι.
我特此提出这一条约。
§1164χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;
但是,你是出于什么样的需要才提出这个建议的?
§1165ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
在那木板上的,正是我的姻亲。
§1166ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε §1167κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι, §1168ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν §1169ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
因此,如果我带走这个人,你们就再也不会挨骂;但如果你们不听我的话,等你们的丈夫从战场上回来,我就会向他们告发你们现在在家里背地里做的那些丑事。
§1170τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα·
至于我们这边,你要知道我们已经同意你的条件了。
§1171τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
不过这个野蛮人,你得自己去说服他。
§1172ἐμὸν ἔργον ἐστίν·
那是我的差事。
καὶ σὸν ὦλάφιον ἅ σοι §1173καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
还有你,小鹿,记住我在路上吩咐你做的事。
§1174πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
首先,穿过去,撩起裙子小跑着跳舞。
§1175σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.
特里顿,你吹起波斯曲子。
§1176τί τὸ βόμβο τοῦτο;
这是什么嗡嗡声?
κῶμο τίς ἀνεγεῖρί μοι
什么狂欢把我吵醒了?
§1177ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
这姑娘正要练习呢,弓兵。
§1178ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.
因为她要去给一些男人跳舞。
§1179ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.
跳舞练习,我不阻拦。
§1180ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.
真轻巧,就像羊皮垫子上的跳蚤。
§1181φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·
来,把外衣从上面脱下来,孩子。
坐在斯基泰人的膝盖上,伸出双脚,我好帮你脱鞋。
§1185οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.
呀,这小奶头真硬,就像个芜菁。
§1186αὔλει σὺ θᾶττον·
你吹得再快点!
ἔτι δέδοικας τὸν Σκύθην;
你还怕这个斯基泰人吗?
§1187καλό γε τὸ πυγή.
好屁股。
κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.
要是不待在里面,你就得挨揍。
§1187aἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·
抬起头,凑过来,露了头的。
§1188εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
好,小鸡鸡周围的姿势真不错。
§1189καλῶς ἔχει.
很好。
λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν §1190ἤδη βαδίζειν.
拿上你的衣服,我们该走了。
§1190bοὐκὶ πιλῆσι πρῶτά με;
不先亲我一下?
§1191πάνυ γε· φίλησον αὐτόν.
当然要,亲他一下。
§1193τί οὐ κατεύδει παρʼ ἐμέ;
你为什么不陪我睡?
§1194bναὶ ναὶ γρᾴδιο.
对,对,老太婆。
§1195ἐμοὶ κάρισο σὺ τοῦτο.
你成全我这个。
§1195bδώσεις οὖν δραχμήν;
那你给一枚德拉克马银币吗?
§1196ναὶ ναῖκι δῶσι.
对,对,我给。
§1196bτἀργύριον τοίνυν φέρε.
那把钱拿来。
§1197ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.
但我没钱;不过拿去这箭袋。
§1198ἔπειτα † κομίζεις αὐτοῖς.
然后你还给他们(?
†
)。
§1198bἀκολούτι τέκνον.
跟着我,孩子。
§1199σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
你盯着这个老头,老太婆。
§1200ὄνομα δέ σοι τί ἔστιν;
你叫什么名字?
§1200bἈρτεμισία.
阿尔特米西亚。
§1201μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.
那我记住名字了:阿尔塔姆克西亚。
§1202Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.
狡黠的赫尔墨斯啊,这件事到目前为止你还办得很顺利。
σὺ δʼ ὅπως ἀνδρικῶς §1205ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς §1206ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.
而你,一旦解脱,千万要像个男子汉一样拼命跑,径直跑回家去找你的妻子和孩子。
§1207ἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ.
只要一松绑,这事就包在我身上。
§1208λέλυσο.
给你松开了。
σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην §1209ἥκοντα καταλαβεῖν.
轮到你干活了,在弓兵回来逮住你之前快跑。
§1209bἐγὼ δὴ τοῦτο δρῶ.
我这就跑。
ποῦ τὸ γρᾴδιο;
……老太婆在哪呢?
§1212οἴμʼ ὠς ἀπόλωλο·
天哪,我完蛋了!
ποῦ τὸ γέροντʼ ἐντευτενί;
这里的那个老头去哪了?
§1213ὦ γρᾴδιʼ, ὦ γρᾷ.
老太婆,老太婆!
οὐκ ἐπαινῶ γρᾴδιο.
我不喜欢老太婆了。
§1213aἈρταμουξία.
阿尔塔姆克西亚!
§1214διέβαλλέ μʼ ηʼ γραῦς.
那老太婆骗了我。
ἀπότρεκʼ ὠς τάκιστα σύ·
你,跑得飞快!
§1215ὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ.
真是箭袋;因为这是要拿来干那档子事的。
ποῖ τὸ γρᾴδιʼ;
老太婆去哪了?
Ἀρταμουξία.
阿尔塔姆克西亚!
§1217τὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;
你是在问那个抱着竖琴的老太婆吗?
§1218ναὶ ναῖκι.
对,对。
εἶδες αὐτό;
你看见她了?
§1220κροκῶτʼ ἔκοντο τὴ γέροντο;
那个老头穿着黄袍子吗?
§1220bφήμʼ ἐγώ.
确实是。
§1221ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
如果你往这边追,可能还追得大。
§1222ὦ μιαρὸ γρᾶο·
脏老太婆!
πότερα τρέξι τὴν ὀδό;
我该跑哪条路?
§1223Ἀρταμουξία.
阿尔塔姆克西亚!
§1223aὀρθὴν ἄνω δίωκε.
往正上方追!
ποῖ θεῖς;
你往哪跑?
οὐ πάλιν §1224τῃδὶ διώξει;
怎么不往这边追?
σʼ τοὔμπαλιν τρέχεις σύ γε.
哎呀,你跑反了!
§1225κακόδαιμον, ἀλλὰ τρέξι.
倒霉催的,但我跑。
Ἀρταμουξία.
阿尔塔姆克西亚!
§1226τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.
顺着顺风,奔向地狱去吧,快跑!
不过我们的戏也演得差不多了;所以该是每个人回家的时候了。