Humanitext Reader

阿里斯托芬 · 利西翠妲 §80-154

丽西斯特拉忒提出罢工计划与妇女们的赞同

第 2 段,共 16 段 · 希腊语

内容简介

斯巴达人兰皮托等其他城邦的妇女陆续加入。丽西斯特拉忒提出了通过拒绝性生活来逼迫男人们停战的计划,尽管妇女们起初强烈抗拒,但最终都被说服并表示同意。

§80ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
丽西斯特拉忒:你的肤色多么好,你的身体多么结实啊!
§81κἂν ταῦρον ἄγχοις.
你甚至能掐死一头公牛。
§81bμάλα γʼ οἰῶ ναὶ τὼ σιώ·
兰皮托:凭那两位神明起誓,我也是这么想的。
§82γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
因为我做体操,还做跳起碰臀部的运动。
§83ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
卡洛妮克:你长了一对多么漂亮的乳房啊。
§84ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.
兰皮托:你们摸我就像在摸祭司的祭品一样。
§85ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;
丽西斯特拉忒:那么,这一位年轻的姑娘是从哪里来的?
§86πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία §87ἵκει ποθʼ ὑμέ.
兰皮托:凭那两位神明起誓,她是来自玻俄提亚的高贵使者,来到你们这里。
§87bνὴ μὰ Δία Βοιωτία, §88καλόν γʼ ἔχουσα τὸ πεδίον.
卡洛妮克:凭宙斯起誓,确实是玻俄提亚人,确实长着一片美丽的“平原”。
§88bκαὶ νὴ Δία §89κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
妙里涅:而且,凭宙斯起誓,极其整洁地拔光了她的“薄荷”。
§90τίς δʼ ἡτέρα παῖς;
丽西斯特拉忒:那另一位姑娘又是谁?
§90bχαΐα ναὶ τὼ σιώ, §91Κορινθία δʼ αὖ.
兰皮托:凭那两位神明起誓,是一位出身高贵的姑娘,也是科林斯人。
§91bχαΐα νὴ τὸν Δία §92δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.
卡洛妮克:凭宙斯起誓,确实“高贵”,从这儿(臀部)看去,真是显而易见。
§93τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον §94τὸν τᾶν γυναικῶν;
兰皮托:不过,是谁把这一队妇人召集起来的?
§94bἥδʼ ἐγώ.
丽西斯特拉忒:就是我。
§94cμύσιδδέ τοι §95ὅ τι λῇς ποθʼ ἁμέ.
兰皮托:那么请说吧,你到底想要我们做什么。
§95bνὴ Δίʼ ὦ φίλη γύναι, §96λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.
卡洛妮克:是的,凭宙斯起誓,亲爱的朋友,快告诉我们,你那件严重的事情究竟是什么。
§97λέγοιμʼ ἂν ἤδη.
丽西斯特拉忒:那我就说了。
πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ §98ἐπερήσομαί τι μικρόν.
不过在说之前,我要先问你们一个小问题。
§98bὅ τι βούλει γε σύ.
妙里涅:只要是你想要的,问什么都行。
§99τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων §100ἐπὶ στρατιᾶς ἀπόντας;
丽西斯特拉忒:你们难道不思念孩子们那在军队里、缺席在外的父亲吗?
εὖ γὰρ οἶδʼ ὅτι §101πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
因为我很清楚,你们每个人的丈夫都在外地远征。
§102ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν §103ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
卡洛妮克:我那个丈夫,唉,真命苦,已经走了五个月,到色雷斯去防守埃乌克拉特斯了。
§104ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
妙里涅:我那个则是整整七个月都在皮洛斯。
§105ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά, §106πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
兰皮托:我那个呀,哪怕什么时候从军中回来了,也马上扣好盾牌带,飞也似地又走了。
§107ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
卡洛妮克:连情人的一丝火星都没留下来。
§108ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι, §109οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον, §110ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.
丽西斯特拉忒:自从米利都人背叛了我们,我连个八指长的皮阳具都没见过,那本可以成为我们皮制的救星。
§111ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ, §112μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
那么,如果我能找到一个妙计,你们愿意跟我一起结束这场战争吗?
§112bνὴ τὼ θεώ·
妙里涅:凭那两位女神起誓,当然愿意!
§113ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον §114τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
我甚至愿意,哪怕要把我这件外套押出去,在当天就把它喝个精光,我也愿意。
§115ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ §116δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
卡洛妮克:我呢,我觉得哪怕像一条比目鱼那样,把自己切下一半来献出去也行。
§117ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω §118ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.
兰皮托:我呢,哪怕要我爬上泰格特斯山,只要能在那儿看到和平,我也愿意爬上去。
§119λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
丽西斯特拉忒:那我就说了;因为这计划不应该再隐瞒。
§120ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν §121ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν, §122ἀφεκτέʼ ἐστὶ— §122bτοῦ;
女同胞们,如果我们真的要强迫男人们维持和平,我们必须克制自己不接触―― 卡洛妮克:什么?
φράσον.
快说!
§122cποιήσετʼ οὖν;
丽西斯特拉忒:那么,你们会照做吗?
§123ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
卡洛妮克:我们会照做的,即使要我们付出生命的代价。
§124ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
丽西斯特拉忒:那么,我们必须拒绝阳具。
§125τί μοι μεταστρέφεσθε;
你们为什么背过脸去?
ποῖ βαδίζετε;
你们要去哪儿?
§126αὗται τί μοιμυᾶτε κἀνανεύετε;
你们为什么撇着嘴、摇着头?
§127τί χρὼς τέτραπται;
为什么脸色变了?
τί δάκρυον κατείβεται;
为什么眼泪流了下来?
§128ποιήσετʼ ἢ οὐ ποιήσετʼ;
你们做还是不做?
ἢ τί μέλλετε;
还在犹豫什么?
§129οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
妙里涅:我可不干,让战争继续下去吧!
§130μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
卡洛妮克:凭宙斯起誓,我也不干,让战争继续下去吧!
§131ταυτὶ σὺ λέγεις ὦ ψῆττα;
丽西斯特拉忒:这话是你说的吗,你这只“比目鱼”?
καὶ μὴν ἄρτι γε §132ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
可刚才你还说哪怕把自己切下一半来也在所不惜呢。
§133ἄλλʼ ἄλλʼ ὅ τι βούλει·
卡洛妮克:别的事,别的什么事都行!
κἄν με χρῇ διὰ τοῦ πυρὸς §134ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.
哪怕要我赴汤雕火,我也愿意去;这总比没有阳具强。
§135οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.
因为没有什么能比得上它,亲爱的丽西斯特拉忒。
§136τί δαὶ σύ;
丽西斯特拉忒:那么你呢?
§136bκἀγὼ βούλομαι διὰ τοῦ πυρός.
妙里涅:我也情愿赴汤雕火。
§137ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
丽西斯特拉忒:啊,我们这整个女性群体真是一群无可救药的好色之徒!
§138οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
难怪悲剧总是拿我们当题材。
§139οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
因为除了波塞冬和木桶,我们什么都不是。
§140ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ §141μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν, §142ξυμψήφισαί μοι.
但是,亲爱的斯巴达人,只要你一个人能跟我站在一起,我们也许还能挽回大局,支持我吧。
§142bχαλεπὰ μὲν ναὶ τὼ σιὼ §143γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
兰皮托:凭那两位神明起誓,这实在是一件难事,要女人在没有勃起硬挺的情况下,独自一人入睡。
§144ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.
但不管怎样,我们依然需要和平。
§145ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
丽西斯特拉忒:啊,我最亲爱的,你真是这群人中唯一真正的女人!
§146εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις, §147ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
卡洛妮克:但是,如果我们真的尽可能地拒绝你所说的那些事,但愿千万别发生!
§148γένοιτʼ ἂν εἰρήνη;
――和平真的会因此而更快到来吗?
§148bπολύ γε νὴ τὼ θεώ.
丽西斯特拉忒:大有希望,凭那两位女神起誓。
§149εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι, §150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις §151γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, §152στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, §153ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα, §154σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.
因为,如果我们化好妆坐在屋里,穿着阿莫尔戈斯式透明的短上衣,把私处的毛拔得干干净净、近乎赤裸地走上前,男人们的下体坚挺,极度渴望交合,我们却不让他们靠近,坚决拒绝,他们一定会迅速缔结和平,我很清楚这一点。

词汇与语法注释

  1. §81bναὶ τὼ σιώ — 斯巴达的多利斯方言(拉科尼亚方言)誓言,相当于雅典方言的 ναὶ τὼ θεώ(凭两位神明起誓)。这里的“两位神明”指斯巴达的守护神卡斯托耳和波吕丢克斯(迪奥斯库洛伊)。
  2. §84ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε — ᾇπερ 在拉科尼亚方言中意为 ὥσπερ(正如)。ὑποψαλάσσετε 意为“用手摸、抚摸”,指检查祭品(ἱερεῖον)是否完好,此处生动地描绘了妇女们抚摸并检查兰皮托身体和乳房的情景。
  3. §105καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά — 多利斯方言的条件从句。καἴ κʼ 相当于 καὶ ἐάν(雅典方言的 κἄν),τᾶς ταγᾶς 相当于 τῆς στρατείας(军务/服役),ἔλσῃ 相当于虚拟语气 ἔλθῃ,ποκά 相当于 ποτέ(一旦、万一)。
  4. §113κἂν εἴ με χρείη τοὔγκυκλον τουτὶ καταθεῖσαν — χρείη 是无人称动词 χρή 的现在时祈愿语气,构成条件从句。不定式 ἐκπιεῖν(喝干)的逻辑主语(省略的代词 ἐμέ)由双关含义的分词 καταθεῖσαν(抵押,或脱下)修饰,该分词采用宾格阴性单数形式与其保持一致。
  5. §115δοῦναι ἂν ἐμαυτῆς — 在主动词 δοκῶ 的支配下,语气助词 ἄν 与不定式 δοῦναι 连用,表示潜在或虚拟的意愿(“我想我会献出”)。ἐμαυτῆς 是属格形式,是由后文的 θἤμισυ(一半,即 τὸ ἥμισυ)所支配的部分属格。
  6. §152στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν — 这一系列祈愿语气动词(καθοίμεθʼ、παρίοιμεν、στύοιντο、ἐπιθυμοῖεν、προσίοιμεν、ἀπεχοίμεθα)均由 §149 中的条件连词 εἰ(如果)所引导。它表示对未来的某种虚拟或假设(“如果男人们勃起……”),并引向 §154 中的主句结论(ποιήσαιντʼ ἄν)。

引用这一段

阿里斯托芬, 利西翠妲 §80-154. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:80-154

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。