Humanitext Reader

阿里斯托芬 · 利西翠妲 §155-236

占领阿克罗波利斯之计与饮酒盟誓

第 3 段,共 16 段 · 希腊语

内容简介

丽西斯特拉忒和妇女们讨论罢工战术,并透露了由年长妇女占领阿克罗波利斯的计划。随后,她们以酒杯代替牺牲,共同举行了庄严而又滑稽的宣誓仪式以结成同盟。

§155ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ §156γυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος.
\n兰皮托:连梅内拉俄斯,我想,当他瞥见海伦那裸露的\n\n乳房时,也扔掉了他的剑。
§157τί δʼ ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς ὦ μέλε;
\n\n卡洛妮克:但是,亲爱的,如果男人们真的把我们抛弃了怎么办?
§158τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
\n\n丽西斯特拉忒:就像费雷克拉特斯所说:“剥那张已经剥掉的狗皮”(无济于事)。
§159φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα.
\n\n卡洛妮克:那些陈词滥调都是无稽之谈。
§160ἐὰν λαβόντες δʼ ἐς τὸ δωμάτιον βίᾳ §161ἕλκωσιν ἡμᾶς;
\n\n但是,如果他们强行抓住我们,\n\n把我们拖进卧室呢?
§161bἀντέχου σὺ τῶν θυρῶν.
\n\n丽西斯特拉忒:那你就紧紧抓住门框。
§162ἐὰν δὲ τύπτωσιν;
\n\n卡洛妮克:如果他们打我们呢?
§162bπαρέχειν χρὴ κακὰ κακῶς.
\n\n丽西斯特拉忒:那你就顺从,但态度必须恶劣。
§163οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
\n\n因为强迫而得到的东西,对他们来说没有任何乐趣。
§164κἄλλως ὀδυνᾶν χρή·
\n\n而且,我们必须让他们感到痛苦。
κἀμέλει ταχέως πάνυ §165ἀπεροῦσιν.
别担心,他们很快就会\n\n放弃。
οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεται §166ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
因为如果妻子不配合,\n\n男人绝不会感到快乐。
§167εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
\n\n兰皮托:如果你们两个都这么认为,我们也赞同。
§168καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες §169παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·
\n\n我们会劝说我们那里的丈夫,\n\n在一切方面都真诚、无欺地维持和平。
§170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον §171πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
\n\n但是,对于雅典人那些无赖之徒,\n\n怎样才能劝说他们不要再胡闹呢?
§172ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.
\n\n丽西斯特拉忒:别担心,我们会劝说我们这边的人。
§173οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες, §174καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
\n\n只要他们的三列桨战船还有脚(桨),\n\n只要女神殿里还有无底的财富。
§175ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον· §176καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
\n\n不过,这件事情也已经做好了充分准备;\n\n因为我们今天就将占领阿克罗波里斯。
§177ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, §178ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, §179θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
\n\n最年长的妇女们已经被命令去执行这项任务,\n\n当我们在达成这个协议的时候,\n\n她们会借着献祭的幌子占领阿克罗波里斯。
§180παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
\n\n兰皮托:这样就万无一失了,你在这点上也说得极好。
§181τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ §182ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
\n\n丽西斯特拉忒:那么,兰皮托,我们为什么不尽快\n\n共同起誓,好让这协议不可动摇呢?
§183πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
\n\n兰皮托:把誓言向我们展示吧,我们一定起誓。
§184καλῶς λέγεις.
\n\n丽西斯特拉忒:说得好。
ποῦ ʼσθʼ ἡ Σκύθαινα;
斯基泰女兵在哪?
ποῖ βλέπεις;
你往哪儿看呢?
§185θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, §186καί μοι δότω τὰ τόμιά τις.
\n\n把盾牌反扣着放在我们面前,\n\n让谁把牺牲的祭品递给我。
§186bΛυσιστράτη §187τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς;
\n\n卡洛妮克:丽西斯特拉忒,\n\n你要让我们起什么样的誓?
§187bὅντινα;
\n\n丽西斯特拉忒:什么样的誓?
§188εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ, §189μηλοσφαγούσας.
\n\n在盾牌上,就像他们说在埃斯库罗斯剧里曾经做过的那样,\n\n宰杀一只绵羊。
§189bμὴ σύ γʼ ὦ Λυσιστράτη §190εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
\n\n卡洛妮克:千万别,丽西斯特拉忒,\n\n别在盾牌上起关于和平的誓!
§191τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος;
\n\n丽西斯特拉忒:那该用什么样的誓言呢?
§191bεἰ λευκόν ποθεν §192ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.
\n\n卡洛妮克:如果我们能从哪里\n\n弄到一匹白马,把它当作祭品宰杀。
§193ποῖ λευκὸν ἵππον;
\n\n丽西斯特拉忒:哪儿来的白马?
§193bἀλλὰ πῶς ὀμούμεθα §194ἡμεῖς;
\n\n卡洛妮克:那我们要怎么\n\n起誓呢?
§194bἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.
\n\n丽西斯特拉忒:凭宙斯起誓,如果你愿意,我来告诉你。
§195θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, §196μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον §197ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.
\n\n把一只黑色的大杯反扣着放好,\n\n宰杀一坛萨索斯美酒当作牺牲,\n\n我们对着杯子起誓,绝不往酒里掺水。
§198φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
\n\n兰皮托:啊,凭大地起誓! 这誓言真是美妙得难以言表。
§199φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
\n\n丽西斯特拉忒:谁去从里面拿一个杯子和一坛酒来。
§200ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.
\n\n卡洛妮克:啊,最亲爱的女同胞们,多么巨大的陶器啊!
§201ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
\n\n任何人一拿到这东西就会立刻高兴起来。
§202καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
\n\n丽西斯特拉忒:把这个放下,帮我把这只“公猪”扶好。
§203δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία, §204τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
\n\n劝说女神啊,还有友谊之杯,\n\n请仁慈地接受女人们的这件牺牲。
§205εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
\n\n卡洛妮克:这血色真好,而且流得很顺畅。
§206καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.
\n\n兰皮托:而且闻起来真香,凭卡斯托尔起誓。
§207ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.
\n\n丽西斯特拉忒:女同胞们,让我先来起誓。
§208μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
\n\n卡洛妮克:凭阿佛洛狄忒起誓,不行,除非你抽到签。
§209λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·
\n\n丽西斯特拉忒:大家都把手放在杯子上,兰皮托。
§210λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω· §211ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
\n\n让你们中的一个人代表大家,跟着我念誓词;\n\n其余的人则跟随着起同样的誓并坚守它。
§212οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ— §213οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ— §214ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς.
\n\n丽西斯特拉忒:没有任何人,无论是情夫还是丈夫——\n\n卡洛妮克:没有任何人,无论是情夫还是丈夫——\n\n丽西斯特拉忒:——能带着勃起接近我。
λέγε.
念。
§215ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς.
\n\n卡洛妮克:——能带着勃起接近我。
παπαῖ §216ὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.
哎呀,\n\n我的腿都软了,丽西斯特拉忒。
§217οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον— §218οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον— §219κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,— §220κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,— §221ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· §222ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· §223κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. §224κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
\n\n丽西斯特拉忒:在家里我将过着无男伴的生活——\n\n卡洛妮克:在家里我将过着无男伴的生活——\n\n丽西斯特拉忒:——穿着藏红花色的衣服,打扮得漂漂亮亮,——\n\n卡洛妮克:——穿着藏红花色的衣服,打扮得漂漂亮亮,——\n\n丽西斯特拉忒:——好让我那男人对我欲火中烧;——\n\n卡洛妮克:——好让我那男人对我欲火中烧;——\n\n丽西斯特拉忒:——而且我绝不自愿顺从我那男人。 \n\n卡洛妮克:——而且我绝不自愿顺从我那男人。
§225ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,— §226ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ,— §227κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. §228κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
\n\n丽西斯特拉忒:如果他不顾我的反对强行侵犯我,——\n\n卡洛妮克:——如果他不顾我的反对强行侵犯我,——\n\n丽西斯特拉忒:——我将消极应对,绝不主动迎合。 \n\n卡洛妮克:——我将消极应对,绝不主动迎合。
§229οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
\n\n丽西斯特拉忒:我绝不把波斯鞋朝天举起。
§230οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
\n\n卡洛妮克:我绝不把波斯鞋朝天举起。
§231οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
\n\n丽西斯特拉忒:我绝不摆出干酪刮丝器上的雌狮姿势。
§232οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
\n\n卡洛妮克:我绝不摆出干酪刮丝器上的雌狮姿势。
§233ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί· §234ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί· §235εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ. §236εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
\n\n丽西斯特拉忒:若我坚守这些誓言,愿我能从此杯中畅饮;\n\n卡洛妮克:若我坚守这些誓言,愿我能从此杯中畅饮;\n\n丽西斯特拉忒:但若我违背誓言,愿这杯中注满清水。 \n\n卡洛妮克:但若我违背誓言,愿这杯中注满清水。

词汇与语法注释

  1. 158τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην — 引用被称为“费雷克拉特斯的说”的谚语。在 tò toû Pherekrátous 之后省略了相当于“是”或“我说”的词(如 ἐστι 或 λέγω)。不带助词的动词不定式 dérein 具有名词性用法,用以解释谚语的具体内容。完成时被动分词 dedarménēn(已被剥皮的)修饰 kýna,整句构成“对已受苦之人雪上加霜”或“做无用功”的隐喻结构。
  2. 162bπαρέχειν χρὴ κακὰ κακῶς — 由无人称动词 chrē(必须)引导的带对格不定式结构,其中不定式 paréchein 的逻辑宾语反身代词(如 heautás“她们自己”)被省略。副词性词组 kakà kakōs 直译为“恶劣地对待恶劣之事”,在此表示一种消极抵抗的态度,即“即使顺从也必须极其不配合、勉强应对”。
  3. 173οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες — 由斯巴达人兰皮托所说,整句带有浓重的多利斯方言特色。oúchas(οὐχ ἇς)相当于 οὐκ ἕως(直到……才不,即“只要……就一直”)。k' échōnti(κʼ ἔχωντι)相当于 ān échōsi(ān ĕchōsi),为现在时虚拟语气第三人称复数。pódas(脚)在此处比喻性地指三列桨战船的“桨”或“帆索”,整句构成一个表达雅典军事力量依然存在的条件从句。
  4. 221ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου — 由连词 hópōs án 引导、后接不定过去时虚拟语气被动态 epitýphēi 的目的/结果从句(为了使……)。主格 hanḗr(ὁ ἀνήρ 的合音)作主语。属格 mou 是表示渴望或激情的动词 epitýphō(受动态下意为“对……极度渴望、欲火中烧”)所要求的性质属格(关联属格)。

引用这一段

阿里斯托芬, 利西翠妲 §155-236. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:155-236

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。