Humanitext Reader

阿里斯托芬 · 利西翠妲 §780-879

男女歌队的对骂与奇涅西亚斯的登场

第 11 段,共 16 段 · 希腊语

内容简介

男歌队与女歌队通过吟唱厌女和厌男的神话相互嘲讽和对骂。随后,妙莉涅的丈夫奇涅西亚斯因强烈的欲火备受煎熬地出现,莉西斯特拉忒和妙莉涅随即展开了诱惑并戏弄他的计划。

§780ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
[莉西斯特拉忒] ……噢,我最亲爱的朋友们,如果我们背叛了神谕!
§781μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼ §782αὐτὸς ἔτι παῖς ὤν.
[男歌队领袖] 我想给你们讲个故事,那是我自己还在当孩子时听到的。
§785οὕτως ἦν νεανίσκος Μελανίων τις, §786ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν, §787κἀν τοῖς ὄρεσιν ᾤκει·
从前有一个叫梅拉尼翁的年轻人,他为了逃避婚姻,逃到了荒野,住在山里。
§788κᾆτʼ ἐλαγοθήρει §790πλεξάμενος ἄρκυς, §791καὶ κύνα τινʼ εἶχεν, §792κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους.
接着他编织网具来猎捕野兔,他还有一只狗,因为心中憎恨,他再也没有回到家里。
§793οὕτω τὰς γυναῖκας ἐβδελύχθη §795ʼκʼεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττον §796τοῦ Μελανίωνος οἱ σώφρονες.
他就这样厌恶女人,而我们这些理智的人,对她们的厌恶一点也不亚于梅拉尼翁。
§797βούλομαί σε γραῦ κύσαι— §798κρόμμυόν τἄρʼ οὐκ ἔδει.
[男歌队领袖] 老太婆,我想亲你—— [女歌队领袖] 那你可别吃洋葱。
§799κἀνατείνας λακτίσαι.
[男歌队领袖] 我还想抬起脚来踢你。
§800τὴν λόχμην πολλὴν φορεῖς.
[女歌队领袖] 你的草丛可长得真茂密。
§801καὶ Μυρωνίδης γὰρ ἦν §802τραχὺς ἐντεῦθεν μελάμπυγός §803τε τοῖς ἐχθροῖς ἅπασιν, §804ὥς δὲ καὶ Φορμίων.
[男歌队领袖] 因为缪罗尼德斯也是在那里毛茸茸的,对所有敌人来说,他是个长着黑屁股的勇士,福尔米翁也是如此。
§805κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαι §806τῷ Μελανίωνι.
[女歌队领袖] 我也想给你们讲一个对抗梅拉尼翁的故事。
§807Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν §810ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος, §811Ἐρινύων ἀπορρώξ.
有一个漂泊不定的提蒙,他的脸上围着无法逾越的荆棘,就像是复仇女神的后代。
§812οὗτος οὖν ὁ Τίμων §814ᾤχεθʼ ὑπὸ μίσους §815πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.
这个提蒙因为心中憎恨而离去,对邪恶的男人们发了许多诅咒。
§816οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσει §817τοὺς πονηροὺς ἄνδρας ἀεί, §820ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.
他就这样总是同样憎恨着你们这些邪恶的男人,但对女人来说,他却是最可爱的。
§821τὴν γνάθον βούλει θένω;
[女歌队领袖] 你想让我打你的耳光吗?
§822μηδαμῶς· †ἔδεισά γε. †
[男歌队领袖] 绝不,我可怕极了。
§823ἀλλὰ κρούσω τῷ σκέλει;
[女歌队领袖] 那我用脚踢你怎么样?
§824τὸν σάκανδρον ἐκφανεῖς.
[男歌队领袖] 你会让你的私处露出来的。
§825ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις §826καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν §827κομήτην, ἀλλʼ ἀπεψιλωμένον §828τῷ λύχνῳ.
[女歌队领袖] 但即便如此你也看不见,虽然我是个老太婆,那里也不是毛茸茸的,而是早已被灯火拔得精光了。
§829ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲ §830ταχέως.
[莉西斯特拉忒] 喂! 喂! 女人们,快到我这儿来,快点!
§830bτί δʼ ἔστιν;
[众女] 怎么了?
εἰπέ μοι τίς ἡ βοή;
告诉我,这喊声是怎么回事?
§831ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον, §832τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
[莉西斯特拉忒] 我看见一个男人,一个男人走过来了,他像疯了一样,被阿佛洛狄忒的狂欲攫住了。
§833ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου §834μεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.
噢,统治塞浦路斯、库忒拉和帕福斯的女王啊,请让他沿着他正在走的路一直走来。
§835ποῦ δʼ ἐστὶν ὅστις ἐστί;
[众女] 可不管他是谁,他在哪儿呢?
§835bπαρὰ τὸ τῆς Χλόης.
[莉西斯特拉忒] 就在克洛埃神殿旁边。
§836ὢ νὴ Δίʼ ἔστι δῆτα.
[众女] 噢,凭着宙斯发誓,他确实在那里。
τίς κἀστίν ποτε;
他到底是谁啊?
§837ὁρᾶτε· γιγνώσκει τις ὑμῶν;
[莉西斯特拉忒] 瞧,你们中有人认识他吗?
§837bνὴ Δία §838ἔγωγε·
[妙莉涅] 凭着宙斯发誓,我认识。
κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.
那是我丈夫,奇涅西亚斯。
§839σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν §840κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, §841καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.
[莉西斯特拉忒] 接下来是你的任务了:去煎熬他,去挑逗他,去戏弄他,去爱他,又不爱他,除了那圣杯所见证的誓言以外,答应他的一切要求。
§842ἀμέλει ποιήσω ταῦτʼ ἐγώ.
[妙莉涅] 放心,我会这么做的。
§842bκαὶ μὴν ἐγὼ §843ξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί, §844καὶ ξυσταθεύσω τοῦτον.
[莉西斯特拉忒] 还有,我也会留在这里帮你一起戏弄他,帮你一起煎熬他。
ἀλλʼ ἀπέλθετε.
不过,你们其他人先退下吧。
§845οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει §846χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
[奇涅西亚斯] 唉,我真命苦,我身上这是怎样的痉挛啊,这僵直就像在车轮上受刑一样折磨着我!
§847τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;
[莉西斯特拉忒] 站在守卫内侧的那个人是谁?
§847bἐγώ.
[奇涅西亚斯] 是我。
§848ἀνήρ;
[莉西斯特拉忒] 是个男人?
§848bἀνὴρ δῆτʼ.
[奇涅西亚斯] 确实是个男人。
§848cοὐκ ἄπει δῆτʼ ἐκποδών;
[莉西斯特拉忒] 那你还不快滚开?
§849σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ;
[奇涅西亚斯] 你是谁,凭什么赶我走?
§849bἡμεροσκόπος.
[莉西斯特拉忒] 我是白天的巡逻哨。
§850πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.
[奇涅西亚斯] 凭着诸神发誓,请帮我把妙莉涅叫出来。
§851ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι;
[莉西斯特拉忒] 瞧,我帮你叫妙莉涅?
σὺ δὲ τίς εἶ;
那你又是谁?
§852ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.
[奇涅西亚斯] 我是她的丈夫,派奥尼代区的奇涅西亚斯。
§853ὦ χαῖρε φίλτατʼ·
[莉西斯特拉忒] 噢,欢迎你,亲爱的!
οὐ γὰρ ἀκλεὲς τοὔνομ §854τὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον.
因为你的名字在我们这里并非默默无闻,也不是没人知晓。
§855ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα.
你妻子总是把你挂在嘴边。
§856κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ §857τουτὶ γένοιτο, φησίν.
每当她拿到一个鸡蛋或苹果,她就会说:“愿这属于奇涅西亚斯。
§857bὢ πρὸς τῶν θεῶν.
” [奇涅西亚斯] 噢,凭着诸神发誓!
§858νὴ τὴν Ἀφροδίτην·
[莉西斯特拉忒] 凭着阿佛洛狄忒发誓!
κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃ §859λόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴ §860ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.
每当说起关于男人的话题时,你妻子就会立刻说其他人在奇涅西亚斯面前全都是无聊透顶。
§861ἴθι νυν κάλεσον αὐτήν.
[奇涅西亚斯] 那你快去叫她。
§861bτί οὖν;
[莉西斯特拉忒] 那又怎样?
δώσεις τί μοι;
你能给我点什么吗?
§862ἔγωγέ σοι νὴ τὸν Δίʼ, ἢν βούλῃ γε σύ·
[奇涅西亚斯] 凭着宙斯发誓,当然会,只要你想要。
§863ἔχω δὲ τοῦθʼ· ὅπερ οὖν ἔχω, δίδωμί σοι.
我有这个;我所拥有的,全都会给你。
§864φέρε νυν καλέσω καταβᾶσά σοι.
[莉西斯特拉忒] 那好,我现在就下去帮你叫她。
§864bταχύ νυν πάνυ.
[奇涅西亚斯] 赶快,越快越好。
§865ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν, §866ἐξ οὗπερ αὕτη ʼξῆλθεν ἐκ τῆς οἰκίας·
自从她离开家以后,我的生活就没有了任何乐趣。
§867ἀλλʼ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ §868εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις §869χάριν οὐδεμίαν οἶδʼ ἐσθίων·
我一走进屋里就感到难受,所有的东西在我看来都是空空荡荡的,我吃东西也索然无味。
ἔστυκα γάρ.
因为我正硬得难受。
§870φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεται §871ὑπʼ ἐμοῦ φιλεῖσθαι.
[妙莉涅] 我爱他,我爱他;但他并不想被我爱。
σὺ δʼ ἐμὲ τούτῳ μὴ κάλει.
你不要为了他来叫我。
§872ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;
[奇涅西亚斯] 噢,我最甜美的妙莉涅小甜心,你为什么要这样做?
§873κατάβηθι δεῦρο.
快到这边下面来。
§873bμὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ.
[妙莉涅] 凭着宙斯发誓,我才不过过去呢。
§874ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;
[奇涅西亚斯] 我叫你,你也不肯下来吗,妙莉涅?
§875οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.
[妙莉涅] 因为你根本不需要我,却在叫我。
§876ἐγὼ οὐ δεόμενος;
[奇涅西亚斯] 我不需要你?
ἐπιτετριμμένος μὲν οὖν.
我整个人都快憋坏了。
§877ἄπειμι.
[妙莉涅] 我要走了。
§877bμὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ §878ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;
[奇涅西亚斯] 别走,至少为了孩子听我说;喂,你,还不快叫妈妈?
§879μαμμία, μαμμία, μαμμία.
[孩子] 妈妈,妈妈,妈妈!

词汇与语法注释

  1. §780εἰ προδώσομεν — 连接词 εἰ 接直陈式将来时,此处省略了主句(归结句),表达强烈的担忧或“如果我们背叛了(该如何是好)”的感叹。
  2. §801ἐντεῦθεν — 意为“从那里”的指示副词,但在上下文中,它作为具有粗俗双关意味的词汇,暗指阴部多毛的部位。
  3. §827τῷ λύχνῳ — 工具夺格(与格),指古代雅典女性用油灯的火烤掉阴毛以进行脱毛的习俗。
  4. §841ὧν σύνοιδεν ἡ κύλιξ — 关系代词 ὧν 因先行词省略及格吸引而变为属格,本应为 "πλὴν τούτων ἃ σύνοιδεν...",指的是“除了那只酒杯所共同见证的(即此前女人们在神殿里立下的不交合誓言)以外”。

引用这一段

阿里斯托芬, 利西翠妲 §780-879. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:780-879

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。