Humanitext Reader

阿里斯托芬 · 利西翠妲 §701-779

妇女们企图逃跑与莉西斯特拉忒宣读神谕

第 10 段,共 16 段 · 希腊语

内容简介

由于性挫折,占领卫城的妇女们纷纷编造各种借口企图逃跑,莉西斯特拉忒竭力阻拦她们。随后,她宣读了一份预示胜利的神谕来鼓励大家坚持下去。

§701τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων, §702παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν· §703οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
我为了孩子们,从邻居那里请来了那个女朋友,那条来自波伊奥提亚、既乖巧又可爱的鳗鱼姑娘,可是对方却说,因为你那些决议,不肯把她送来。
§704κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν §705τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
除非有人把你们倒提着摔断脖子,否则你们是绝不会停止这些决议的。
§706ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, §707τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
[女歌队领袖] 这场行动和计划的女王啊,你为什么面带愁容地从屋里走出来?
§708κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν §709ποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω.
[莉西斯特拉忒] 坏女人们的行为和那女人的心思,让我灰心丧气,在屋里走来走去。
§710τί φῄς;
[领袖] 你说什么?
τί φῄς;
你说什么?
§711ἀληθῆ, ἀληθῆ.
[莉西斯特拉忒] 是真的,是真的。
§712τί δʼ ἐστὶ δεινόν;
[领袖] 到底有什么可怕的事?
φράζε ταῖς σαυτῆς φίλαις.
快告诉你的朋友们。
§713ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
[莉西斯特拉忒] 说是耻辱,不说又憋得难受。
§714μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
[领袖] 那么,请千万不要隐瞒我们遭遇了什么不幸。
§715βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
[莉西斯特拉忒] 简而言之,我们想找男人睡觉!
§716ἰὼ Ζεῦ.
[领袖] 哎呀,宙斯啊!
§717τί Ζῆνʼ ἀυτεῖς;
[莉西斯特拉忒] 你喊宙斯干什么?
ταῦτα δʼ οὖν οὕτως ἔχει.
反正事情就是这样。
§718ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι §719οἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.
我再也没法把她们挡在男人外面了;因为她们都在往外逃。
§720τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν §721κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον, §722τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, §723τὴν δʼ αὐτομολοῦσαν, τὴν δʼ ἐπὶ στρούθου †μίαν† §724ἤδη πέτεσθαι διανοουμένην κάτω §725ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
首先,第一个人,我是在潘神的岩洞所在的地方,抓到她正在疏通那个洞口,另一个则是用滑轮把自己拉下去,还有一个企图开小差,还有一个骑在麻雀背上,正打算飞到下面的奥尔西洛科斯那里去,昨天我一把揪住她的头发把她扯了下来。
§726πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδε §727ἕλκουσιν.
她们编造各种借口想回家。
ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
瞧,这不,其中一个正走过来呢。
§728αὕτη σὺ ποῖ θεῖς;
喂,你,往哪儿跑?
§728bοἴκαδʼ ἐλθεῖν βούλομαι.
[女人甲] 我想回家。
§729οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια §730ὑπὸ τῶν σέων κατακοπτόμενα.
我家里有些米利都的羊毛,正在被虫子咬坏呢。
§730bποίων σέων;
[莉西斯特拉忒] 什么虫子?
§731οὐκ εἶ πάλιν;
还不给我回去!
§731bἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼ §732ὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.
[女人甲] 可是,凭着两位女神发誓,我很快就会回来的,只要把它在床上铺开就行了。
§733μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.
[莉西斯特拉忒] 不准铺,哪儿也不准去。
§734ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ;
[女人甲] 那难道我就眼看着我的羊毛烂掉吗?
§734bἢν τούτου δέῃ.
[莉西斯特拉忒] 如果必须如此的话。
§735τάλαινʼ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,
[女人乙] 唉,我真命苦!
§736ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ.
我那阿莫尔戈斯的亚麻真可怜,我把它留在家里还没剥皮呢。
§736bαὕθἠτέρα §737ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
[莉西斯特拉忒] 瞧,又是一个,借口说要去弄她那没剥皮的阿莫尔戈斯亚麻。
§738χώρει πάλιν δεῦρʼ.
给我回到这边来。
§738bἀλλὰ νὴ τὴν Φωσφόρον §739ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.
[女人乙] 可是,凭着发光女神发誓,我只要把它剥完皮,马上就回来。
§740μή μἀποδείρῃς.
[莉西斯特拉忒] 不准去剥皮。
ἢν γὰρ ἄρξῃς τοῦτο σύ, §741ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.
因为你要是开了头,别的女人也会想要照样做。
§742ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου, §743ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.
[女人丙] 噢,神圣的助产女神埃勒梯亚啊,请压制住我的分娩,直到我走到一个可以生产的世俗之地!
§744τί ταῦτα ληρεῖς;
[莉西斯特拉忒] 你在瞎胡扯些什么?
§744bαὐτίκα μάλα τέξομαι.
[女人丙] 我马上就要生了!
§745ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές.
[莉西斯特拉忒] 可是你昨天根本没有怀孕。
§745bἀλλὰ τήμερον.
[女人丙] 可是今天怀上了。
§746ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη §747ἀπόπεμψον ὡς τάχιστα.
所以,快送我回家找接生婆吧,莉西斯特拉忒,越快越好。
§747bτίνα λόγον λέγεις;
[莉西斯特拉忒] 你在编什么瞎话?
§748τί τοῦτʼ ἔχεις τὸ σκληρόν;
你怀里揣着的这块硬硬的东西是什么?
§748bἄρρεν παιδίον.
[女人丙] 是个男婴。
§749μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον §750ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.
[莉西斯特拉忒] 凭着阿佛洛狄忒发誓,绝对不是,你显露出来的倒像是个空心的青铜器皿;让我看看。
§751ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν §752κυεῖν ἔφασκες;
哎呀,你这个滑稽的家伙! 你揣着圣盔,居然还说自己怀孕了?
§752bκαὶ κυῶ γε νὴ Δία.
[女人丙] 可是凭着宙斯发誓,我确实怀孕了。
§753τί δῆτα ταύτην εἶχες;
[莉西斯特拉忒] 那你为什么带着这个?
§753bἵνα μʼ εἰ καταλάβοι §754ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν §755ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
[女人丙] 为了要是分娩在城堡里发作,我可以像鸽子一样,爬进这顶头盔里去生。
§756τί λέγεις;
[莉西斯特拉忒] 你说什么?
προφασίζει· περιφανῆ τὰ πράγματα.
尽是托词;事情已经明摆着了。
§757οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
你难道不打算留在这里给这顶头盔过诞生礼吗?
§758ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει, §759ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
[女人丙] 可是我真的没法在城堡里睡觉,自从我那天看见了那条守城大蛇。
§760ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι §761ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.
[女人甲] 我也真可怜,快要被那些猫头鹰折磨死了,它们总是叫个不停,吵得我合不上眼。
§762ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
[莉西斯特拉忒] 蠢女人啊,别再耍这些花招了。
§763ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει §764ποθεῖν ἐκείνους;
你们大概是想念丈夫了吧;但难道你们以为我们不想念他们吗?
ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι §765ἄγουσι νύκτας.
我很清楚,他们也在度过难熬的夜晚。
ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί, §766καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον, §767ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν §768μὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.
但是要坚持住,好妹妹们,再忍耐一小会儿,因为我们得到了神谕,只要我们不起内讧就能获胜;神谕就在这里。
§769λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει.
[众女] 快念给我们听听,上面写着什么。
§769bσιγᾶτε δή.
[莉西斯特拉忒] 那就安静听着。
§770ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, §771τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, §772παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει §773Ζεὺς ὑψιβρεμέτης— §773bἐπάνω κατακεισόμεθʼ ἡμεῖς;
“但是,当燕子飞聚到一处,避开戴胜,绝不交配,苦难便将终结,那高声霹雳的宙斯将使高者在上,低者在下——” [女人甲] 我们会躺在上面吗?
§774ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν §775ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει §776ὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι.
[莉西斯特拉忒] “但如果燕子各自分飞,展开翅膀飞离圣殿,那么世间便再也没有比它们更荒淫的鸟儿了。
§777σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ. §777bὦ πάντες θεοί,
” [众女] 凭着宙斯发誓,这神谕可真明白。
§778μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι, §779ἀλλʼ εἰσίωμεν.
[莉西斯特拉忒] 噢,诸神啊,即使痛苦,我们现在也不要放弃,大家都进去吧。
καὶ γὰρ αἰσχρὸν τουτογὶ
因为这实在是太可耻了——

词汇与语法注释

  1. 704κοὐχὶ μὴ παύσησθε — 使用 οὐ μὴ 加上第二人称虚拟语气表示强烈的未来否定。这里表示强烈的信念:“你们绝不会停止”,这一状态将一直持续到由 πρὶν ἂν 引导的条件满足为止。
  2. 718αὐτὰς ἀποσχεῖν οὐκέτι οἵα τʼ — οἵα τε(οἷός τέ εἰμι 的阴性单数形式)带不定式(ἀποσχεῖν)表示“能够”。主语是莉西斯特拉忒(第一人称单数阴性),宾格的 αὐτάς 是不定式的动作对象,而 ἀπὸ τῶν ἀνδρῶν 修饰 ἀποσχεῖν。
  3. 754τέκοιμʼ ἐς τὴν κυνῆν ἐσβᾶσα ταύτην — 祈愿语气(τέκοιμʼ)用于由 ἵνα(第 753 行)引导的目的从句中,跟在过去时或历史现在时的主句动词(εἶχες)之后。分词 ἐσβᾶσα(ἐσβαίνω 的 aorist 主动分词阴性单数)修饰主语,宾格的 ταύτην(指代头盔)是复合动词的宾语。

引用这一段

阿里斯托芬, 利西翠妲 §701-779. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:701-779

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。