§322πρὶν ἐμπεπρῆσθαι Καλύκην §323τε καὶ Κρίτυλλαν περιφυσήτω §324†ὑπό τε νόμων † ἀργαλέων §325ὑπό τε γερόντων ὀλέθρων.
女声领唱:在卡吕刻和克里堤拉被大火吞噬之前,在她们被吹起的痛苦的大风(或法纪)以及毁灭性的老头子们包围之前。
§326ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ.
但我担心这一点:我是不是来得太迟了。
§327νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία §328μόλις ἀπὸ κρήνης ὑπʼ ὄχλου καὶ θορύβου καὶ πατάγου §329χυτρείου, §330δούλαισιν ὠστιζομένη §331στιγματίαις θʼ, ἁρπαλέως §332ἀραμένη ταῖσιν ἐμαῖς §333δημότισιν καομέναις §334φέρουσʼ ὕδωρ βοηθῶ.
因为就在刚才黎明时分,我装满了水罐,在泉水旁,因为人群的挤迫、喧闹以及陶罐的碰撞,好不容易才,和女奴隶们以及脸上刻了字的奴隶们推搡着,大急忙地把水罐抱起来,为了我的正在被烈火焚烧的同胞妇女们,把水送来协助她们。
§335ἤκουσα γὰρ τυφογέροντας §336ἄνδρας ἔρρειν, στελέχη §337φέροντας ὥσπερ βαλανεύσοντας §338ἐς πόλιν ὡς τριτάλαντον βάρος, §339δεινότατʼ ἀπειλοῦντας ἐπῶν §340ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν· §341ἃς ὦ θεὰ μή ποτʼ ἐγὼ πιμπραμένας ἴδοιμι, §342ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ §343πολίτας, §344ἐφʼ οἷσπερ ὦ χρυσολόφα §345πολιοῦχε σὰς ἔσχον ἕδρας.
因为我听说那些老糊涂的老家伙们,正抬着木柴,走向灭亡,他们抬着木柴,就像是要去烧洗澡水一样,往城堡走去,那重量足有三塔兰同之重,嘴里吐着极其可怕的威胁,说什么必须用火把这些污秽的女人烧成焦炭;女神啊,愿我永远不要看到她们被焚烧,而是看到她们把希腊和公民们从战争和疯狂中拯救出来,金盔羽饰的、城市守护神啊,正因如此她们才占领了你的圣所。
§346καί σε καλῶ ξύμμαχον ὦ §347Τριτογένειʼ, εἴ τις ἐκείνας §348ὑποπίμπρησιν ἀνήρ, §349φέρειν ὕδωρ μεθʼ ἡμῶν.
我召唤你作为同盟者,特里托革尼亚啊,如果有任何男人想纵火烧她们,请和我们一起运水。
§350ἔασον ὦ.
住手!
τουτὶ τί ἦν;
这是什么?
ὦνδρες πόνῳ πόνηροι·
这些坏透了的男人!
§351οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.
因为善良和虔诚的男人绝不会做出这种事。
男声领唱:这幅景象对我们来说是意想不到的;看哪,这一群女人又在门前赶来援助了。
§354τί βδύλλεθʼ ἡμᾶς;
女声领唱:你们为什么害怕得发抖?
οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
难道我们看起来很多人吗?
§355καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.
然而,你们看到的还不及我们的万分之一。
§356ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
老头子:斐德里亚斯啊,我们就要任由这些女人如此喋喋不休吗?
§357οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;
难道不该有人用木柴痛打她们,把木柴在她们身上砸断吗?
§358θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἂν §359ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μʼ ἐμποδίζῃ.
女声领唱:女同胞们,我们也把水罐放在地上,这样如果有人动手,这就不会妨碍我了。
§360εἰ νὴ Δίʼ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς §361ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
老头子:凭宙斯起誓,如果有人已经朝她们的下巴打上两三下,就像打布帕洛斯那样,她们就再也说不出话来了。
§362καὶ μὴν ἰδοὺ παταξάτω τις·
女声领唱:瞧啊,来打吧!
στᾶσʼ ἐγὼ παρέξω, §363κοὐ μή ποτʼ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
我站着让你们打,而且绝不会有别的母狗咬住你们的睾丸了。
§364εἰ μὴ σιωπήσει, θενών σου ʼκκοκκιῶ τὸ γῆρας.
老头子:你要是不闭嘴,我就揍你,把你的老骨头砸烂!
§365ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
女声领唱:你走上前来,用手指头碰一碰斯特拉堤丽斯试试!
§366τί δʼ ἢν σποδῶ τοῖς κονδύλοις;
老头子:要是我用拳头狠狠揍你呢?
τί μʼ ἐργάσει τὸ δεινόν;
你能拿我怎么样?
§367βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερʼ ἐξαμήσω.
女声领唱:我会咬烂你的肺,掏空你的内脏。
男声领唱:没有比欧里庇得斯更聪明的诗人了;因为没有任何生灵像女人这样厚颜无耻。
§370αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη.
女声领唱:罗狄佩,我们把水罐抬起来。
§371τί δʼ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρʼ ὕδωρ ἔχουσʼ ἀφίκου;
老头子:你这个被神憎恨的女人,为什么带着水来到这里?
§372τί δαὶ σὺ πῦρ ὦ τύμβʼ ἔχων;
女声领唱:你这个快进坟墓的老家伙,为什么拿着火?
ὡς σαυτὸν ἐμπυρεύσων;
是要火葬你自己吗?
§373ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
老头子:我嘛,是为了堆起柴堆,点火烧死你的那些女性朋友。
§374ἐγὼ δέ γʼ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
女声领唱:我呢,是为了用这个把你的柴堆浇灭。
§375τοὐμὸν σὺ πῦρ κατασβέσεις;
老头子:你能熄灭我的火?
§375bτοὔργον τάχʼ αὐτὸ δείξει.
女声领唱:待会儿事实就会证明。
§376οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
老头子:我不知道我是不是该用手里的这把火把来烤你。
§377εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.
女声领唱:如果你有肥皂,我可以给你准备洗澡水。
§378ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;
老头子:你给我准备洗澡水,你这个腐烂的女人?
§378bκαὶ ταῦτα νυμφικόν γε.
女声领唱:而且还是新婚的洗澡水呢。
§379ἤκουσας αὐτῆς τοῦ θράσους;
老头子:你听到她的狂妄了吗?
§379bἐλευθέρα γάρ εἰμι.
女声领唱:因为我是自由人。
§380σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς.
老头子:我会让你现在住口的。
§380bἀλλʼ οὐκέθʼ ἡλιάζει.
女声领唱:但你再也坐不成审判官席了。
§381ἔμπρησον αὐτῆς τὰς κόμας.
老头子:烧了她的头发!
§381bσὸν ἔργον ὦχελῷε.
女声领唱:阿克洛奥斯啊,看你的了!
§382οἴμοι τάλας.
老头子:哎呀,我真惨!
§382bμῶν θερμὸν ἦν;
女声领唱:难道水是热的吗?
§383ποῖ θερμόν;
老头子:哪有什么热的!
οὐ παύσει;
住手!
τί δρᾷς;
你在干什么?
§384ἄρδω σʼ ὅπως ἂν βλαστάνῃς.
女声领唱:我给你浇水,好让你发芽呀。
§385ἀλλʼ αὖός εἰμʼ ἤδη τρέμων.
老头子:但我已经冷得浑身发抖了!
§386οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
女声领唱:那么既然你手里有火,你就自己取暖吧。
§387ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ §388χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, §389ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
行政官:女人们的骄奢淫逸,还有她们的击鼓,以及频繁崇拜萨巴梓奥斯神,还有屋顶上对阿多尼斯的哭丧,难道又死灰复燃了吗?
§390οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
这些是我以前在公民大会上听到的。
§391ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος §392πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη §393αἰαῖ Ἄδωνιν
φησίν, ὁ δὲ Δημόστρατος
那个该死的德墨斯特拉托斯曾说我们要出征西西里,而他的妻子却在跳舞,高喊“哀哉阿多尼斯!
§394ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων· §395ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους §396κόπτεσθʼ Ἄδωνιν
φησίν·
” 而德墨斯特拉托斯正在说要召集扎昆索斯人的重装步兵;那个在屋顶上喝了点酒的妻子却高喊“为阿多尼斯捶胸痛哭吧!
ὁ δʼ ἐβιάζετο §397ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
” 但他还是强行通过了,那个被神憎恨、卑劣的霍洛聚革斯。
§398τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.
她们口中唱出来的就是这些放荡的歌。
§399τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;
男声领唱:如果您也听说她们的横暴,那您会怎么想?