Humanitext Reader

阿里斯托芬 · 利西翠妲 §237-321

占领阿克罗波里斯与老人合唱队的来袭

第 4 段,共 16 段 · 希腊语

内容简介

妇女们在完成誓仪式后成功占领了阿克罗波里斯,而愤怒的老人合唱队则带着木柴与火把赶来,企图烧毁城门。

§237συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι;
丽西斯特拉忒:你们大家也和我一起为此起誓吗?
§237bνὴ Δία.
卡洛妮克:是的,凭宙斯起誓。
§238φέρʼ ἐγὼ καθαγίσω τήνδε.
丽西斯特拉忒:来,让我来奉献祭奠这杯。
§238bτὸ μέρος γʼ ὦ φίλη, §239ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
卡洛妮克:亲爱的,只喝你自己的那一份呀,好让我们能立刻继续做彼此的好朋友。
§240τίς ὡλολυγά;
丽西斯特拉忒:这是什么欢呼声?
§240bτοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
卡洛妮克:这就是我刚才说的那个!
§241αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ §242ἤδη κατειλήφασιν.
因为妇女们已经把女神的阿克罗波里斯占领了。
ἀλλʼ ὦ Λαμπιτοῖ §243σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει, §244τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε· §245ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει §246ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
但是,兰皮托,你快回去,把你那边的事情安排妥当,把这几位作为人质留在这里;我们则与城堡里的其他妇女会合,一起进去把门闩插上。
§247οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει §248τοὺς ἄνδρας εὐθύς;
卡洛妮克:但是你难道不认为男人们会立刻联合起来对付我们吗?
§248bὀλίγον αὐτῶν μοι μέλει.
丽西斯特拉忒:我一点也不在乎他们。
§249οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ §250ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας §251ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.
因为他们无论带来多少威胁或火焰,都无法打开这扇大门,除非接受我们所提出的条件。
§252μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ·
卡洛妮克:凭阿佛洛狄忒起誓,绝对不能!
ἄλλως γὰρ ἂν §253ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.
因为否则我们女人就会白白被称为“难缠的恶妇”了。
§254χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς §255κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.
男声领唱:走吧,德拉克斯,慢慢在前面引路,哪怕你的肩膀酸痛,还要扛着这么重的生绿橄榄木。
§256ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,
啊,在漫长的一生中,真有太多意想不到的事了,唉!
§259ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ ὦ Στρυμόδωρʼ ἀκοῦσαι §260γυναῖκας, ἃς ἐβόσκομεν §261κατʼ οἶκον ἐμφανὲς κακόν, §262κατὰ μὲν ἅγιον ἔχειν βρέτας, §263κατὰ δʼ ἀκρόπολιν ἐμὰν λαβεῖν §264μοχλοῖς δὲ καὶ κλῄθροισι §265τὰ προπύλαια πακτοῦν;
斯楚莫多罗斯啊,谁能料到,竟然会听到我们在家里当做显而易见的祸害来养活的那些女人,如今竟占据了神圣的雕像,夺取了我的阿克罗波里斯,还用闩和锁把前门紧紧锁闭?
§266ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε, §267ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί, §268ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον, §269μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες §270πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
但是我们快点向城堡赶去吧,菲劳尔戈斯,好让我们在她们周围堆上这些木柴,为所有挑起并参与这场阴谋的女人,堆起一个大火堆,亲手把她们全部烧死,通过一致的决议,首先烧死吕康的妻子。
§273οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἐμοῦ ζῶντος ἐγχανοῦνται·
凭德墨忒尔起誓,只要我还活着,就绝不容她们嘲笑我!
§274ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος, §275ἀπῆθεν ἀψάλακτος, ἀλλʼ §276ὅμως Λακωνικὸν πνέων §277ᾤχετο θὤπλα παραδοὺς ἐμοί, §278σμικρὸν ἔχων πάνυ τριβώνιον, §279πινῶν ῥυπῶν ἀπαράτιλτος, §280ἓξ ἐτῶν ἄλουτος.
因为即使是第一个占领这里的克勒奥墨涅斯,也没能完好无损地离开,而是虽然依然吐露着斯巴达人的傲慢,却还是交出武器向我投降,开溜了,他只穿着一件极小的破旧外衣,饥饿、肮脏、蓬头垢面,六年没洗过澡。
§281οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς §282ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
我就是那样无情地包围了那个家伙,在城门前合衣睡在十七层盾牌后面。
§283τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς §284ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
而面对这些被欧里庇得斯和所有神明所憎恨的女人,我既然在场,难道就不能阻止她们这般胆大包天的行径吗?
§285μή νυν ἔτʼ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
若是不行,愿我的凯旋碑不再立在四联市。
§286ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ §287λοιπόν ἐστι χωρίον §288τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω· §289χὤπως ποτʼ ἐξαμπρεύσομεν §290τοῦτʼ ἄνευ κανθηλίου.
但实际上,我的路途还剩下最后一段,那就是通往城堡的陡坡,我正急着赶去;在没有毛驴的情况下,我们该怎么把这木头拽上去呢。
§291ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον· §292ἀλλʼ ὅμως βαδιστέον, §293καὶ τὸ πῦρ φυσητέον, §294μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
这两根木头确实快把我的肩膀压垮了;但无论如何必须前进,必须把火吹旺,免得在路途终点火不知不觉地熄灭了。
§295φῦ φῦ.
呼,呼。
§295aἰοὺ ἰοὺ τοῦ καπνοῦ.
哎呀,哎呀,这烟!
§296ὡς δεινὸν ὦναξ Ἡράκλεις §297προσπεσόν μʼ ἐκ τῆς χύτρας §298ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει·
太可怕了,赫拉克勒斯主啊,从锅里喷出来的烟,像疯狗一样撕咬着我的眼睛。
§299κἄστιν γε Λήμνιον τὸ πῦρ §300τοῦτο πάσῃ μηχανῇ.
这火无论如何都是莱姆诺斯的恶火。
§301οὐ γὰρ ἄν ποθʼ ὧδʼ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.
否则它绝不会如此痛切地啃噬我的眼屎。
§302σπεῦδε πρόσθεν ἐς πόλιν §303καὶ βοήθει τῇ θεῷ.
快向前面的城堡跑去,去援助女神。
§304ἢ πότʼ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν;
拉克斯啊,我们不趁现在,还要等到什么时候去援助她呢?
§305φῦ φῦ.
呼,呼。
§305aἰοὺ ἰοὺ τοῦ καπνοῦ.
哎呀,哎呀,这烟!
§306τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.
承蒙神恩,这火还醒着,还在燃烧。
§307οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ, §308τῆς ἀμπέλου δʼ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες §309ἅψαντες εἶτʼ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;
那么,如果我们先在这里放下木柴,把葡萄藤火把放进锅里,点燃它,然后像破门槌一样撞击大门,岂不美哉?
§310κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες, §311ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.
如果女人们在我们呼喊时不打开门闩,我们就必须放火烧门,用烟熏死她们。
§312θώμεσθα δὴ τὸ φορτίον.
我们放下担子吧。
φεῦ τοῦ καπνοῦ βαβαιάξ.
哎呀,这该死的烟!
§313τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;
萨摩斯的将军们中,有谁能帮我扛一下这木头吗?
§314ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
好吧,现在这木头总算不再压着我的脊梁了。
§315σὸν δʼ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακʼ ἐξεγείρειν, §316τὴν λαμπάδʼ ἡμμένην ὅπως πρώτιστʼ ἐμοὶ προσοίσεις.
锅啊,你的任务就是把炭火唤醒,好让我能最快拿来点燃的火把。
§317δέσποινα Νίκη ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶν §318τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.
胜利女神啊,请助我们一臂之力,让我们针对城堡里女人们如今的狂妄行径,立起我们的凯旋碑。
§319λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες §320ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.
女声领唱:女同胞们,我好像看到了煤烟和烟雾,就像是烈火在燃烧;必须加快脚步。
§321πέτου πέτου Νικοδίκη,
飞吧,飞吧,尼科迪凯,

词汇与语法注释

  1. §238bτὸ μέρος γʼ — 宾格 τὸ μέρος 用作关系宾格或副词性宾格(意为“仅限你的份额”)。这是卡洛妮克幽默的打岔,旨在防止丽西斯特拉忒以奉献神明为借口独吞整杯酒。
  2. §251ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν — 短语 ἐφʼ οἷς 是一个意为“在……条件下”的惯用语,此处发生了关系代词的吸引(由 ἐπὶ τούτοις, ἅ 吸引为 ἐφʼ οἷς)。在 εἴπομεν 之后省略了动词(如“他们同意”或“他们开门”)。
  3. §252ἄλλως γὰρ ἂν ... κεκλῄμεθʼ ἄν — 助词 ἂν 在同一个从句中重复出现(ἂν ... κεκλῄμεθʼ ἄν)。这种重复是古典希腊语中为了强调或在复杂的条件句归结部中常见的用法。副词 ἄλλως 在此处表示“否则”或“徒然”。
  4. §260ἃς ἐβόσκομεν — 关系代词 ἃς(宾格)在从句中用作动词 ἐβόσκομεν(“养活”)的直接宾语,并与临近的宾格短语 ἐμφανὲς κακόν(“明显的祸害”)构成双宾格(或谓语性宾格)结构,意为“我们将她们作为显而易见的祸害来豢养”。
  5. §277ᾤχετο θὤπλα παραδούς — 动词 οἴχομαι(离去)与不定过去时分词 παραδούς 连用,表示在完成某动作后迅速离去,构成“他交出武器后开溜了”的表达。与格 ἐμοί(“向我”)在此代表雅典人的集体发声。
  6. §289χὤπως ποτʼ ἐξαμπρεύσομεν — 连词 ὅπως 结合直陈式将来时(ἐξαμπρεύσομεν)用作表示自我激励或担忧的独立从句(意为“我们究竟该如何拖上去”)。动词 ἐξαμπρεύω 是一个比喻性词汇,本义指用绳索拉船。
  7. §307οὔκουν ἄν ... ἐμπέσοιμεν — 否定疑问句中的 οὔκουν 结合带 ἄν 的希求式(ἐμπέσοιμεν)表示一种委婉但坚定的建议或劝诱(“难道我们不该……撞击吗?”)。它伴随着条件从句 εἰ ... θείμεσθα 和多个分词,构成了一系列复杂行动的提议。

引用这一段

阿里斯托芬, 利西翠妲 §237-321. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:237-321

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。