Humanitext Reader

阿里斯托芬 · 利西翠妲 §1124-1211

莉西斯特拉忒的调解与双方达成和解

第 15 段,共 16 段 · 希腊语

内容简介

莉西斯特拉忒通过讲述雅典与斯巴达过去的互惠历史来谴责他们的自私战争,在围绕拟人化的“和解”身体部位(领土的隐喻)进行了一番粗俗的谈判后,双方达成和解,并受邀前往卫城参加宴会。

§1124ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι, §1125αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,
[莉西斯特拉忒] 我虽是个女人,但我也有理性,而且我自己的判断力也并不差。
§1126τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους §1127πολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς.
从我父亲和长辈们那里,我听过许多话,因而教养也并不低。
§1128λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαι §1129κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
我要抓住你们,正当地指责你们,共同地。
§1130βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς §1131Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσους
你们本是用同一种洗礼之水像亲人一样洒向祭坛,在奥林匹亚、在皮赖、在皮托。
§1132εἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;
如果需要我冗长地叙述,我还能说出多少别的地方?
§1133ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι §1134Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
然而,当蛮族的敌人正带着军队在眼前时,你们却在互相消灭希腊的汉子和城邦。
§1135εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται.
我的第一番话到此结束。
§1136ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.
[雅典人] 可是我已经因为过度坚挺快要胀死了。
§1137εἶτʼ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι, §1138οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ §1139ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο §1140ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι §1141στρατιὰν προσαιτῶν;
[莉西斯特拉忒] 接着,斯巴达人,我要转向你们,你们难道不知道,当年斯巴达人佩里克莱达斯来到这里,作为雅典人的恳求者坐着,身穿红衣,脸色惨白地坐在祭坛上,请求派兵?
ἡ δὲ Μεσσήνη τότε §1142ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
而当时麦塞内正向你们施加压力,同时神明也在震动大地。
§1143ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις §1144Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
当时基蒙率领四千重装步兵赶来,拯救了整个拉刻代蒙。
§1145ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο §1146δῃοῦτε χώραν, ἧς ὑπʼ εὖ πεπόνθατε;
你们从雅典人那里得到了这般恩惠,如今却要蹂躏那块对你们有恩的土地吗?
§1147ἀδικοῦσιν οὗτοι νὴ Δίʼ ὦ Λυσιστράτη.
[雅典人] 凭宙斯发誓,莉西斯特拉忒,他们确实不对。
§1148ἀδικίομες·
[斯巴达人] 我们不对。
ἀλλʼ ὁ πρωκτὸς ἄφατον ὡς καλός.
但她的大屁股美得无法用言语形容。
§1149ὑμᾶς δʼ ἀφήσειν τοὺς Ἀθηναίους μʼ οἴει;
[莉西斯特拉忒] 你们雅典人呢,以为我会放过你们吗?
§1150οὐκ ἴσθʼ ὅθʼ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ §1151κατωνάκας φοροῦντας ἐλθόντες δορὶ §1152πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, §1153πολλοὺς δʼ ἑταίρους Ἱππίου καὶ ξυμμάχους, §1154ξυνεκμαχοῦντες τῇ τόθʼ ἡμέρᾳ μόνοι, §1155κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης §1156τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
你们难道不知道,当年斯巴达人再次,在你们还穿着奴隶衣的时候,带着长枪前来,消灭了许多色萨利人,以及许多希皮亚斯的党羽和同盟,在那一天只有他们作为唯一的盟友并肩作战,并解放了你们,用自由公民的斗篷重新替换了你们的奴隶衣,重披在你们的民主之上?
§1157οὔπα γυναῖκʼ ὄπωπα χαϊωτεραν.
[斯巴达人] 我从未见过如此高贵的女人。
§1158ἐγὼ δὲ κύσθον γʼ οὐδέπω καλλίονα.
[雅典人] 我也从未见过如此美丽的阴部。
§1159τί δῆθʼ υπηργμένων γε πολλῶν κἀγαθῶν §1160μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;
[莉西斯特拉忒] 既然先前有这么多恩义,为什么你们还要厮杀,而不停止这种恶行呢?
§1161τί δʼ οὐ διηλλάγητε;
为什么不和解呢?
φέρε τί τοὐμποδών;
来,有什么阻碍?
§1162ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον §1163λῇ τοῦτʼ ἀποδόμεν.
[斯巴达人] 我们是想和解,要是有人愿意把那个圆圆的东西还给我们的话。
§1163bποῖον ὦ τᾶν;
[雅典人] 老兄,是什么东西?
§1163cτὰν Πύλον, §1164ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.
[斯巴达人] 毕洛斯呀,那是我们一直渴望并反复抚弄的地方。
§1165μὰ τὸν Ποσειδῶ τοῦτο μέν γʼ οὐ δράσετε.
[雅典人] 凭波塞冬发誓,这可不行。
§1166ἄφετʼ ὦγάθʼ αὐτοῖς.
[莉西斯特拉忒] 各位好人,就给他们吧。
§1166bκᾆτα τίνα κινήσομεν;
[雅典人] 那我们接下来该去动什么地方呢?
§1167ἕτερόν γʼ ἀπαιτεῖτʼ ἀντὶ τούτου χωρίον.
[莉西斯特拉忒] 作为交换,你们去要别的地方。
§1168τὸ δεῖνα τοίνυν παράδοθʼ ἡμῖν τουτονὶ §1169πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ §1170κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
[雅典人] 那么,就把这个交给我们,首先是埃奇努斯,以及后面的马利亚湾,还有麦加拉的双腿。
§1171οὐ τὼ σιὼ οὐχὶ πάντα γʼ ὦ λισσάνιε.
[斯巴达人] 凭双子神发誓,绝不能全部给,你这个油腔滑调的家伙!
§1172ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
[莉西斯特拉忒] 算了,别为两条腿争执了。
§1173ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
[雅典人] 我现在只想脱个精光去耕田。
§1174ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ.
[斯巴达人] 凭双子神发誓,我可想先去施肥。
§1175ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.
[莉西斯特拉忒] 等你们和解了,就可以去做这些事。
§1176ἀλλʼ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ §1177τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
如果决定要这样做,就好好商量,去向你们的同盟通报。
§1178ποίοισιν ὦ τᾶν ξυμμάχοις;
[雅典人] 老兄,还要找什么同盟?
ἐστύκαμεν.
我们都挺着呢。
§1179οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν §1180βινεῖν ἅπασιν;
同盟者的想法难道会和我们不一样吗—— 全都想交媾?
§1180bτοῖσι γῶν ναὶ τὼ σιὼ §1181ἁμοῖσι.
[斯巴达人] 凭双子神发誓,至少我们的盟友是这样想的。
§1181bκαὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
[雅典人] 凭宙斯发誓,卡律斯托斯的人也是。
§1182καλῶς λέγετε.
[莉西斯特拉忒] 你们说得好。
νῦν οὖν ὅπως ἁγνεύσετε, §1183ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει §1184ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
那么现在,你们去净化自己,好让我们女人们在卫城里用我们箱子里有的东西款待你们。
§1185ὅρκους δʼ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.
在里边互相立下誓言和信任。
§1186κἄπειτα τὴν αὑτοῦ γυναῖχʼ ὑμῶν λαβὼν §1187ἄπεισʼ ἕκαστος.
然后,你们每人带着自己的妻子回去。
§1187bἀλλʼ ἴωμεν ὡς τάχος.
[雅典人] 那我们赶快去吧。
§1188ἄγʼ ὅπᾳ τυ λῇς.
[斯巴达人] 随你带路去哪。
§1188bνὴ τὸν Δίʼ ὡς τάχιστʼ ἄγε.
[雅典人] 凭宙斯发誓,赶快带路。
§1189στρωμάτων δὲ ποικίλων καὶ §1190χλανιδίων καὶ ξυστίδων καὶ §1191χρυσίων, ὅσʼ ἐστί μοι, §1192οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν §1193τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.
[联合歌队] 花纹斑斓的毛毯,斗篷,华丽的长袍,还有黄金饰品,只要是我所有的,我都毫不吝惜地拿出来给所有人带走,给孩子们,或是当谁家的女儿担任捧篮少女时。
§1194πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν §1195χρημάτων νῦν ἔνδοθεν, καὶ §1196μηδὲν οὕτως εὖ σεσημάν- §1197θαι τὸ μὴ οὐχὶ §1198τοὺς ῥύπους ἀνασπάσαι, §1199χἄττʼ ἂν ἔνδον ᾖ φορεῖν.
我告诉你们所有人,去拿我的现在家里的财物,没有什么封印会好到能让你们无法撕开地,把里面的东西不管什么都拿走。
§1200ὄψεται δʼ οὐδὲν σκοπῶν, εἰ §1201μή τις ὑμῶν §1202ὀξύτερον ἐμοῦ βλέπει.
不过你们找了也看不见什么,除非你们中有人比我的眼光还要锐利。
§1203εἰ δέ τῳ μὴ σῖτος ὑμῶν §1204ἔστι, βόσκει δʼ οἰκέτας καὶ §1205σμικρὰ πολλὰ παιδία, §1206ἔστι παρʼ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, §1207ὁ δʼ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.
如果你们中有人没有粮食,还要养活仆人和许多年幼的孩子,可以在我这里拿到麦子,虽然粒小,但做成一霍尼克斯大小的面包看起来非常扎实。
§1208ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω §1209εἰς ἐμοῦ σάκκους ἔχων καὶ §1210κωρύκους, ὡς λήψεται πυ- §1211ρούς· ὁ Μανῆς δʼ
因此,穷人中无论谁想去,就带着袋子和皮囊到我家去,这样就能拿到麦子;而马内斯……

词汇与语法注释

  1. 1125αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω — γνώμης 是表示性质或状态的属格,基于 ἔχω + 属格的句式(在某方面处于某种状态)。此处意为“我自己就我自己的判断力而言并不差(即拥有卓越的判断力)”。
  2. 1136ἀπεψωλημένος — 源自 ἀποψωλόω(剥去包皮)的完成时 passive 分词,在此处作为露骨的双关语,用以表现舞台上人物极度性兴奋和勃起的身躯状态。
  3. 1164βλιμάττομες — 本义为“(从蜂巢中)榨取蜂蜜”或“挤(家畜的奶)/摸(家禽)”,在此处作为极其粗俗的双关语,将地名“毕洛斯(Pylos)”与爱抚、揉捏女性私处(或乳房)的性行为联系在一起。
  4. 1197τὸ μὴ οὐχὶ — 置于表示否定的主动词(或含有否定意义的表达)之后,与不定式(ἀνασπάσαι)连用,形成双重否定(没有……不……)。整句意为“没有任何东西被封存得严密到让人无法撕开封印并拿走里面的东西”。

引用这一段

阿里斯托芬, 利西翠妲 §1124-1211. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:1124-1211

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。