Humanitext Reader

阿里斯托芬 · 利西翠妲 §1037-1123

歌队和解与两邦使者恳求和平

第 14 段,共 16 段 · 希腊语

内容简介

和解后的男女歌队共同献唱,发出家宴邀请;接着,深受勃起痛苦折磨的斯巴达与雅典使者相继抵达,恳求莉西斯特拉忒出面调停和平谈判。

§1037ἀλλὰ μὴ ὥρασʼ ἵκοισθʼ·
[男声歌队] 但愿你们倒霉!
ὡς ἐστὲ θωπικαὶ φύσει, §1038κἄστʼ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον, §1039οὔτε σὺν πανωλέθροισιν οὔτʼ ἄνευ πανωλέθρων.
你们天生就是献媚之徒,那个俗语说得确实没错,而且说得很妙: “既无法与这些灾星共处,又无法离开这些灾星。
§1040ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι §1041οὔτε δράσω φλαῦρον οὐδὲν οὔθʼ ὑφʼ ὑμῶν πείσομαι.
” 但现在我和你和解了,今后我再也不会做任何坏事,也不会再受你们的欺负。
§1042ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
那么,让我们聚在一起,开始合唱吧。
§1043οὐ παρασκευαζόμεσθα §1044τῶν πολιτῶν οὐδένʼ ὦνδρες §1045φλαῦρον εἰπεῖν οὐδὲ ἕν.
[歌队] 我们并没有准备各位,去说任何一个市民的哪怕一句坏话。
§1046ἀλλὰ πολὺ τοὔμπαλιν πάντʼ ἀγαθὰ καὶ λέγειν §1047καὶ δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.
相反,我们要说和做一切好事;因为眼前的祸害已经足够多了。
§1048ἀλλʼ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή, §1050εἴ τις ἀργυρίδιον δεῖται §1051λαβεῖν μνᾶς ἢ δύʼ ἢ τρεῖς,
让所有的男人和女人都来宣告,如果有人需要拿点碎银子,一米纳、两米纳或者三米纳的话。
§1052ὡς † πόλλʼ ἔσω ʼστὶν† §1053κἄχομεν βαλλάντια.
因为我们家里有很多积蓄,我们也有钱包。
§1054κἄν ποτʼ εἰρήνη φανῇ, §1055ὅστις ἂν νυνὶ δανείσηται §1056παρʼ ἡμῶν, §1057ἃν λάβῃ μηκέτʼ ἀποδῷ.
一旦和平到来,现在向我们借钱的任何人,都不用再偿还拿走的东西了。
§1058ἑστιᾶν δὲ μέλλομεν ξένους §1059τινὰς Καρυστίους, ἄν- §1060δρας καλούς τε κἀγαθούς.
我们还准备设宴款待几位来自卡律斯托斯的客人,他们都是高尚正直的人。
§1061κἄστιν ἔτʼ ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι, §1062καὶ τοῦτο τέθυχʼ, ὡς τὰ κρέʼ ἔδεσθʼ ἁπαλὰ καὶ καλά.
锅里还有些浓汤;我原本还有一只小猪,现在也宰了,好让大家吃上鲜嫩美味的肉。
§1063ἥκετʼ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ §1064τοῦτο δρᾶν λελουμένους αὔ- §1065τούς τε καὶ τὰ παιδίʼ, εἶτʼ εἴσω βαδίζειν, §1066μηδʼ ἐρέσθαι μηδένα, §1067ἀλλὰ χωρεῖν ἄντικρυς §1068ὥσπερ οἴκαδʼ εἰς ἑαυτῶν
那么今天就到我家来吧;但你们必须清早就洗好澡,你们自己还有孩子们,然后直接走进来,不要问任何人,而是径直走进来,就像回自己家一样,大大方方地。
§1070γεννικῶς, ὡς §1071ἡ θύρα κεκλῄσεται.
因为,门可是会锁上的。
§1072καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας §1073χωροῦσʼ, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
瞧,斯巴达的使者们拖着胡子走过来了,走起路来就像在大腿周围套了个猪圈似的。
§1074ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε, §1075εἶτʼ εἴπαθʼ ἡμῖν πῶς ἔχοντες ἥκετε.
斯巴达的汉子们,首先向你们问好,然后告诉我们,你们是以何种状态来到这里的。
§1076τί δεῖ ποθʼ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
[斯巴达使者] 何必多费唇舌说那么许多话?
§1077ὁρῆν γὰρ ἔξεσθʼ ὡς ἔχοντες ἵκομες.
你们自己就能看见我们是以什么样状态来的。
§1078βαβαί·
[雅典人] 哎呀!
νενεύρωται μὲν ἥδε συμφορὰ §1079δεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται.
这个灾祸可真紧绷得可怕,发热的情况看起来更糟糕。
§1080ἄφατα.
[斯巴达人] 简直不可言喻!
τί κα λέγοι τις;
还能说什么呢?
ἀλλʼ ὅπᾳ σέλει §1081παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
但无论如何,愿有人无论如何都要来为我们建立和平。
§1082καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας §1083ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων §1084θαἰμάτιʼ ἀποστέλλοντας· ὥστε φαίνεται §1085ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
[雅典人] 看啊,我们本地的这些汉子也来了,像摔跤手一样,把衣服从肚子那儿掀开;看来,这种病症看起来挺像是某种体育锻炼的结果。
§1086τίς ἂν φράσεις ποῦʼ στιν ἡ Λυσιστράτη;
[雅典使者] 谁能告诉我们,莉西斯特拉忒在哪儿?
§1087ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
因为我们这些男人都成了这副德行。
§1088χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
[雅典人] 这边的病和那边的病简直一模一样。
§1089ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
是不是天刚亮的时候,你们就会抽筋抽得厉害?
§1090μὰ Δίʼ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
[雅典使者] 凭宙斯发誓,不,光是应付这事,我们就折腾得精疲力竭了。
§1091ὥστʼ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ, §1092οὐκ ἔσθʼ ὅπως οὐ Κλεισθένη βινήσομεν.
所以,要是没人赶紧来让我们和解,我们就免不了要和克勒伊斯忒内斯乱搞了。
§1093εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθʼ, ὅπως §1094τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
[雅典人] 你们要是聪明的话,就把衣服拉好,免得让任何一个赫尔墨斯神柱损毁者瞧见你们。
§1095νὴ τὸν Δίʼ εὖ μέντοι λέγεις.
[雅典使者] 凭宙斯发誓,你确实说得很对。
§1095bναὶ τὼ σιὼ §1096παντᾷ γα.
[斯巴达人] 凭着双子神发誓,确实如此。
φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
来,把衣服披上吧。
§1097ὢ χαίρετʼ ὦ Λάκωνες·
[雅典人] 噢,斯巴达人,欢迎!
αἰσχρά γʼ ἐπάθομεν.
我们可真是遭了难了。
§1098ὦ Πολυχαρείδα δεινά κʼ αὖ ʼπεπόνθεμες, §1099αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
[斯巴达人] 噢,波利查里达斯,要是让那些男人瞧见我们这般坚挺的模样,那可就糟透了。
§1100ἄγε δὴ Λάκωνες αὔθʼ ἕκαστα χρὴ λέγειν.
[雅典人] 好吧,斯巴达人,我们必须把事情一件件说明白。
§1101ἐπὶ τί πάρεστε δεῦρο;
你们到这里来是为了什么?
§1101bπερὶ διαλλαγᾶν §1102πρέσβεις.
[斯巴达人] 为了议和,派来的使者。
§1102bκαλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.
[雅典人] 说得太好拉;我们也是为了这同一件事。
§1103τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην, §1104ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
那我们为什么不把莉西斯特拉忒叫来,只有她才能让我们和好?
§1105ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.
[斯巴达人] 凭着双子神发誓,如果你们愿意,叫她莉西斯特拉托斯也行!
§1106ἀλλʼ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν· §1107αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδʼ ἐξέρχεται.
[雅典人] 不过,看来我们根本不需要去叫她;因为她自己听到了声音,正走出来呢。
§1108χαῖρʼ ὦ πασῶν ἀνδρειοτάτη·
[歌队] 祝贺你,所有女性中最勇敢的人!
δεῖ δὴ νυνί σε γενέσθαι §1109δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον· §1110ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι §1111συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντʼ ἐπέτρεψαν.
现在你必须展现出厉害、温和、尊贵、质朴、严厉、仁慈、阅历丰富的一面;因为希腊的首领们都被你的魔力所俘获,已经向你让步,并把所有的争端都交由你裁决。
§1112ἀλλʼ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις §1113ὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους.
[莉西斯特拉忒] 这工作其实并不难,如果能碰上欲望强烈、又没有互相死磕的人。
§1114τάχα δʼ εἴσομαι ʼγώ.
我很快就会知道了。
ποῦ ʼστιν ἡ Διαλλαγή;
“和解”在哪儿?
§1115πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, §1116καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδʼ αὐθαδικῇ, §1117μηδʼ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτʼ ἔδρων, §1118ἀλλʼ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,
把他们带过来;先拉住那些斯巴达人,不要用粗暴的手,也不要傲慢无礼,也不要像我们的丈夫们以前那样无知粗鲁,而是要像女人一样,极其温和亲切。
§1119ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.
如果他不肯伸手,就拽着他的那玩意儿拉过来。
§1120ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε, §1121οὗ δʼ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.
去吧,你也把这些雅典人带过来,不管他们递出哪里,都抓住他们带过来。
§1122ἄνδρες Λάκωνες στῆτε παρʼ ἐμὲ πλησίον, §1123ἐνθένδε δʼ ὑμεῖς, καὶ λόγων ἀκούσατε.
斯巴达的汉子们,站在我身边,雅典的诸位站在那儿,听听我的话。

词汇与语法注释

  1. 1037μὴ ὥρασʼ ἵκοισθʼ — 该句是诅咒的惯用语。ὥρασʼ 是宾格复数 ὥρας(或与格复数 ὥρασιν 的省音形),ἵκοισθε 是 ἱκνέομαι(到达)的第二人称复数不定过去时祈愿神态。字面意思是“愿你们达不到(美好的)生命季节”,意为“去死吧”或“愿你们遭殃”。
  2. 1113ὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους — ὀργῶντας 是 ὀργάω(渴望、情欲高涨)的现在分词阳性宾格复数,作为条件句 εἰ λάβοι(如果有人能抓住……)中宾语的补足语。属格 ἀλλήλων 受分词 ἐκπειρωμένους(源自 ἐκπειράομαι,测试、试探)支配。整句指“双方都处于欲火中烧、且没有互相试探(或为难)的状态”,表现了实现和解的绝佳时机。

引用这一段

阿里斯托芬, 利西翠妲 §1037-1123. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:1037-1123

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。