Humanitext Reader

阿里斯托芬 · 鸟 §904-989b

诗人与预言家的到访及被逐

第 13 段,共 22 段 · 希腊语

内容简介

一个贫穷的诗人和一个行迹可疑的预言家相继来到新建的云中布谷国,企图索要衣服和祭品,但最终都被皮斯泰泰洛斯识破并轰走。

§904Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα §905κλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.
歌唱吧,哦,缪斯,在你的颂歌声中,赞美那幸福的云中布谷国。
§906τουτὶ τὸ πρᾶγμα ποδαπόν;
皮斯泰泰洛斯:这到底是个什么东西?
εἰπέ μοι τίς εἶ;
告诉我,你是谁?
§907ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν §908Μουσάων θεράπων ὀτρηρός, §910κατὰ τὸν Ὅμηρον.
诗人:我端出甜美言辞的歌者,缪斯们敏捷的仆人,正如荷马所言。
§911ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;
皮斯泰泰洛斯:那么既然是仆役,你却留着长发?
§912οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι §913Μουσάων θεράποντες ὀτρηροί, §914κατὰ τὸν Ὅμηρον.
诗人:不,而是我们所有的诗歌教师,都是缪斯们敏捷的仆人,正如荷马所言。
§915οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.
皮斯泰泰洛斯:难怪你穿着一件敏捷(破旧)的短外衣。
§916ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρʼ ἀνεφθάρης;
不过,诗人啊,是什么风把你吹到这儿来受罪的?
§917μέλη πεποίηκʼ ἐς τὰς Νεφελοκοκκυγίας §918τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ §919καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.
诗人:我已经为你们的云中布谷国创作了歌谣,许多美丽而美妙的环舞歌,还有少女歌,以及一些模仿西莫尼德斯风格的歌。
§920ταυτὶ σὺ πότʼ ἐποίησας;
皮斯泰泰洛斯:这些是你什么时候创作的?
ἀπὸ ποίου χρόνου;
从什么时间开始的?
§921πάλαι πάλαι δὴ τήνδʼ ἐγὼ κλῄζω πόλιν.
诗人:很久很久以前,我就已经开始歌颂这座城市了。
§922οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ, §923καὶ τοὔνομʼ ὥσπερ παιδίῳ νῦν δὴ ʼθέμην;
皮斯泰泰洛斯:我不是现在才在为它的诞生第十天献祭,并且刚刚像给婴儿起名一样给它定下名字吗?
§924ἀλλά τις ὠκεῖα Μουσάων φάτις §925οἷάπερ ἵππων ἀμαρυγά.
诗人:但是缪斯们的宣告是迅速的,就像骏马奔跑时闪烁的光芒。
§926σὺ δὲ πάτερ κτίστορ Αἴτνας, §927ζαθέων ἱερῶν ὁμώνυμε, §928δὸς ἐμὶν ὅ τι περ §929τεᾷ κεφαλᾷ θέλῃς §930πρόφρων δόμεν ἐμὶν τείν.
而你,哦,父亲,埃特纳的创建者,与神圣庙宇同名之人,赐予我吧,无论什么,只要你那高贵的心灵愿意慷慨地赐予我。
§931τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα, §932εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
皮斯泰泰洛斯:这个讨厌鬼会给我们带来麻烦,除非我们给他点东西,把他打发走。
§933οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶνʼ ἔχεις, §934ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.
喂,你,你穿着皮外套和短外套,脱下来,送给这位聪明的诗人。
§935ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς.
拿着皮外套吧;你看起来确实冻得发抖。
§936τόδε μὲν οὐκ ἀέκουσα φίλα §937Μοῦσα δῶρον δέχεται· §938τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος — §940ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.
诗人:亲爱的缪斯并非不情愿地接受这份礼物;但请你用心领会品达的诗句—— 皮斯泰泰洛斯:这家伙是不会离开我们的。
§941νομάδεσσι γὰρ ἐν Σκύθαις §942ἀλᾶται Στράτων, §943ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται· §944ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος.
诗人:“因为在游牧的斯基泰人中,斯特拉顿在流浪,他没有织造的衣服;没有短外套的皮外套去往无光的结局。
§945ξύνες ὅ τοι λέγω.
” 理解我对你所说的话吧。
§946ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
皮斯泰泰洛斯:我明白了,你想把那件小短衫也拿走。
§947ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.
脱下来吧;因为我们必须帮助诗人。
§948ἄπελθε τουτονὶ λαβών.
拿着这个走吧。
§948bἀπέρχομαι, §949κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί· §950κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν· §951νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν.
诗人:我这就走,等我到了城里,我要创作这样的歌:歌唱吧,哦,金宝座上的缪斯,赞美那寒冷战栗的土地;来到白雪皑皑、道路众多的平原,我高声呼喊着战吼。
§952νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶ §955τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.
皮斯泰泰洛斯:凭宙斯起誓,但你已经拿了这件小短衫,逃离了那冰冷刺骨的寒意。
§956τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα, §957οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
凭宙斯起誓,我万万没有料到这个讨厌鬼,会这么快就听说了这座城市的消息。
§958αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
你,拿着祭手水,再绕一圈。
§959εὐφημία ʼστω.
神官:肃静。
§959bμὴ κατάρξῃ τοῦ τράγου.
预言者:别开始献祭山羊。
§960σὺ δʼ εἶ τίς;
皮斯泰泰洛斯:你又是谁?
§960bὅστις;
预言者:谁?
χρησμολόγος.
一个预言者。
§960cοἴμωζέ νυν.
皮斯泰泰洛斯:那你就去哭吧!
§961ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε· §962ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων §963ἐς τὰς Νεφελοκοκκυγίας.
预言者:哦,不可思议的人啊,切勿轻视神圣的事物;因为有一条巴基斯的预言,直接说到了云中布谷国。
§963bκὔπειτα πῶς §964ταῦτʼ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν §965τήνδʼ οἰκίσαι;
皮斯泰泰洛斯:那为什么在我建这座城市之前,你不来发表这些预言?
§965bτὸ θεῖον ἐνεπόδιζέ με.
预言者:神圣的力量阻碍了我。
§966ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι τῶν ἐπῶν.
皮斯泰泰洛斯:不过,听听这些诗句倒也无妨。
§967ἀλλʼ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι §968ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, — §969τί οὖν προσήκει δῆτʼ ἐμοὶ Κορινθίων;
预言者:“当灰狼和乌鸦共同居住在科林斯和西库昂之间的同一地方时——” 皮斯泰泰洛斯:那么科林斯人跟我有什么关系?
§970ᾐνίξαθʼ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.
预言者:巴基斯是在针对空气打谜语。
§971πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν· §972ὃς δέ κʼ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης, §973τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα — §974ἔνεστι καὶ τὰ πέδιλα;
“首先向潘多拉献祭一只白毛公羊;谁第一个作为我言辞的代言人前来,就送给他一件干净的斗篷和一双新凉鞋——” 皮斯泰泰洛斯:里面连凉鞋也写着吗?
§974bλαβὲ τὸ βιβλίον.
预言者:拿去书看。
§975καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρʼ ἐπιπλῆσαι.
“并且送他一个杯子,用内脏填满他的双手。
§976καὶ σπλάγχνα διδόνʼ ἔνεστι;
” 皮斯泰泰洛斯:连送内脏也写着吗?
§976bλαβὲ τὸ βιβλίον.
预言者:拿去书看。
§977κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθʼ ὡς ἐπιτέλλω, §978αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αιʼ δέ κε μὴ δῷς, §979οὐκ ἔσει οὐ τρυγὼν οὐδʼ αἰετὸς οὐ δρυκολάπτης.
“如果你,神圣的青年,照我的吩咐行事,你将成为云中的雄鹰;但如果你不给,你就既成不了斑鸠,也成不了雄鹰,还成不了啄木鸟。
§980καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
” 皮斯泰泰洛斯:这也在里面写着吗?
§980bλαβὲ τὸ βιβλίον.
预言者:拿去书看。
§981οὐδὲν ἄρʼ ὅμοιός ἐσθʼ ὁ χρησμὸς τουτῳί, §982ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην· §983αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν §984λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ, §985δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ — §986οὐδὲν λέγειν οἶμαί σε.
皮斯泰泰洛斯:那么这个预言跟我从阿波罗那里抄写来的那一条,简直毫无相似之处: “然而,当一个不请自来、招摇撞骗的家伙走来,骚扰献祭的人们,并企图品尝内脏时,那么正是那时候,应当抽打他的肋骨之间——” 预言者:我认为你是在胡说八道。
§986bλαβὲ τὸ βιβλίον.
皮斯泰泰洛斯:拿去书看。
§987καὶ φείδου μηδὲν μηδʼ αἰετοῦ ἐν νεφέλῃσιν, §988μήτʼ ἢν Λάμπων ᾖ μήτʼ ἢν ὁ μέγας Διοπείθης.
“并且毫不留情,哪怕他是云中的雄鹰,无论是兰蓬,还是伟大的迪奥佩特斯。
§989καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
” 预言者:这也在里面写着吗?
§989bλαβὲ τὸ βιβλίον.
皮斯泰泰洛斯:拿去书看。

词汇与语法注释

  1. 915ὀτρηρόν — 形容词 ὀτρηρός(敏捷的)修饰短外衣(ληδάριον)时,在此处作为与 τρηρός(有孔的、破旧的)的谐音双关语,讽刺诗人衣衫褴褛。
  2. 928δὸς ἐμὶν ὅ τι περ — 此处是在模仿品达献给叙拉古的希埃隆一世(埃特纳的创建者)的颂歌。其中使用了多利亚方言的与格代名词 ἐμὶν 和 τείν(930),以模仿其庄重的抒情诗风。
  3. 957πεπύσθαι τὴν πόλιν — 这是一个“对格加不定式”(AcI)结构,作为 ἤλπισα 的宾语。其中 τοῦτον 是主格对格,πεπύσθαι(πυνθάνομαι 的完成时不定式)是不定式,而 τὴν πόλιν 是其宾语,意为“这家伙已经听说了这座城市”。
  4. 973δόμεν — 这是一个用作命令语气的史诗或荷马风不定式(以不定式代替命令式),用以模仿神谕文献中古雅而庄严的政令文体。

引用这一段

阿里斯托芬, 鸟 §904-989b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:904-989b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。