Humanitext Reader

阿里斯托芬 · 鸟 §813-903

云中布谷国的命名与对鸟神的首度献祭

第 12 段,共 22 段 · 希腊语

内容简介

皮斯泰泰洛斯和埃乌埃尔皮德斯将新城市命名为“云中布谷国”,并商定了守护神与城防。随后他们召来神官向新鸟神献祭,但皮斯泰泰洛斯因担心猛禽前来抢夺微薄的祭品而赶走了神官。

§813βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος §814Σπάρτην ὄνομα καλῶμεν αὐτήν;
皮斯泰泰洛斯:我们要用拉刻代蒙那个伟大的名字,把她叫作“斯巴达”吗?
§814bἩράκλεις·
埃乌埃尔皮德斯:赫拉克勒斯啊!
§815Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;
我怎会给我的城市命名为“斯达巴”呢?
§816οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων.
哪怕我只有一根带子,我也不想在草垫上用这个名字。
§817τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ;
皮斯泰泰洛斯:那么,我们究竟要给她起个什么名字呢?
§817bἐντευθενὶ §818ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων §819χαῦνόν τι πάνυ.
埃乌埃尔皮德斯:从这里,从云端和高空的处所,找一个极虚浮的名字。
§819bβούλει Νεφελοκοκκυγίαν;
皮斯泰泰洛斯:你觉得“云中布谷国”怎么样?
§820ἰοὺ ἰού·
埃乌埃尔皮德斯:哟,哟!
§820aκαλόν γʼ ἀτεχνῶς σὺ καὶ μέγʼ ηὗρες τοὔνομα.
你真是找了个既美妙又伟大的名字。
§821ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία, §822ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα §822bτά τʼ Αἰσχίνου γʼ ἅπαντα;
这就是那个“云中布谷国”吗,听说西奥根尼斯的巨额财产和埃斯基涅斯的全部家当都在那里?
§823καὶ λῷστον μὲν οὖν §824τὸ Φλέγρας πεδίον, ἵνʼ οἱ θεοὶ τοὺς γηγενεῖς §825ἀλαζονευόμενοι καθυπερηκόντισαν.
皮斯泰泰洛斯:何止如此,这可比弗莱格拉平原还要好,在那里,神明用吹牛击败了大言不惭的大地之子。
§826λιπαρὸν τὸ χρῆμα τῆς πόλεως.
埃乌埃尔皮德斯:这城市真是个光彩夺目的宝贝。
τίς δαὶ θεὸς §827πολιοῦχος ἔσται;
那么,哪位神明将成为城邦守护神?
τῷ ξανοῦμεν τὸν πέπλον;
我们将为谁梳理圣袍呢?
§828τί δʼ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;
皮斯泰泰洛斯:为什么不留着“城市守护者”雅典娜呢?
§829καὶ πῶς ἂν ἔτι γένοιτʼ ἂν εὔτακτος πόλις, §830ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν §831ἕστηκʼ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;
埃乌埃尔皮德斯:一个由女性神明全身披挂站立、而克莱斯提尼却拿着织梭的城邦,怎能称得上有秩序呢?
§832τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;
皮斯泰泰洛斯:那么谁来掌管城邦的“鹳墙”呢?
§833ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ, §834ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ §835Ἄρεως νεοττός.
埃乌埃尔皮德斯:我们中那只波斯血统的鸟,人人都说他是阿瑞斯最凶悍的雏鸟。
§835bὦ νεοττὲ δέσποτα·
皮斯泰泰洛斯:哦,小主人神啊!
§836ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.
这位神明可真适合居住在岩石上。
§837ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα §838καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
来吧,你现在走到气流中去,协助筑墙的人们。
§839χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον, §840λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος, §841φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτʼ ἀεί, §842κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ·
搬运碎石,脱掉衣服揉泥巴,抬起泥桶,从梯子上摔下来,设立哨兵,时刻把火种埋好,摇着警铃四处跑,并且就在那里睡觉。
§843κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω, §844ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω, §845κἀκεῖθεν αὖθις παρʼ ἐμέ.
派一个使者上到天神那里,再派另一个从上面下到人间,然后从那里再回到我这儿。
§845bσὺ δέ γʼ αὐτοῦ μένων §846οἴμωζε παρʼ ἔμʼ.
埃乌埃尔皮德斯:你倒好,留在这里,就等我回来哭吧。
§846bἴθʼ ὦγάθʼ οἷ πέμπω σʼ ἐγώ.
皮斯泰泰洛斯:去吧,我的好老兄,去我打发你去的地方。
§847οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδʼ ἃ λέγω πεπράξεται.
因为没有你,我说的这些事一件也办不成。
§848ἐγὼ δʼ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς, §849τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
而我,为了向新神献祭,要去召神官来主持祭祀游行。
§850παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.
童子,童子,抬起祭篮和洗手水。
§851ὁμορροθῶ, συνθέλω, §852συμπαραινέσας ἔχω §853προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν, §855ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν.
歌队:我赞成,我同意,并极力主张举行伟大庄严的行列走向众神,同时为了表示感谢,要献祭一只小羊。
§856ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ, §857συνᾳδέτω δὲ Χαῖρις ᾠδάν.
让赞美阿波罗的歌声向神明响起,让凯里斯也随歌伴奏。
§859παῦσαι σὺ φυσῶν.
皮斯泰泰洛斯:别吹了!
Ἡράκλεις τουτὶ τί ἦν;
赫拉克勒斯啊,这到底是个什么东西?
§860τουτὶ μὰ Δίʼ ἐγὼ πολλὰ δὴ καὶ δείνʼ ἰδὼν §861οὔπω κόρακʼ εἶδον ἐμπεφορβειωμένον.
凭宙斯起誓,我见过许多稀奇古怪的事,可还从没见过戴着口箍的乌鸦。
§862ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.
神官,看你的了,向新神献祭吧。
§864δράσω τάδʼ.
神官:遵命。
ἀλλὰ ποῦ ʼστιν ὁ τὸ κανοῦν ἔχων;
可是拿着祭篮的人在哪里?
§865εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν — §866ὦ Σουνιέρακε χαῖρʼ ἄναξ Πελαργικέ.
向鸟类的赫斯提亚、守护炉灶的鸢,以及奥林匹斯的鸟类众神,所有的男女鸟神祈祷—— 皮斯泰泰洛斯:哦,苏尼翁的鹰隼啊,万岁,鹳墙的君王!
§867καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι — §868οὐκέτι Κολαινὶς ἀλλʼ Ἀκαλανθὶς Ἄρτεμις.
神官:——以及皮提亚和提洛的天鹅、鹌鹑之母勒托,还有金翅雀阿耳特弥斯—— 皮斯泰泰洛斯:不再是科莱尼斯,而是金翅雀阿耳特弥斯了!
§876καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων — §877δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.
神官:——以及燕雀萨巴齐奥斯、神明与人类之大母鸵雀—— 皮斯泰泰洛斯:女王库贝勒,大雀啊,克莱奥克里托斯之母!
§878διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι — §880Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.
神官:——保佑云中布谷国的居民身体健康、安然无恙,保佑他们以及希俄斯人—— 皮斯泰泰洛斯:希俄斯人总是到处被顺带加上,真是有意思。
§881καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ §886πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι §887καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ §888καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ — §889παῦʼ ἐς κόρακας, παῦσαι καλῶν.
神官:——以及英雄鸟类和英雄之子,紫水鸡、鹈鹕、琵鹭、红雀、松鸡、孔雀、苇莺、小水鸭、潜鸟、苍鹭、鲣鸟、黑头莺、山雀—— 皮斯泰泰洛斯:该死的,快住口吧,别再念招魂咒了!
ἰοὺ ἰού, §890ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς §891ἁλιαιέτους καὶ γῦπας;
哎呀,你这倒霉蛋,面对这样一只瘦小的祭牲,你竟然把海雕和秃鹰都招来了?
οὐχ ὁρᾷς ὅτι §892ἰκτῖνος εἷς ἂν τοῦτό γʼ οἴχοιθʼ ἁρπάσας;
你难道看不出,只要一只鸢飞过来,就能把这祭品抢个精光吗?
§893ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα·
走开吧,带着你的花冠一块滚开!
§894ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.
我自己来独自献祭这只小羊。
§895εἶτʼ αὖθις αὖ τἄρα σοι §896δεῖ με δεύτερον μέλος §899χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν δὲ §900μάκαρας, ἕνα τινὰ μόνον, εἴπερ ἱκανὸν ἕξετʼ ὄψον.
歌队:那么,我必须再次为你唱起第二支歌,伴着祭手水,发出虔诚神圣的呼唤,祈求福乐的众神——但只请其中的一位,如果你们想要有足够的祭肉。
§901τὰ γὰρ παρόντα θύματʼ οὐδὲν ἄλλο πλὴν §902γένειόν ἐστι καὶ κέρατα.
因为眼前的这件祭品,除了胡须和双角之外,别无他物。
§903θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.
皮斯泰泰洛斯:让我们献祭,向长着羽翅的众神祈祷。

词汇与语法注释

  1. 816οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων — 承前省略了动词 θείμην(与 ἄν 连用,意为“命名”)。分词 ἔχων 起到条件状语的作用(“即使我有一根绳带”)。此句利用了城市名“斯巴达(Σπάρτη)”与绑缚简陋草垫的草绳(σπάρτον / κειρία)之间的同音双关,意为“哪怕我有一根绳带,我也绝不给草垫起这个名字”。
  2. 824τοὺς γηγενεῖς ἀλαζονευόμενοι — 主格复数分词 ἀλαζονευόμενοι 在语法上修饰主句主语 θεοί(众神),但在语义上,将其理解为修饰宾语“大地之子(τοὺς γηγενεῖς,即巨人们)”(“大言不惭的巨人们”)更为自然。众神在吹牛上战胜了这些说大话的巨人。所有语言的翻译在语义上均保持一致。
  3. 831Κλεισθένης δὲ κερκίδα — 此句省略了与前句 ἕστηκʼ ἔχουσα(披挂站立)相对应的动词(如 ἕστηκεν ἔχων)。该句构成了喜剧性的排比与对比:一方面是身为女性的雅典娜女神全身披挂(男装),另一方面是出了名女性化的克莱斯提尼拿着织女用的“织梭”,以此讽刺城邦秩序的颠倒。
  4. 892οἴχοιθʼ ἁρπάσας — 动词 οἴχομαι 与不定过去时分词 ἁρπάσας 的结合。οἴχομαι 加上分词的结构表示动作的迅速完成或“带着……离去”。在此处,它与第891行的 ἄν 连用,构成祈愿语气(οἴχοιτο ἄν),表示一种潜在的、极可能发生的危险:“一只鸢就会瞬间把祭品抢走”。

引用这一段

阿里斯托芬, 鸟 §813-903. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:813-903

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。