Humanitext Reader

阿里斯托芬 · 鸟 §725-812

鸟国的自由赞歌与生翅二人的新城命名

第 11 段,共 22 段 · 希腊语

内容简介

鸟类歌队向人类承诺了各种幸福与恩惠,并宣扬在鸟国中,凡间法律所禁止的可耻行为反而是自由而美好的。随后,皮斯泰泰洛斯和埃乌埃尔皮德斯长着羽翼再次登场,互相嘲笑对方滑稽的扮相,并开始商量新城市的起名及祭祀事宜。

§725αὔραις ὥραις χειμῶνι θέρει §726μετρίῳ πνίγει· κοὐκ ἀποδράντες §727καθεδούμεθʼ ἄνω σεμνυνόμενοι §728παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς· §729ἀλλὰ παρόντες δώσομεν ὑμῖν §730αὐτοῖς, παισίν, παίδων παισίν, §731πλουθυγιείαν §732εὐδαιμονίαν βίον εἰρήνην §733νεότητα γέλωτα χοροὺς θαλίας §734γάλα τʼ ὀρνίθων.
伴着微风、季节、冬日、夏天、以及适度的炎热;我们不会逃跑傲慢地坐在高空,像宙斯那样待在云彩旁;而是会陪伴在你们身边,给予你们你们自己、孩子、以及子子孙孙,财富与健康、幸福、生命、和平、青春、欢笑、舞蹈、宴乐、还有“鸟奶”。
ὥστε παρέσται §735κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν· §736οὕτω πλουτήσετε πάντες.
因此,面对这些恩惠,你们会因承受这些好运而感到疲倦;你们所有人都会变得如此富有。
§737Μοῦσα λοχμαία, §738τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίγξ, §739ποικίλη, μεθʼ ἧς ἐγὼ §740νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις, §741τιὸ τιὸ τιὸ τιοτίγξ, §742ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου, §743τιὸ τιὸ τιὸ τιοτίγξ, §744διʼ ἐμῆς γένυος ξουθῆς μελέων §745Πανὶ νόμους ἱεροὺς ἀναφαίνω §746σεμνά τε μητρὶ χορεύματʼ ὀρείᾳ, §747τοτοτοτοτοτοτοτοτοτίγξ, §748ἔνθεν ὡστερεὶ μέλιττα §749Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶ §750φέρων γλυκεῖαν ᾠδάν.
丛林的缪斯啊,提奥提奥提奥提奥提奥提奥提奥廷克斯,斑斓的歌者,我与你一同,在山谷和群山之巅,提奥提奥提奥提奥廷克斯,栖息在枝叶茂密的梣树上,提奥提奥提奥提奥廷克斯,通过我黄褐色的喉咙,为潘神展现神圣的乐调,为山中之母献上庄严的舞蹈,托托托托托托托托托廷克斯,在那里弗律尼科斯就像蜜蜂一样,总是采食神圣歌谣的果实,带来甜美的歌声。
§751τιὸ τιὸ τιὸ τιοτίγξ.
提奥提奥提奥提奥廷克斯。
§752εἰ μετʼ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται §753διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.
诸位观众,如果你们中有人想和鸟儿一起,在今后愉快地度过余生,那就到我们这里来吧。
§755ὅσα γάρ ἐστιν ἐνθάδʼ αἰσχρὰ τῷ νόμῳ κρατούμενα, §756ταῦτα πάντʼ ἐστὶν παρʼ ἡμῖν τοῖσιν ὄρνισιν καλά.
因为在这里被法律视作可耻的一切事物,在我们鸟类这里全都是美好的。
§757εἰ γὰρ ἐνθάδʼ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ, §758τοῦτʼ ἐκεῖ καλὸν παρʼ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ §759προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ.
如果在这里,法律规定殴打父亲是可耻的,在我们那里的鸟国,如果有人跑到父亲面前,打了他之后说:“你要是想打,就抬起踢马刺吧。
§760εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος, §761ἀτταγᾶς οὗτος παρʼ ἡμῖν ποικίλος κεκλήσεται.
” 如果你们中恰好有人是受过黥刑的逃亡奴隶,在我们这里,他将被称作“斑纹鹧鸪”。
§762εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου, §763φρυγίλος ὄρνις ἐνθάδʼ ἔσται, τοῦ Φιλήμονος γένους.
如果有人恰好是弗里吉亚人,一点也不比亚斯平塔罗斯逊色,在这里他就会成为一只“燕雀”,属于菲勒蒙的家族。
§764εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης, §765φυσάτω πάππους παρʼ ἡμῖν, καὶ φανοῦνται φράτερες.
如果像埃克塞克斯提德斯那样,他是个奴隶兼卡里亚人,就在我们这里孵出外祖父,他的宗族兄弟自会显现。
§766εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας §767βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον· §768ὡς παρʼ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.
如果佩西亚斯的儿子想要向被剥夺公民权的人出卖城门,就让他变成一只“鹧鸪”吧,一个像他父亲一样的雏鸟;因为在我们这里,像鹧鸪一样逃跑一点也不可耻。
§769τοιάδε κύκνοι, §770τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ, §771συμμιγῆ βοὴν ὁμοῦ §772πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω, §773τιὸ τιὸ τιὸ τιοτίγξ, §774ὄχθῳ ἐφεζόμενοι παρʼ Ἕβρον ποταμόν, §775τιὸ τιὸ τιὸ τιοτίγξ, §776διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά· §777πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν, §778κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη, §779τοτοτοτοτοτοτοτοτοτίγξ· §780πᾶς δʼ ἐπεκτύπησʼ Ὄλυμπος· §781εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιάδες δὲ μέλος Χάριτες §782Μοῦσαί τʼ ἐπωλόλυξαν.
就像这样,天鹅们提奥提奥提亚提奥提奥提奥廷克斯,齐声发出混鸣,拍打着翅膀唱起赞颂阿波罗的歌,提奥提奥提奥提奥廷克斯,聚集在赫布罗斯河畔,提奥提奥提奥提奥廷克斯,那鸣声穿过了天空之云;各林野兽纷纷畏惧,无风的晴空使波涛平息,托托托托托托托托托廷克斯;整个奥林匹斯山都回响起来;惊愕席卷了众神;奥林匹斯的卡里忒斯与缪斯们也高声欢唱。
§783τιὸ τιὸ τιὸ τιοτίγξ.
提奥提奥提奥提奥廷克斯。
§785οὐδέν ἐστʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦσαι πτερά.
没有什么比长出翅膀更好、更惬意的事了。
§786αὐτίχʼ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος, §787εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο, §788ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε, §789κᾆτʼ ἂν ἐμπλησθεὶς ἐφʼ ἡμᾶς αὖθις αὖ κατέπτετο.
举个例子,如果你们观众中有人长了翅膀,当他肚子饿了、对悲剧合唱感到厌烦时,他就可以飞走,回家吃顿午饭,等吃饱了再飞回我们这里来。
§790εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν, §791οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλʼ ἀνέπτετο, §792κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο·
如果你们中有人像帕特罗克雷得斯那样急着要拉屎,他就不用把斗篷弄脏,而是可以飞上天,放个屁、喘口气,然后再次飞回来。
§793εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει, §794κᾆθʼ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ, §795οὗτος ἂν πάλιν παρʼ ὑμῶν πτερυγίσας ἀνέπτετο, §796εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο.
如果你们中恰好有谁是在偷情的通奸者,看到那女人的丈夫正坐在议员席上,他就可以从你们中间振翅飞走,完事之后再从那里飞回来。
§797ἆρʼ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον;
那么,长出翅膀难道不值得付出一切代价吗?
§798ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ §799ᾑρέθη φύλαρχος, εἶθʼ ἵππαρχος, εἶτʼ ἐξ οὐδενὸς §800μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.
既然像狄伊特雷斐斯那样,他仅仅凭着柳条编制的翅膀,就被选为骑兵队长,然后是主骑兵长,从无名小卒飞黄腾达,如今成了一只黄褐色的“马鸡”。
§801ταυτὶ τοιαυτί·
皮斯泰泰洛斯:事情就是这样。
μὰ Δίʼ ἐγὼ μὲν πρᾶγμά πω §802γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.
凭宙斯起誓,我这辈子还从没见过比这更可笑的事呢。
§803ἐπὶ τῷ γελᾷς;
埃乌埃尔皮德斯:你在笑什么?
§803bἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.
皮斯泰泰洛斯:笑你那双敏捷的翅膀。
§804οἶσθʼ ᾧ μάλιστʼ ἔοικας ἐπτερωμένος;
你知道你长了翅膀后最像什么吗?
§805εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.
一只画得很廉价的鹅。
§806σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.
埃乌埃尔皮德斯:而你则像一只被剃了锅盖头的黑鸫。
§807ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον· §808τάδʼ οὐχ ὑπʼ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.
皮斯泰泰洛斯:我们正像埃斯库罗斯所说的那样,被如此比拟: “这并非外人所致,而是被我们自己的羽毛所伤。
§809ἄγε δὴ τί χρὴ δρᾶν;
” 埃乌埃尔皮德斯:来吧,我们现在该做什么?
§809bπρῶτον ὄνομα τῇ πόλει §810θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς §811θῦσαι μετὰ τοῦτο.
皮斯泰泰洛斯:首先,我们要给这座城市起一个伟大而响亮的名字,然后再向众神献祭。
§811bταῦτα κἀμοὶ συνδοκεῖ.
埃乌埃尔皮德斯:我也赞同这一点。
§812φέρʼ ἴδω, τί δʼ ἡμῖν τοὔνομʼ ἔσται τῇ πόλει;
皮斯泰泰洛斯:让我想想,我们的城市该叫什么名字呢?

词汇与语法注释

  1. §725αὔραις ὥραις χειμῶνι θέρει μετρίῳ πνίγει — 这些词均为表示状况、手段或时间的与格。最后的 `μετρίῳ πνίγει` 可以看作是 `θέρει`(在夏天)的同格语,意为“在适度的炎热中”,也可以作为并列要素理解为“伴随夏日与适度的炎热”。
  2. §749ἀμβροσίων μελέων ... καρπὸν — 属格 `ἀμβροσίων μελέων`(神圣歌谣的)并不直接受动词 `ἀπεβόσκετο`(采食)支配,而是修饰其直接宾语对格 `καρπὸν`(果实),以契合蜜蜂的喻意。
  3. §765φυσάτω πάππους — 作为命令式动词 `φυσάτω`(使生长、孵化)宾语的 `πάππους` 具有双重含义,既指“祖父/祖先”,又指“冠羽”或“蒲公英的绒毛”,讽刺了雅典同族会(phratry)要求证明父系祖先的制度。
  4. §808τοῖς αὑτῶν πτεροῖς — 此句模仿了埃斯库罗斯一部散佚悲剧中的名言(关于一只老鹰被用它自己的羽毛做成的箭射中的寓言)。句中省略了主动词(如“击中”),与格 `τοῖς αὑτῶν πτεροῖς` 表示手段或原因。

引用这一段

阿里斯托芬, 鸟 §725-812. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:725-812

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。