Humanitext Reader

阿里斯托芬 · 鸟 §74-148

会见泰柔斯与探寻安居之城

第 2 段,共 22 段 · 希腊语

内容简介

庇斯忒泰洛斯与欧埃尔庇得斯遇到了鸟奴隶,随后见到了由人变鸟的泰柔斯(戴胜)。两人请求泰柔斯指点一个像松软斗篷般舒适安宁的城市,以逃避雅典烦杂的诉讼与市政公职。

§74δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;
“鸟儿真的也需要某种随从吗?
§75οὗτός γʼ, ἅτʼ οἶμαι πρότερον ἄνθρωπός ποτʼ ὤν, §76τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς· §77τρέχω ʼπʼ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον. §78ἔτνους δʼ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας· §79τρέχω ʼπὶ τορύνην.
” “这位确实需要,我想,因为他以前曾经是人类,有时他想吃法勒隆的鳀鱼,我便拿着碗跑去买鳀鱼;有时他想喝豆粥,这就需要勺子和锅,我便跑去拿勺子。
§79bτροχίλος ὄρνις οὑτοσί.
” “这家伙是一只鸻鸟。
§80οἶσθʼ οὖν ὃ δρᾶσον ὦ τροχίλε;
” “那么你知道该怎么做吗,鸻鸟?
τὸν δεσπότην §81ἡμῖν κάλεσον.
帮我们叫一下你的主人。
§81bἀλλʼ ἀρτίως νὴ τὸν Δία §82εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.
” “但是凭宙斯发誓,他刚刚吃了些香桃木果和一些蚊蚋,正在睡觉。
§83ὅμως ἐπέγειρον αὐτόν.
” “不过还是把他叫醒吧。
§83bοἶδα μὲν σαφῶς §84ὅτι ἀχθέσεται, σφῷν δʼ αὐτὸν οὕνεκʼ ἐπεγερῶ.
” “我非常清楚他会生气的,但是为了你们两个,我会去叫醒他。
§85κακῶς σύ γʼ ἀπόλοιʼ, ὥς μʼ ἀπέκτεινας δέει.
” “愿你倒霉透顶,你差点把我吓死了!
§86οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται §87ὑπὸ τοῦ δέους.
” “哎呀,真倒霉! 我的寒鸦也飞走了,因为太害怕了。
§87bὦ δειλότατον σὺ θηρίον, §88δείσας ἀφῆκας τὸν κολοιόν;
” “你这个最胆小的畜生,因为害怕就把寒鸦放走了吗?
§88bεἰπέ μοι, §89σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;
” “告诉我,你跌倒的时候不也放走了你的乌鸦吗?
§90μὰ Δίʼ οὐκ ἔγωγε.
” “凭宙斯发誓,我可没有。
§90bποῦ γάρ ἐστʼ;
” “那它在哪儿呢?
§90cἀπέπτετο.
” “它飞走了。
§91οὐκ ἆρʼ ἀφῆκας;
” “所以你没有放走它?
ὦγάθʼ ὡς ἀνδρεῖος εἶ.
老兄,你可真勇敢啊!
§92ἄνοιγε τὴν ὕλην, ἵνʼ ἐξέλθω ποτέ.
” “打开灌木丛,好让卧终于能出来。
§93ὦ Ἡράκλεις τουτὶ τί ποτʼ ἐστὶ τὸ θηρίον;
” “赫拉克勒斯啊! 这到底是个什么怪兽?
§94τίς ἡ πτέρωσις;
这是什么羽毛?
τίς ὁ τρόπος τῆς τριλοφίας;
这三重冠毛是什么样式?
§95τίνες εἰσί μʼ οἱ ζητοῦντες;
” “是谁在寻找我?
§95bοἱ δώδεκα θεοὶ §96εἴξασιν ἐπιτρῖψαί σε.
” “奥林波斯十二神似乎把你折磨成这副样子的。
§96bμῶν με σκώπτετον §97ὁρῶντε τὴν πτέρωσιν;
” “你们两个是在嘲笑我的羽毛吗?
ἦν γὰρ ὦ ξένοι §98ἄνθρωπος.
异乡人啊,我以前可是个人类。
§98bοὐ σοῦ καταγελῶμεν.
” “我们不是在嘲笑你。
§98cἀλλὰ τοῦ;
” “那是在笑什么?
§99τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.
” “你的鸟嘴在我们看来太滑稽了。
§100τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται §101ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.
” “然而索福克勒斯就是这样在他的悲剧里把我泰柔斯给糟蹋了。
§102Τηρεὺς γὰρ εἶ σύ;
” “你真的是泰柔斯?
πότερον ὄρνις ἢ ταὧς;
你是鸟还是孔雀?
§103ὄρνις ἔγωγε.
” “我是鸟。
§103bκᾆτά σοι ποῦ τὰ πτερά;
” “那你的羽毛在哪儿呢?
§104ἐξερρύηκε.
” “脱落了。
§104bπότερον ὑπὸ νόσου τινός;
” “是因为什么病吗?
§105οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα §106πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν.
” “不是,到了冬天,所有的鸟都会换羽,然后我们又会长出新的羽毛。
§107ἀλλʼ εἴπατόν μοι σφὼ τίνʼ ἐστόν;
不过你们两个告诉我,你们是谁?
§107bνώ;
” “我们?
βροτώ.
凡人。
§108ποδαπὼ τὸ γένος;
” “你们是什么种族? 来自哪里?
§108bὅθεν αἱ τριήρεις αἱ καλαί.
” “来自出产美丽三段櫂船的地方。
§109μῶν ἡλιαστά;
” “难道是陪审官吗?
§109bμἀλλὰ θατέρου τρόπου, §110ἀπηλιαστά.
” “不,恰恰相反,是另一种,避开陪审席的人。
§110bσπείρεται γὰρ τοῦτʼ ἐκεῖ §111τὸ σπέρμʼ;
” “那里居然也播种这种种子吗?
§111bὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.
” “要是你寻找的话,在乡下还是能找到一点的。
§112πράγους δὲ δὴ τοῦ δεομένω δεῦρʼ ἤλθετον;
” “那么你们到底是为什么事情来到这里的?
§113σοὶ ξυγγενέσθαι βουλομένω.
” “我们渴望与你相见。
§114τίνος πέρι;
” “为了什么事?
§114bὅτι πρῶτα μὲν ἦσθʼ ἄνθρωπος ὥσπερ νὼ ποτέ, §115κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ, §116κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ· §117εἶτʼ αὖθις ὀρνίθων μεταλλάξας φύσιν §118καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ, §119καὶ πάνθʼ ὅσαπερ ἄνθρωπος ὅσα τʼ ὄρνις φρονεῖς·
” “因为,首先,你以前也像我们一样是人类,也像我们一样欠过债,并且像我们一样乐于赖账不还;之后,你又改变了本性,变成了鸟类,环绕着大地和海洋飞翔,并且通晓人类所想和鸟类所想的一切。
§120ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρʼ ἀφίγμεθα, §121εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον §122ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.
因此,我们作为求助者来到你这里,看看你是否能向我们指出一个像松软的羊毛斗篷一样、适合舒舒服服躺下的城市。
§123ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;
” “然后,你在寻找一个比雅典更大的城市吗?
§124μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.
” “不是更大的,而是更适合我们两人的。
§125ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.
” “你显然是想找个贵族制的城市。
§125bἐγώ;
” “我?
§126ἥκιστα·
” “绝不。
καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.
我极其讨厌斯克利亚斯之子。
§127ποίαν τινʼ οὖν ἥδιστʼ ἂν οἰκοῖτʼ ἂν πόλιν;
” “那么,你们最愿意住在什么样的城市里呢?
§128ὅπου τὰ μέγιστα πράγματʼ εἴη τοιάδε· §129ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων §130λέγοι ταδί· πρὸς τοῦ Διὸς τοὐλυμπίου §131ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία §132λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους·
” “在那里,最棘手的大事莫过于此:一清早,我的一位朋友来到我的门口这样说: ‘凭奥林波斯宙斯发誓,请你和你的孩子们今天一清早洗完澡,务必到我这里来,因为我要举办婚礼派对。
§133καὶ μηδαμῶς ἄλλως ποιήσῃς· εἰ δὲ μή, §134μή μοι τότε γʼ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς .
千万不要推托;否则,当我遭遇不幸、穷困潦倒时,你就绝对不要来找我。
§135νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.
’” “凭宙斯发誓,你喜欢的果然是些磨难重重的事。
§136τί δαὶ σύ;
那么你呢?
§136bτοιούτων ἐρῶ κἀγώ.
” “我也喜欢那样的事。
§136cτίνων;
” “什么样的事?
§137ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται §138ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ· §139καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη §140εὑρὼν ἀπιόντʼ ἀπὸ γυμνασίου λελουμένον §141οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου, §142οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.
” “在那里,路上遇到的人会像这样抱怨我,仿佛他是一个俊美儿子的父亲,而他的儿子受了委屈: ‘斯蒂尔博尼德斯,你做的事情可真漂亮,你在体育场外遇到我那刚洗完澡走出来的儿子,却没有亲他,没有向他打招呼,没有拥抱他,也没有摸他,你还是我父亲的朋友呢!
§143ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.
’” “哎呀,你这个可怜的家伙,你渴望的真是些奇妙的烦恼。
§144ἀτὰρ ἔστι γʼ ὁποίαν λέγετον εὐδαίμων πόλις §145παρὰ τὴν ἐρυθρὰν θάλατταν.
不过,确实有你们两个所说的那样幸福的城市,就在红海边上。
§145bοἴμοι μηδαμῶς §146ἡμῖν παρὰ τὴν θάλατταν, ἵνʼ ἀνακύψεται
” “哎呀,千万不要在海边。
§147κλητῆρʼ ἄγουσʼ ἕωθεν ἡ Σαλαμινία.
在那里,清早就会有萨拉米尼亚号带着传票官突然冒出来。
§148Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;
” “那么,你能给我们指一个希腊的城市吗? ”

词汇与语法注释

  1. §80οἶσθʼ οὖν ὃ δρᾶσον — 命令式嵌入关系从句中的惯用表达,字面意思是“你知道你该做什么吗?”,起到了强烈的命令或请求作用。此处不定过去时命令式第二人称单数 δρᾶσον 紧跟在关系代词 ὅ 之后。
  2. §96εἴξασιν — 动词 ἔοικα(似乎、像)的第三人称复数完成时。此处与不定式 ἐπιτρῖψαι(毁灭、摧毁)连用,字面意思是“十二神似乎把你毁了”,用来嘲讽戴胜怪异滑稽的外貌。
  3. §121εἴ τινα πόλιν φράσειας — 由 εἰ 引导并接祈愿式(φράσειας 为 φράζω 的不定过去时祈愿式第二人称单数)的从句,起间接疑问或委婉请求的作用(“看看你是否能向我们指出某个城市……”),承接上一行的主句动词 ἀφίγμεθα。
  4. §131ὅπως παρέσει — 由 ὅπως 引导并接直陈式将来时(παρέσει 为 πάρειμι 的将来时第二人称单数)的独立句,表示强烈的命令或恳求,省略了主句中表示“注意、设法”的动词。

引用这一段

阿里斯托芬, 鸟 §74-148. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:74-148

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。