Humanitext Reader

阿里斯托芬 · 鸟 §659-724

夜莺登场与歌队阐述鸟类起源的幕间演说

第 10 段,共 22 段 · 希腊语

内容简介

皮斯泰泰洛斯等人准备进入戴胜的巢穴,并唤出伴奏者普洛克涅(夜莺)。随后,歌队开始进行“席间演说”(Parabasis),自豪地宣称鸟类的起源可追溯至爱若斯和卡俄斯,比众神更为古老,并为人类带来了巨大的恩惠。

§659ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
皮斯泰泰洛斯:好好吃一顿午饭吧;但请把那只与缪斯合唱、歌声甜美的夜莺带到这里,留给我们,好让我们和她一起玩耍。
§660κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης. §661ὦ τοῦτο μεντοι νὴ Δίʼ αὐτοῖσιν πιθοῦ· §662ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.
埃乌埃尔皮德斯:哦,凭着宙斯起誓,在这件事上千万要听他们的;把那只小鸟从芦苇丛里带出来吧。
§663ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα §664καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.
皮斯泰泰洛斯:凭着众神起誓,把她带到这里来,好让我们俩也瞧瞧这只夜莺。
§665ἀλλʼ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη
戴胜:既然你们两位这么想,那就必须这样做。
§666ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
普洛克涅,出来吧,向客人们展示你自己。
§667ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλὸν τοὐρνίθιον, §668ὡς δʼ ἁπαλόν, ὡς δὲ λευκόν.
皮斯泰泰洛斯:噢,至高无上的宙斯啊,这只小鸟多么美丽,多么娇嫩,多么白皙!
§668bἆρά γʼ οἶσθʼ ὅτι §669ἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως;
埃乌埃尔皮德斯:你知道吗,我真想欣然与她同床共枕?
§670ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.
皮斯泰泰洛斯:她身上戴着多少金饰啊,简直像个年轻姑娘。
§671ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.
埃乌埃尔皮德斯:至于我,我觉得我甚至想吻她一下。
§672ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.
皮斯泰泰洛斯:可是,你这个倒霉鬼,她长着一张像两根烤肉钎子一样的尖嘴呢。
§673ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴ §674ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν.
埃乌埃尔皮德斯:但是,凭着宙斯起誓,只要像剥蛋壳一样,把她头上的面具剥下来,然后就可以那样吻她了。
§675ἴωμεν.
皮斯泰泰洛斯:我们进去吧。
§675bἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.
戴胜:那就请你带着我们俩,祝我们好运。
§676ὦ φίλη, ὦ ξουθή, §677ὦ φίλτατον ὀρνέων §678πάντων, ξύννομε τῶν ἐμῶν §679ὕμνων, ξύντροφʼ ἀηδοῖ,
歌队:噢,亲爱的,噢,黄褐色的,所有鸟中最可爱的,我的歌谣的伴侣,一同长大的夜莺!
§680ἦλθες ἦλθες ὤφθης, §681ἡδὺν φθόγγον ἐμοὶ φέρουσʼ.
你来了,你来了,你出现了,给我带来了甜美的歌声。
§682ἀλλʼ ὦ καλλιβόαν κρέκουσʼ §683αὐλὸν φθέγμασιν ἠρινοῖς, §684ἄρχου τῶν ἀναπαίστων.
来吧,用春天的旋律奏响那声音优美的笛子,开始我们的阿纳派斯特双短长格诗吧。
§685ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, §686ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλʼ ἀμενηνά, §687ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι, §688προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν, §689τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν, §690ἵνʼ ἀκούσαντες πάντα παρʼ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων. §691φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τʼ Ἐρέβους τε Χάους τε §692εἰδότες ὀρθῶς, Προδίκῳ παρʼ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν.
来吧,生活在黑暗中的人类啊,你们如同树叶的世代,软弱无力,由泥土塑造,像影子般虚无缥缈,没有羽翼,朝生暮死,可怜的凡人,如梦幻般的人类,请倾听我们这些永恒存在的、居于天上的、不老而怀着不朽心愿的神明,天空之中的、不老的、思考着不朽计划的人,好从我们这里正确地听到关于天空中一切事物的真相,并且正确地了解鸟类的本性、众神的诞生、以及河流、厄瑞玻斯和卡俄斯的起源之后,今后你们就可以替我转告普罗狄科斯去‘哭泣吧’。
§693Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς, §694γῆ δʼ οὐδʼ ἀὴρ οὐδʼ οὐρανὸς ἦν· Ἐρέβους δʼ ἐν ἀπείροσι κόλποις §695τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν, §696ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός, §697στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
起初只有卡俄斯、夜晚、黑暗的厄瑞玻斯和辽阔的塔耳塔洛斯,当时既没有大地,也没有空气和天空;在厄瑞玻斯无边的怀抱中,黑翅膀的夜晚首先产下了一枚风卵,随着岁月的轮转,从这枚卵中诞生了令人向往的爱若斯,他的背上闪耀着两只黄金羽翼,就像风一样快速的漩涡。
§698οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν §699ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.
他在辽阔的塔耳塔洛斯中,与长着翅膀、黑暗的卡俄斯交合,孕育孵化了我们鸟类的种族,并首次将我们带向光明。
§700πρότερον δʼ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα· §701ξυμμιγνυμένων δʼ ἑτέρων ἑτέροις γένετʼ οὐρανὸς ὠκεανός τε §702καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον.
在那之前,不朽者的种族并不存在,直到爱若斯把万物融合在一起;随着它们彼此交融,天空、大洋、大地以及所有福乐众神的不朽种族才诞生了。
ὦδε μέν ἐσμεν §703πολὺ πρεσβύτατοι πάντων μακάρων.
因此,我们比所有福乐之神都要古老得多。
ἡμεῖς δʼ ὡς ἐσμὲν Ἔρωτος §704πολλοῖς δῆλον· πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν·
而我们属于爱若斯,这对许多人来说在许多方面都很明显:因为我们飞翔,而且我们与恋爱中的人相伴。
§705πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας §706διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί, §707ὁ μὲν ὄρτυγα δοὺς ὁ δὲ πορφυρίωνʼ ὁ δὲ χῆνʼ ὁ δὲ Περσικὸν ὄρνιν.
许多曾发誓拒绝情人的美丽男孩,在他们青春将逝之际,爱慕他们的男人正是借助我们的力量得到了他们,有的送鹌鹑,有的送紫水鸡,有的送鹅,有的送波斯鸟。
§708πάντα δὲ θνητοῖς ἐστὶν ἀφʼ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.
而凡人所得的最大恩惠,全来自我们鸟类。
§709πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος χειμῶνος ὀπώρας·
首先,我们向他们指示春、冬、秋的季节。
§710σπείρειν μέν, ὅταν γέρανος κρώζουσʼ ἐς τὴν Λιβύην μεταχωρῇ. §711καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν, §712εἶτα δʼ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ.
当起重机啼鸣着迁徙到利比亚时,就是播种之时;那时它还告诉船主把舵挂起来去睡觉,接着,又告诉俄瑞斯忒斯去织一件斗篷,免得他因寒冷发抖而去剥光别人的衣服。
§713ἰκτῖνος δʼ αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει, §714ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών, §715ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι.
此后,鸢的出现展示了另一个季节,即剪羊群春毛的时候;接着是燕子,此时应当卖掉厚斗篷,去买一件轻便的夏衣。
§716ἐσμὲν δʼ ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων.
我们对你们来说,就是阿蒙、德尔斐、多多纳、福玻斯·阿波罗。
§717ἐλθόντες γὰρ πρῶτον ἐπʼ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε, §718πρός τʼ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.
因为你们总是先求问鸟类,然后再着手进行一切事务:商业、生计的获取,以及男子的婚姻。
§719ὄρνιν τε νομίζετε πάνθʼ ὅσαπερ περὶ μαντείας διακρίνει· §720φήμη γʼ ὑμῖν ὄρνις ἐστί, πταρμόν τʼ ὄρνιθα καλεῖτε, §721ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντʼ ὄρνιν, ὄνον ὄρνιν.
你们把一切决定占卜吉凶的事物都看作是‘鸟’:对你们来说,传闻是‘鸟’,你们把喷嚏也称为‘鸟’,把预兆称为‘鸟’,声音称为‘鸟’,仆人称为‘鸟’,驴子也称为‘鸟’。
§722ἆρʼ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων;
那么,我们难道不显然是你们的占卜之神阿波罗吗?
§723ἢν οὖν ἡμᾶς νομίσητε θεούς, §724ἕξετε χρῆσθαι μάντεσι Μούσαις
因此,如果你们把我们视作神明,你们就能拥有可以驱使的占卜的缪斯。

词汇与语法注释

  1. 659ἀρίστισον εὖ — 动词 ἀριστάω(吃早餐/午餐)的不定过去时命令式。伴随副词 εὖ(充分地、好好地),促使戴胜好好用餐、恢复体力。
  2. 661αὐτοῖσιν πιθοῦ — αὐτοῖσιν 是指示代词(指代皮斯泰泰洛斯和埃乌埃尔皮德斯)的与格。πιθοῦ 是 πείθω 的第二人称单数不定过去时中间语态命令式,意为“服从、听从”,支配与格。
  3. 673ἀπολέψαντα χρὴ — 非人称动词 χρή 支配对格加不定式结构。此处,对格分词 ἀπολέψαντα(剥去之后)作为不定式 φιλεῖν(亲吻,第674行)的逻辑主语。
  4. 684ἄρχου τῶν ἀναπαίστων — ἄρχου 是中间语态命令式,意为“开始、先导”。由于该动词支配属格,因而 τῶν ἀναπαίστων(双短长格诗,即剧作中“席间演说”部分)采用属格形式。
  5. 692Προδίκῳ ... κλάειν εἴπητε — κλάειν λέγω(或 εἴπω)字面意思是“叫某人去哭”,实际上是一个惯用表达,意为“叫某人倒霉去吧”或“予以鄙夷和回绝”。此处吹嘘鸟类的宇宙起源论超越了智者普罗狄科斯的自然哲学理论。
  6. 695ὑπηνέμιον ... ᾠόν — 医学和自然学词汇,意为“风卵”或“未受精卵”。此处幽默地指代在无交合情况下(或由风)诞生的宇宙始源之卵。
  7. 721ὄνον ὄρνιν — 表明在古典时期,ὄρνις(鸟)一词被广泛用作“预兆”或“吉凶”一般的代名词。甚至连喷嚏或驴子的出现等日常事件也被称为“鸟”。

引用这一段

阿里斯托芬, 鸟 §659-724. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:659-724

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。