§587bλέγε δή μοι τῶν ἀγαθῶν ἕν.
埃乌埃尔皮德斯:那么,请告诉我那些好处中的一个。
§588πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται, §589ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
皮斯泰泰洛斯:首先,预言家不会眼看蝗虫把葡萄嫩芽吃光,因为一队鸺鹗和红隼就会把它们消灭干净。
§590εἶθʼ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται, §591ἀλλʼ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.
其次,瘿蚊和榕小蜂也绝不会总是吃光他们的无花果树,因为一小群鸫鸟就会把它们收拾得干干净净。
§592πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς;
埃乌埃尔皮德斯:但是,我们怎么给他们财富呢?
καὶ γὰρ τούτου σφόδρʼ ἐρῶσιν.
因为他们非常渴望这个。
§593τὰ μέταλλʼ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά, §594τάς τʼ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν, §595ὥστʼ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.
皮斯泰泰洛斯:这些鸟会向求问神谕的人指出富饶的矿山,并且会把有利可图的贸易航线告诉预言家,以至于没有一个船主会丧命。
§595bπῶς οὐκ ἀπολεῖται;
埃乌埃尔皮德斯:怎么会不丧命呢?
§596προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ· §597νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται· νυνὶ πλεῖ, κέρδος ἐπέσται.
皮斯泰泰洛斯:总是会有一只鸟向询问航行的人预言: ‘现在不要航海,会有暴风雨’;‘现在航海吧,会有利润。
§598γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρʼ ὑμῖν.
’ 埃乌埃尔皮德斯:我要买条商船当船主,我可不陪你们待下去了!
皮斯泰泰洛斯:它们还会向他们指出先人埋藏的金银财宝;因为这些鸟知道。
λέγουσι δέ τοι τάδε πάντες, §601οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρʼ ὄρνις.
确实,所有人都在说: ‘除了某只鸟之外,没有人知道我的宝藏在哪里。
§602πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.
’ 埃乌埃尔皮德斯:我要卖掉商船,买把锄头,去把那些水罐挖出来!
§603πῶς δʼ ὑγιείαν δώσουσʼ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;
歌队:但是,健康本在众神那里,它们怎么能给人类健康呢?
§604ἢν εὖ πράττωσʼ, οὐχ ὑγιεία μεγάλη τοῦτʼ ἐστί;
皮斯泰泰洛斯:如果他们生活富足,这难道不就是莫大的健康吗?
σάφʼ ἴσθι, §605ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.
你应当确切知道,生活穷困落魄的人绝对没有一个是健康的。
§606πῶς δʼ ἐς γῆράς ποτʼ ἀφίξονται;
歌队:但是,他们怎么才能活到老年呢?
καὶ γὰρ τοῦτʼ ἔστʼ ἐν Ὀλύμπῳ·
因为这也是奥林匹斯掌控的。
§607ἢ παιδάριʼ ὄντʼ ἀποθνῄσκειν δεῖ;
难道他们必须在还是孩童时就死去吗?
§607bμὰ Δίʼ ἀλλὰ τριακόσιʼ αὐτοῖς
皮斯泰泰洛斯:凭着宙斯起誓,绝非如此!
§608ἔτι προσθήσουσʼ ὄρνιθες ἔτη.
相反,鸟类还会给他们增加三百年的寿命。
§608bπαρὰ τοῦ;
歌队:从谁那里得到?
§608cπαρʼ ὅτου;
皮斯泰泰洛斯:从谁那里?
παρʼ ἑαυτῶν.
从它们自己。
§609οὐκ οἶσθʼ ὅτι πέντʼ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;
你难道不知道,一只聒噪的乌鸦能活人类的五代吗?
§610αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.
埃乌埃尔皮德斯:哎呀! 这些人作为我们的国王,可比宙斯强太多了。
§611οὐ γὰρ πολλῷ;
歌队:当然强太多了!
§612πρῶτον μέν γʼ οὐχὶ νεὼς ἡμᾶς §613οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς, §614οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις, §615ἀλλʼ ὑπὸ θάμνοις καὶ πρινιδίοις §616οἰκήσουσιν.
首先,我们不需要为它们建造石造的神庙,也不需要用金门来装饰它们,相反,它们就住在灌木丛和小橡树下。
κοὐκ ἐς Δελφοὺς §619οὐδʼ εἰς Ἄμμωνʼ ἐλθόντες ἐκεῖ §620θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροις §621καὶ τοῖς κοτίνοις στάντες ἔχοντες §622κριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖς §623ἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶν §624διδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖν §625παραχρῆμʼ ἔσται §626πυροὺς ὀλίγους προβαλοῦσιν.
我们不必去德尔斐,也不必去阿蒙神庙在那里献祭,而是只要站在草莓树和野生橄榄树旁,手里拿着大麦和麦子,向它们祈求,伸出双手,赐予我们一些美好之物;这些愿望就会立刻实现,只要我们撒下一点麦子。
§627ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων, §628οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην.
噢,最亲爱的老人,你从我最痛恨的人变成了我最爱的人,我无论如何绝不会再自愿放弃你的主意。
§629ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις §630ἐπηπείλησα καὶ κατώμοσα, §631ἢν σὺ παρʼ ἐμὲ θέμενος §632ὁμόφρονας λόγους δικαίους §633ἀδόλους ὁσίους §634ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ §635φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον §636θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.
在你的话语鼓舞之下,我发出威胁并立下重誓:如果你与我并肩作战,怀着相同、公正、无欺而神圣的想法去对抗众神,与我志同道合,众神就不会再长久地把持我的王权了。
§637ἀλλʼ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθʼ ἡμεῖς· §638ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντʼ ἀνάκειται.
凡是需要用力气做的事,我们将为此排兵布阵;而凡是需要用智慧谋划的事,这全都取决于你。
§639καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν ἔτι §640ὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν, §641ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν·
戴胜:凭着宙斯起誓,现在可不是我们打瞌睡或像尼基阿斯那样拖延的时候了,而是必须尽快行动。
πρῶτον δέ γε §641aεἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴν §642καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα, §643καὶ τοὔνομʼ ἡμῖν φράσατον.
首先,请进到我的巢里来,到我的树枝和眼前的柴火堆里来,并把你们的名字告诉我们。
§643bἀλλὰ ῥᾴδιον.
皮斯泰泰洛斯:这很容易。
§646bδεχόμεθα.
皮斯泰泰洛斯:我们接受你的欢迎。
§646cδεῦρο τοίνυν εἴσιτον.
戴胜:那么请往里走。
§647ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.
皮斯泰泰洛斯:我们走吧,你带着我们,在前面带路。
§647bἴθι.
戴胜:来吧。
§648ἀτὰρ τὸ δεῖνα, δεῦρʼ ἐπανάκρουσαι πάλιν.
皮斯泰泰洛斯:不过,等一下,请退回到这里来。
让我瞧瞧,告诉我们,我和这个家伙不会飞,怎么能和会飞的你们生活在一起呢?
§651καλῶς.
戴胜:没问题。
§651bὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις §652ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχʼ, ὡς §653φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.
你看,在伊索寓言里确实有一个关于狐狸的故事,讲到它曾经如何糟糕地与一只老鹰合伙。
什么都不用怕;因为有一种小根,你们俩只要嚼一嚼,就会长出翅膀来。
§656οὕτω μὲν εἰσίωμεν.
皮斯泰泰洛斯:既然如此,我们就进去吧。
ἄγε δὴ Ξανθία §657καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.
来吧,克桑蒂亚斯和马诺多罗斯,拿上铺盖。
§658οὗτος σὲ καλῶ, σὲ λέγω.
喂,我叫你呢,说你呢。
§658bτί καλεῖς;
戴胜:你叫谁呢?
§658cτούτους μὲν ἄγων μετὰ σαυτοῦ
皮斯泰泰洛斯:带上这些人,跟着你……