§382χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.
歌队:有益;因为人甚至可以从敌人那里学到明智的事情。
§383οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν.
那些家伙似乎平息了怒火。
ἄναγʼ ἐπὶ σκέλος.
退后,保持队形。
§384καὶ δίκαιόν γʼ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.
戴胜:这确实是公正的;你们也应当向我表示感激。
§385ἀλλὰ μὴν οὐδʼ ἄλλο σοί πω πρᾶγμʼ ἐνηντιώμεθα.
歌队:的确,我们至今从未在任何其他事情上违背过你。
§386μᾶλλον εἰρήνην ἄγουσι νὴ Δίʼ, ὥστε τὴν χύτραν §387τώ τε τρυβλίω καθίει· §388καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον, §389περιπατεῖν ἔχοντας ἡμᾶς §390τῶν ὅπλων ἐντός, παρʼ αὐτὴν §391τὴν χύτραν ἄκραν ὁρῶντας §392ἐγγύς· ὡς οὐ φευκτέον νῷν.
皮斯泰泰洛斯:凭着宙斯起誓,他们表现得更加和平了,所以放下陶罐和这两个深碗;并且我们必须拿着长枪——也就是烤肉签—— 走动,在我们武器的掩护之内,仔细看着近处的陶罐的边缘;因为我们绝不能逃跑。
§395ὁ Κεραμεικὸς δέξεται νώ.
皮斯泰泰洛斯:塞拉梅科斯会收容我们。
§396δημοσίᾳ γὰρ ἵνα ταφῶμεν, §397φήσομεν πρὸς τοὺς στρατηγοὺς §398μαχομένω τοῖς πολεμίοισιν §399ἀποθανεῖν ἐν Ὀρνεαῖς.
因为为了能公费安葬,我们会向将军们谎称我们是在与敌人战斗中死在奥尔内埃的。
§400ἄναγʼ ἐς τάξιν πάλιν ἐς ταὐτόν, §401καὶ τὸν θυμὸν κατάθου κύψας §402παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης· §403κἀναπυθώμεθα τούσδε τίνες ποτὲ §404καὶ πόθεν ἔμολον §405† ἐπὶ τίνα τʼ ἐπίνοιαν. †
歌队:在同一个地方重新排好队,像重装步兵一样,俯下身子,把怒火压在脾气旁;让我们向这些人打听一下,他们到底是谁,从哪里来,又怀着什么样的意图。
§406ἰὼ ἔποψ σέ τοι καλῶ.
哎,戴胜,我就是在叫你!
§407καλεῖς δὲ τοῦ κλύειν θέλων;
戴胜:你呼唤我,是想听到什么?
§408τίνες ποθʼ οἵδε καὶ πόθεν;
歌队:这些人到底是谁,从哪里来?
§409ξείνω σοφῆς ἀφʼ Ἑλλάδος.
戴胜:来自聪明的希腊的异乡人。
戴胜:向往,向往你们的生活和生活方式,并且与你们共同居住,完全生活在一起。
§416τί φῄς;
歌队:你说什么?
§416aλέγουσι δὴ τίνας λόγους;
他们到底在说些什么话?
§417ἄπιστα καὶ πέρα κλύειν.
戴胜:难以置信,甚至超出了听觉的范围。
§418ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιον §419μονῆς, ὅτῳ πέποιθʼ §419aἐμοὶ ξυνὼν §420κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ §421φίλοισιν ὠφελεῖν ἔχειν;
歌队:他在这里看到了什么值得留下的利益,以至于他深信,通过与我在一起,他能够战胜敌人,或者能够帮助朋友?
§422λέγει μέγαν τινʼ ὄλβον οὔτε §423λεκτὸν οὔτε πιστόν· ὡς §424σὰ γὰρ τὰ πάντα ταῦτα καὶ §425τὸ τῇδε καὶ τὸ κεῖσε καὶ §426τὸ δεῦρο προσβιβᾷ λέγων.
戴胜:他谈到某种巨大的财富,既无法言说,也难以置信;因为这一切都是你们的,并且他会通过宣称这里、那里以及到处都是你们的,来劝服你们。
§427πότερα μαινόμενος;
歌队:他疯了吗?
§428ἄφατον ὡς φρόνιμος.
戴胜:聪明得无以复加。
§429ἔνι σοφόν τι φρενί;
歌队:他的脑子里有什么智慧吗?
戴胜:最狡猾的狐狸,计谋本身,狡黠的家伙,磨炼出来的恶棍,完全是个骗子。
§432λέγειν λέγειν κέλευέ μοι.
歌队:让他说,让他对我说。
§435ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν §436ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ §437ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου· §438σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼ §439φράσον, δίδαξον.
戴胜:来吧,你和你,重新拿回这套盔甲,祝你好运,把它挂在厨房里面,靠近锅架的地方;至于你,把我说服这些鸟儿聚集起来的那些话,向他们陈述并指教。
§439bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ, §440ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶ §441ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο, §441aὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ §442μήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν —
皮斯泰泰洛斯:凭着阿波罗起誓,我绝不,除非这些家伙与我达成一项协议,就像那个猴子——那个刀匠——与他的妻子所达成的协议那样,即他们既不咬我,也不拉扯我的睾丸,更不乱挖—— 埃乌埃尔皮德斯:该不会是那个地方吧?
§443bοὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.
皮斯泰泰洛斯:不,我是说这两只眼睛。
§444διατίθεμαι ʼγώ.
歌队:我接受这项协议。
§444bκατόμοσόν νυν ταῦτά μοι.
皮斯泰泰洛斯:那么现在向我起誓吧。
歌队:我为此起誓,愿我能赢得所有裁判和所有观众的选票而获胜。
§446bἔσται ταυταγί.
皮斯泰泰洛斯:一言为定。
§447εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.
歌队:但如果我违背誓言,就让我仅以一票之差获胜。
§448ἀκούετε λεῴ·
歌队领袖:听着,公民们!
τοὺς ὁπλίτας νυνμενὶ §449ἀνελομένους θὤπλʼ ἀπιέναι πάλιν οἴκαδε, §450σκοπεῖν δʼ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.
现在让重装步兵们收拾武器,各自回家,并留意我们在公告牌上公布的事情。
歌队:人类确实在一切方面天生就是狡诈的;但你还是对我说吧。
§453τάχα γὰρ τύχοις ἂν §454χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ §455δύναμίν τινα μείζω §456παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου· §457σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν.
因为也许你恰好能说出我所忽略的有益之事,或者某种更伟大的力量,是我这愚蠢的心灵所遗漏的;把你所看到的,向大家说出来。
§460ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας, §461λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.
歌队领袖:那么,无论你怀着什么事情来说服了我们,尽管放心大胆地展示吧;因为我们绝不会先破坏休战协定。
§462καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι, §463ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον·
皮斯泰泰洛斯:凭着宙斯起誓,我确实跃跃欲试,而且已经准备好了一番话,没有任何东西能阻止我把它说个痛快;孩子,拿花环来!
καταχεῖσθαι §464κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.
快来人拿水来浇手。
§464bδειπνήσειν μέλλομεν;
埃乌埃尔皮德斯:我们要吃饭了吗?
ἢ τί;
还是怎么着?
§465μὰ Δίʼ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι, §466ὅ το τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγῶ, §467οἵτινες ὄντες πρότερον βασιλῆς — §467bἡμεῖς βασιλῆς;
皮斯泰泰洛斯:不,凭着宙斯起誓,我是想说一些我筹划已久的、宏大而丰满的话,它会震撼这些家伙的心灵;因为我是如此深切地为你们感到悲伤,你们从前明明是国王—— 歌队:我们是国王?
τίνος;
谁的国王?
§467cὑμεῖς
皮斯泰泰洛斯:你们就是。