Humanitext Reader

阿里斯托芬 · 鸟 §1586-1665

与诸神使者的和谈及说服赫拉克勒斯

第 21 段,共 22 段 · 希腊语

内容简介

神使们与皮塞泰洛斯进行和谈。皮塞泰洛斯不仅要求宙斯归还王杖,还要求娶巴希蕾娅为妻,并通过利用雅典法律论点说服赫拉克勒斯,从而在谈判中占尽上风。

§1586εἴπικνῇς πρότερον αὐτοῖσιν;
“那么,先在上面擦一些干酪吧?
§1586bὦ χαῖρʼ Ἡράκλεις.
” “噢,欢迎,赫拉克勒斯!
§1587τί ἔστι;
” “怎么回事?
§1587bπρεσβεύοντες ἡμεῖς ἥκομεν §1588παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.
” “我们作为使者前来,代表神明商讨战争的和解。
§1589ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
” “油瓶里没有油了。
§1590καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει.
” “而且,鸟肉确实应该肥美才对。
§1591ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν, §1592ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι §1593ὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν, §1594ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί.
” “因为我们打仗也得不到好处,而你们如果与我们神明交好,你们的水池里就会有雨水,并且永远享受风平浪静的晴朗日子。
§1595τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.
” “关于所有这些事情,我们作为全权代表前来了。
§1596ἀλλʼ οὔτε πρότερον πώποθʼ ἡμεῖς ἤρξαμεν §1597πολέμου πρὸς ὑμᾶς, νῦν τʼ ἐθέλομεν, εἰ δοκεῖ, §1598ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν, §1599σπονδὰς ποιεῖσθαι.
” “但我们以前从未对你们发动过战争,现在,如果你们愿意,哪怕是从现在起做些公正的事,我们愿意达成和约。
τὰ δὲ δίκαιʼ ἐστὶν ταδί, §1600τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν §1601τὸν Δίʼ ἀποδοῦναι·
而公正的条件如下:宙斯把王杖重新还给我们鸟类。
κἂν διαλλαττώμεθα §1602ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπʼ ἄριστον καλῶ.
如果我们以此达成和解,我就邀请使者们共进早餐。
§1603ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.
” “这对我来说足够了,我投赞成票。
§1604τί ὦ κακόδαιμον;
” “什么,你这倒霉蛋?
ἠλίθιος καὶ γάστρις εἶ.
你真是个愚蠢又贪吃的家伙。
§1605ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;
你你要剥夺你父亲的统治权吗?
§1606ἄληθες;
” “真的吗?
οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ §1607ἰσχύσετʼ, ἢν ὄρνιθες ἄρξωσιν κάτω;
如果鸟类统治下界,你们神明难道不会拥有更大的力量吗?
§1608νῦν μέν γʼ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι §1609κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί· §1610ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους, §1611ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία, §1612ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ §1613προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.
” “因为现在,凡人藏在云层之下,弯着腰,指着你们发假誓;” “但如果你们以鸟类为盟友,当有人指着乌鸦和宙斯起誓时,乌鸦就会悄悄飞过去,猛击并啄出那个发假誓者的眼睛。
§1614νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.
” “凭波塞冬起誓,你这话确实说得好。
§1615κἀμοὶ δοκεῖ.
” “我也这么觉得。
§1615bτί δαὶ σὺ φῄς;
” “那你怎么说?
§1615cναβαισατρεῦ.
” “纳拜萨特雷!
§1616ὁρᾷς;
” “看见了吧?
ἐπαινεῖ χοὖτος.
他也赞成。
ἕτερόν νυν ἔτι §1617ἀκούσαθʼ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
那么,再听听另一件我们将给你们带来的好处。
§1618ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν §1619εὐξάμενος εἶτα διασοφίζηται λέγων, §1620μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ, §1621ἀναπράξομεν καὶ ταῦτα.
” “如果有人向神明许愿献祭,然后耍花招说: ‘神明是宽容的’,并因贪婪而不履行,我们也会把这些追讨回来。
§1621bφέρʼ ἴδω τῷ τρόπῳ;
” “让我看看,用什么办法?
§1622ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ §1623ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος, §1624καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ §1625προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.
” “当那个家伙正在数钱,或者正坐着洗澡时,一只鸢会俯冲下来,悄悄抢走钱,把相当于两只羊的价钱带给神明。
§1626τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι §1627τούτοις ἐγώ.
” “我投票赞成把王杖还给他们。
§1627bκαὶ τὸν Τριβαλλόν νυν ἐροῦ.
” “那现在问问特里巴洛伊人吧。
§1628ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;
” “特里巴洛伊,你想挨揍吗?
§1628bσαυνάκα §1629βακταρικροῦσα.
” “萨乌纳卡巴克塔里克鲁萨!
§1629bφησί μʼ εὖ λέγειν πάνυ.
” “他说我讲得非常对。
§1630εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.
” “如果你们两位都这么想,那我也同意。
§1631οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.
” “喂,关于王杖的事,就决定这么办了。
§1632καὶ νὴ Δίʼ ἕτερόν γʼ ἐστὶν οὗ ʼμνήσθην ἐγώ.
” “而且凭宙斯起誓,我还想到了另外一件事。
§1633τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί, §1634τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκʼ ἐμοὶ §1635ἐκδοτέον ἐστίν.
赫拉我可以留给宙斯,但少女巴希蕾娅必须交给我做妻子。
§1635bοὐ διαλλαγῶν ἐρᾷς.
” “你根本不想和解。
§1636ἀπίωμεν οἴκαδʼ αὖθις.
” “我们还是回家去吧。
§1636bὀλίγον μοι μέλει.
” “我一点也不在乎。
§1637μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.
” “厨师,必须把酱汁调得甜甜的。
§1638ὦ δαιμόνιʼ ἀνθρώπων Πόσειδον ποῖ φέρει;
” “噢,不可思议的波塞冬,你要去哪?
§1639ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;
难道我们要为了一个女人而继续开战吗?
§1640τί δαὶ ποιῶμεν;
” “那我们该怎么办?
§1640bὅ τι;
” “怎么办?
διαλλαττώμεθα.
当然是和解。
§1641τί δʼ ᾠζύρʼ;
” “怎么了,你这可怜虫?
οὐκ οἶσθʼ ἐξαπατώμενος πάλαι;
你难道不知道自己一直被骗吗?
§1642βλάπτεις δέ τοι σὺ σαυτόν.
” “你是在害你自己。
ἢν γὰρ ἀποθάνῃ §1643ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα, §1644πένης ἔσει σύ.
因为如果宙斯在把统治权移交给他们之后死掉,你就会变成穷光蛋。
σοῦ γὰρ ἅπαντα γίγνεται §1645τὰ χρήμαθʼ, ὅσʼ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.
因为宙斯死后留下的一切财产本该都是属于你的。
§1646οἴμοι τάλας οἷόν σε περισοφίζεται.
” “哎呀,可怜的家伙,他把你糊弄得多么巧妙。
§1647δεῦρʼ ὡς ἔμʼ ἀποχώρησον, ἵνα τί σοι φράσω.
到我这儿来,让我告诉你一些事情。
§1648διαβάλλεταί σʼ ὁ θεῖος ὦ πόνηρε σύ.
” “你叔叔在骗你,你这可怜的家伙。
§1649τῶν γὰρ πατρῴων οὐδʼ ἀκαρῆ μέτεστί σοι §1650κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.
因为根据法律,你对你父亲的遗产连一点点继承权都没有,因为你是私生子,不是婚生子。
§1651ἐγὼ νόθος;
” “我是私生子?
τί λέγεις;
你在说什么?
§1651bσὺ μέντοι νὴ Δία §1652ὤν γε ξένης γυναικός.
” “凭宙斯起誓,你确实是,毕竟你是外国女人生的。
ἢ πῶς ἄν ποτε §1653ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς, §1654οὖσαν θυγατέρʼ, ὄντων ἀδελφῶν γνησίων;
否则,如果有婚生的兄弟在,作为女儿的雅典娜怎么可能成为唯一女继承人呢?
§1655τί δʼ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα §1656νοθεἶ ἀποθνῄσκων;
” “但如果我父亲临终前,把财产作为私生子遗赠留给我呢?
§1656bὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
” “法律不允许他这么做。
§1657οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν, §1658ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων §1659φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
这个波塞冬,也就是现在怂恿你的那个人,会最先来争夺你父亲的遗产,声称他自己是合法的兄弟。
§1660ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον· §1661νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων §1665γνησίων.
” “我就把梭伦的法律读给你听: ‘若有婚生子女在,私生子不得享有继承权。
ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς
若无婚生子女,则由最亲近者……’”

词汇与语法注释

  1. §1592ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι ὄμβριον ὕδωρ ἂν εἴχετʼ — 分词 ὄντες 起到条件从句(相当于 εἰ εἴητε 或 εἰ ἦτε)的作用。随后的 ἂν εἴχετε ... ἂν ἤγετε 表示与现在事实相反(或表示某种持续状态)的虚拟条件句结论。
  2. §1628οἰμώζειν δοκεῖ σοι; — 直译为“你觉得哭天喊地(倒霉)适合你吗?”,这里是赫拉克勒斯手持大棒对特里巴洛伊人进行恐吓:“你想挨揍吗?”,以此强迫他表示赞同。
  3. §1653ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν — 在雅典法律中,ἐπίκληρος 指的是在没有婚生子嗣的情况下携带着家产的“女继承人”。这里的逻辑是,如果宙斯有婚生的男子(即所谓的兄弟们),雅典娜在法律上就不可能作为“女继承人”继承遗产。
  4. §1661νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν — 法律条文中的不定式 εἶναι 在此用于命令或规定性意义(绝对不定式)。ἀγχιστεία 指的是基于血缘关系的继承权。

引用这一段

阿里斯托芬, 鸟 §1586-1665. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:1586-1665

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。