Humanitext Reader

阿里斯托芬 · 鸟 §1502-1585b

普罗米修斯的忠告与诸神使团的到来

第 20 段,共 22 段 · 希腊语

内容简介

普罗米修斯悄悄到来,告诉皮斯泰泰洛斯神明因祭祀中断而面临饥荒,并计划派遣和谈使团。随后,由波塞冬、赫拉克勒斯和野蛮的特里巴洛斯神组成的使团抵达云中鹁鸪国。

§1502ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;
“他是把云拨开了呢,还是把天弄阴了?
§1503οἴμωζε μεγάλʼ.
” “该死的,少来这套!
§1503bοὕτω μὲν ἐκκεκαλύψομαι.
” “既然如此,我就把盖头取下来了。
§1504ὦ φίλε Προμηθεῦ.
” “噢,亲爱的普罗米修斯!
§1504bπαῦε παῦε, μὴ βόα.
” “嘘,嘘! 别大喊大叫。
§1505τί γὰρ ἔστι;
” “到底是怎么回事?
§1505bσίγα, μὴ κάλει μου τοὔνομα·
” “小声点,别叫我的名字。
§1506ἀπὸ γάρ μʼ ὀλεῖς, εἴ μʼ ἐνθάδʼ ὁ Ζεὺς ὄψεται.
” “因为要是宙斯在这里看见我,你可就把我害惨了。
§1507ἀλλʼ ἵνα φράσω σοι πάντα τἄνω πράγματα, §1508τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε §1509ἄνωθεν, ὡς ἂν μή μʼ ὁρῶσιν οἱ θεοί.
” “不过,为了把天上的情况全都告诉你,接着我这把伞遮挡住我,从上面遮着,免得神明看见我。
§1510ἰοὺ ἰού·
” “哎呀,太妙了!
§1511εὖ γʼ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
你的想法真好,确实是先见之明的作风。
§1512ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.
快躲进伞下面,然后放心说吧。
§1513ἄκουε δή νυν.
” “那你就听着吧。
§1513bὡς ἀκούοντος λέγε.
” “说吧,我正听着呢。
§1514ἀπόλωλεν ὁ Ζεύς.
” “宙斯完蛋了。
§1514bπηνίκʼ ἄττʼ ἀπώλετο;
” “他大约是在什么时候完蛋的?
§1515ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.
” “自从你们给天空建了城起。
§1516θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι §1517θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο §1518ἀνῆλθεν ὡς ἡμᾶς ἀπʼ ἐκείνου τοῦ χρόνου,
因为再没有一个凡人向神明献祭过任何东西,大腿骨祭祀的烟气自那时起再也没有升到我们这里。
§1519ἀλλʼ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν §1520ἄνευ θυηλῶν·
我们就像在妇女节一样挨饿,没有祭品。
οἱ δὲ βάρβαροι θεοὶ §1521πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες §1522ἐπιστρατεύσειν φάσʼ ἄνωθεν τῷ Διί, §1523εἰ μὴ παρέξει τἀμπόριʼ ἀνεῳγμένα, §1524ἵνʼ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.
那些野蛮的神明饿得像伊利里亚人一样发出尖叫,说他们要从上面起兵攻打宙斯,除非宙斯向他们开放交易市场,让他们可以输入切好的内脏。
§1525εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες
” “那么,在你们的上面,难道还有其他的野蛮神明吗?
§1526ἄνωθεν ὑμῶν;
” “在你们上面?
§1526bοὐ γάρ εἰσι βάρβαροι, §1527ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;
” “可不是有野蛮神明嘛,毕竟埃克塞克斯提德斯的祖神就是从那里来的。
§1528ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
” “那么,这些野蛮神明的名字叫什么呢?
§1529τί ἔστιν; §1529bὅ τι ἔστιν;
” “叫什么?
Τριβαλλοί.
特里巴洛伊人。
§1529cμανθάνω.
” “原来如此。
§1530ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο;
那么,‘灭顶之灾’这个诅咒就是从这里来的吗?
§1531μάλιστα πάντων.
” “完全正确。
ἓν δέ σοι λέγω σαφές· §1532ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν §1533παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·
不过,我有一件明确的事情要告诉你:宙斯和上面的特里巴洛伊人将会派使团来这里和谈。
§1534ὑμεῖς δὲ μὴ σπένδεσθʼ, ἐὰν μὴ παραδιδῷ §1535τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν, §1536καὶ τὴν Βασίλειάν σοι γυναῖκʼ ἔχειν διδῷ.
但你们千万不要和解,除非宙斯把王杖重新还给鸟儿,并且把巴希蕾娅给你做妻子。
§1537τίς ἐστιν ἡ Βασίλεια;
” “巴希蕾娅是谁?
§1537bκαλλίστη κόρη, §1538ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς §1539καὶ τἄλλʼ ἁπαξάπαντα, τὴν εὐβουλίαν §1540τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια, §1541τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.
” “是一个绝美的少女,她掌管着宙斯的霹雳以及其他的一切:良谋、良好的秩序、克制、造船厂、谩骂、出纳官和三奥波尔银币。
§1542ἅπαντά γʼ ἆρʼ αὐτῷ ταμιεύει;
” “那么,她替他掌管着一切吗?
§1542bφήμʼ ἐγώ.
” “我就是这个意思。
§1543ἥν γʼ ἢν σὺ παρʼ ἐκείνου παραλάβῃς, πάντʼ ἔχεις.
如果你从他手里得到她,你就拥有了一切。
§1544τούτων ἕνεκα δεῦρʼ ἦλθον, ἵνα φράσαιμί σοι.
我就是为了这个才来这里,好告诉你这些。
§1545ἀεί ποτʼ ἀνθρώποις γὰρ εὔνους εἴμʼ ἐγώ.
因为我一向是对人类怀有好意的。
§1546μόνον θεῶν γὰρ διὰ σʼ ἀπανθρακίζομεν.
” “确实,神明中只有因为你,我们才能吃上烤肉。
§1547μισῶ δʼ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.
” “而且我痛恨所有的神明,你是知道的。
§1548νὴ τὸν Δίʼ ἀεὶ δῆτα θεομισὴς ἔφυς. §1549Τίμων καθαρός.
” “凭宙斯起誓,你确实一向是神明的仇敌。 简直是纯粹的提蒙。
ἀλλʼ ὡς ἂν ἀποτρέχω πάλιν, §1550φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ §1551ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.
不过,为了让我能跑回去,把伞给我,这样就算宙斯从上面看见我,我也像是跟着捧篮圣女的小役。
§1552καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.
” “那把这把椅子也拿去,做个搬椅子的随从吧。
§1553πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη §1554τις ἔστʼ ἄλουτος οὗ §1555ψυχαγωγεῖ Σωκράτης·
” “在影子足族那里有一片不洗澡的湖,在湖边苏格拉底在招魂。
§1556ἔνθα καὶ Πείσανδρος ἦλθε §1557δεόμενος ψυχὴν ἰδεῖν ἣ §1558ζῶντʼ ἐκεῖνον προὔλιπε,
裴山德罗斯也来到了那里,想要看看他的灵魂,那个在他活着时抛弃了他的灵魂。
§1559σφάγιʼ ἔχων κάμηλον ἀμνόν §1560τινʼ, ἧς λαιμοὺς τεμὼν ὥσπερ §1561ποθʼ οὑδυσσεὺς ἀπῆλθε,
他带了一只小骆驼作祭品,割断了它的喉咙,像当年奥德修斯那样退到一旁。
§1562κᾆτʼ ἀνῆλθʼ αὐτῷ κάτωθεν §1563πρὸς τὸ λαῖτμα τῆς καμήλου §1564Χαιρεφῶν ἡ νυκτερίς.
接着,从下面升到骆驼血潭前的,竟然是蝙蝠凯雷丰。
§1565τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας §1566ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
” “这就是我们要出使的云中鹁鸪国,城郭就在眼前了。
§1567οὗτος τί δρᾷς;
喂,你在干什么?
ἐπʼ ἀριστέρʼ οὕτως ἀμπέχει;
你怎么把外套披在左边?
§1568οὐ μεταβαλεῖς θοἰμάτιον ὧδʼ ἐπιδέξια;
你就不能像这样把外套换到右边来吗?
§1569τί ὦ κακόδαιμον;
你这个倒霉蛋怎么了?
Λαισποδίας εἶ τὴν φύσιν;
你天生是个莱斯波迪亚斯吗?
§1570ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε, §1571εἰ τουτονί γʼ ἐχειροτόνησαν οἱ θεοί;
噢,民主制啊,你究竟要把我们带到何方,连神明都投票选举这家伙当使者?
§1572ἕξεις ἀτρέμας;
你老实点好吗?
§1572bοἴμωζε·
” “该死的!
πολὺ γὰρ δή σʼ ἐγὼ §1573ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
” “你是我见过的所有神明中最野蛮的一个。
§1574ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;
哎,我们该怎么办,赫拉克勒斯?
§1574bἀκήκοας §1575ἐμοῦ γʼ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι, §1576ὅστις ποτʼ ἔσθʼ ὁ τοὺς θεοὺς ἀποτειχίσας.
” “你已经听我说了,我想掐死那个凡人,就是那个用墙把神明隔开的家伙。
§1577ἀλλʼ ὦγάθʼ ᾑρήμεσθα περὶ διαλλαγῶν §1578πρέσβεις.
” “但我的好兄弟,我们是被选出来进行和谈的使者。
§1578bδιπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.
” “那我就觉得更应该加倍掐死他了。
§1579τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·
” “谁来给我一个干酪擦子,拿点希尔菲翁来。
§1580τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας.
谁来拿点干酪,把炭火烧旺。
§1581τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν §1582τρεῖς ὄντες ἡμεῖς.
” “我们神明向这位先生问好,我们这三位。
§1582bἀλλʼ ἐπικνῶ τὸ σίλφιον.
” “不过,我正在擦希尔菲翁呢。
§1583τὰ δὲ κρέα τοῦ ταῦτʼ ἐστίν;
” “这些肉是谁的?
§1583bὄρνιθές τινες §1584ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις §1585ἔδοξαν ἀδικεῖν.
” “是一些鸟,它们起来反抗民主的鸟类,被判了罪。
§1585bεἶτα δῆτα σίλφιον
” “那么,往这上面擦希尔菲翁吧……”

词汇与语法注释

  1. 1527ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ; — 关系副词 ὅθεν 意为“从哪里”。与格的 Ἐξηκεστίδῃ 是所有与格(对于埃克塞克斯提德斯而言),整句意为“埃克塞克斯提德斯的祖神(阿波罗)所来自的地方”。在讽刺冒充雅典公民的异邦人埃克塞克斯提德斯的语境中,暗示他的祖神实际上来自野蛮之地,具有双重讽刺意味。
  2. 1541τὸν κωλακρέτην τὰ τριώβολα — 名词 τὸν κωλακρέτην(出纳官,单数宾格)和 τὰ τριώβολα(三奥波尔,复数宾格)是前文动词 ταμιεύει 的直接宾语列举的一部分。这是阿里斯托芬式的滑稽模仿,将雅典民主制特有的政治和法庭术语,置于掌管宇宙万物的女神巴希蕾娅的治下。
  3. 1551ἀκολουθεῖν δοκῶ κανηφόρῳ — 不定式 ἀκολουθεῖν(跟随,伺候)是 δοκῶ(我似乎)的补足不定式。与格 κανηφόρῳ 是不及物动词 ἀκολουθεῖν 所支配的格(跟随某人)。此句结合了雅典的历史制度:在宗教游行中,外邦居留者(metoikoi)有义务为雅典公民的女儿(kanephoroi)撑遮阳伞(skiadeion)并随行护送。
  4. 1569Λαισποδίας εἶ τὴν φύσιν; — 宾格 τὴν φύσιν(天性,生来)用作限定宾格(关系宾格),意为“你天生是个莱斯波迪亚斯吗”。莱斯波迪亚斯是历史上真实存在的雅典将军,据说他常用外套遮盖双腿(可能因腿部有缺陷)。此处波塞冬以此嘲笑野蛮的特里巴洛斯神将外套(himation)笨拙地披在左肩上的无礼与滑稽。

引用这一段

阿里斯托芬, 鸟 §1502-1585b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:1502-1585b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。