Humanitext Reader

阿里斯托芬 · 鸟 §1415-1501b

密告者的驱逐与普罗米修斯的秘密来访

第 19 段,共 22 段 · 希腊语

内容简介

皮斯泰泰洛斯用言语和鞭子惩罚并赶走了年轻的密告者,随后歌队唱起讽刺胆小的克莱奥纽莫斯和夜间英雄奥雷斯特斯的歌。之后,害怕众神监视而遮蔽全身的普罗米修斯悄然登场。

§1415τανυσίπτερε ποικίλα μάλʼ αὖθις.
“长着长翅、色彩斑斓的燕子啊,”又一次。
§1416ἐς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ, §1417δεῖσθαι δʼ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.
在我看来,他唱歌似乎是冲着他的外套来的,而且他似乎需要不少燕子。
§1418τίς ὁ πτερῶν δεῦρʼ ἐστὶ τοὺς ἀφικνουμένους;
这里给到来的人插上羽毛的人是谁?
§1419ὁδὶ πάρεστιν·
我就是。
ἀλλʼ ὅτου δεῖ χρὴ λέγειν.
不过,你必须说你需要什么。
§1420πτερῶν πτερῶν δεῖ·
羽毛,需要羽毛。
μὴ πύθῃ τὸ δεύτερον.
别再问第二次了。
§1421μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;
你莫非是打算直接飞往佩莱内?
§1422μὰ Δίʼ ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς §1423καὶ συκοφάντης — §1423bὦ μακάριε τῆς τέχνης.
凭宙斯起誓,绝非如此,我是一名岛屿传唤官也是个密告者—— 噢,你的行当真是太幸福了!
§1424καὶ πραγματοδίφης.
还是个诉讼搜寻者。
εἶτα δέομαι πτερὰ λαβὼν §1425κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.
所以,我需要得到翅膀,作为传唤官,好在各城邦之间盘旋飞翔。
§1426ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;
难道有了翅膀,你传唤起来就会更聪明一些吗?
§1427μὰ Δίʼ ἀλλʼ ἵνʼ οἱ λῃσταί τε μὴ λυπῶσί με, §1428μετὰ τῶν γεράνων τʼ ἐκεῖθεν ἀναχωρῶ πάλιν, §1429ἀνθʼ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.
凭宙斯起誓,绝非如此,而是为了不让海盗骚扰我,并且能和鹤群一起从那里飞回来,吞下许多诉讼来代替压舱石。
§1430τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον;
你真的在做这种工作吗?
εἰπέ μοι, §1431νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;
告诉我,你这么个年轻人,竟然在对异邦人进行密告吗?
§1432τί γὰρ πάθω;
那我该怎么办呢?
σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.
因为我不会种地。
§1433ἀλλʼ ἔστιν ἕτερα νὴ Δίʼ ἔργα σώφρονα, §1434ἀφʼ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ §1435ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.
但是凭宙斯起誓,还有其他正当的行当,足以让你这么个高大汉子靠正道谋生,而不是在那里拼凑诉讼。
§1436ὦ δαιμόνιε μὴ νουθέτει μʼ ἀλλὰ πτέρου.
哎呀我的好人,别说教了,快给我插上羽毛吧。
§1437νῦν τοι λέγων πτερῶ σε.
事实上,我现在正通过说话给你插上翅膀。
§1437bκαὶ πῶς ἂν λόγοις §1438ἄνδρα πτερώσειας σύ;
可是用话语你怎么能给一个人插上翅膀呢?
§1438bπάντες τοῖς λόγοις §1439ἀναπτεροῦνται.
所有人都是被话语给激荡起来的。
§1439bπάντες;
所有人?
§1439cοὐκ ἀκήκοας, §1440ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε §1441τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί; §1442δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης §1443λέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν.
你难道没听说过,每次做父亲的在理发店里对年轻人说这些: “迪伊特雷费斯真是把我那孩子游说得蠢蠢欲动,直想去驾车。
§1444ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ §1445ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
” 还有人说他自己的儿子为了悲剧已经心旌摇荡,神魂飘飘了。
§1446λόγοισί τἄρα καὶ πτεροῦνται;
那么,人们真的是因为话语而插上翅膀的吗?
§1446bφήμʼ ἐγώ.
我就是这个意思。
§1447ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται §1448ἐπαίρεταί τʼ ἄνθρωπος.
因为由于言辞,心灵得以升腾,人也会被鼓舞起来。
οὕτω καί σʼ ἐγὼ §1449ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις §1450τρέψαι πρὸς ἔργον νόμιμον.
因此,我也想用好的言辞使你振翅,引导你去做正当的工作。
§1450bἀλλʼ οὐ βούλομαι.
可是我不愿意。
§1451τί δαὶ ποιήσεις;
那你打算怎么办?
§1451bτὸ γένος οὐ καταισχυνῶ.
我绝不会辱没门风。
§1452παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
密告是我们祖传的生计。
§1453ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς §1454ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους §1455καλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶ §1456κατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε.
还是给我插上快捷轻盈的羽毛吧,鹰或者红隼那样的,这样我好先把异邦人传唤来,然后在这里指控他们,接着再飞回原处。
§1456bμανθάνω.
我懂了。
§1457ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην §1458ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
你是这个意思:在那个异邦人还没到达这里之前,就在这里败诉。
§1458bπάνυ μανθάνεις.
你完全懂了。
§1459κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτει §1460ἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ.
接着他坐船来这里,你却又飞回到原处,去强夺他的财产。
§1460bπάντʼ ἔχεις.
你全说对了。
§1461βέμβικος οὐδὲν διαφέρειν δεῖ.
必须像个陀螺一样转个不停才行。
§1461bμανθάνω §1462βέμβικα·
陀螺,我懂。
καὶ μὴν ἔστι μοι νὴ τὸν Δία §1463κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
而且,凭宙斯起誓,我这儿正有极其精美的科尔库拉式的这种“羽毛”。
§1464οἴμοι τάλας μάστιγʼ ἔχεις.
哎呀倒霉,你手里拿的是鞭子!
§1464bπτερὼ μὲν οὖν, §1465οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.
不,这就是翅膀,今天我就要用它让你像陀螺一样转起来。
§1466οἴμοι τάλας.
哎呀痛死我了!
§1466bοὐ πτερυγιεῖς ἐντευθενί;
你还不快从这儿扑腾着翅膀滚蛋?
§1467οὐκ ἀπολιβάξεις ὦ κάκιστʼ ἀπολούμενος;
你还不快滚,你这该死的坏蛋?
§1468πικρὰν τάχʼ ὄψει στρεψοδικοπανουργίαν.
你很快就会尝到玩弄法律阴谋的苦果。
§1469ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
我们把这些羽毛收起来,走吧。
§1470πολλὰ δὴ καὶ καινὰ καὶ θαυμάστʼ §1471ἐπεπτόμεσθα καὶ §1472δεινὰ πράγματʼ εἴδομεν.
我们飞向了许多新奇和惊人的地方,见到了可怕的事情。
§1473ἔστι γὰρ δένδρον πεφυκὸς §1474ἔκτοπόν τι Καρδίας ἀ- §1475πωτέρω Κλεώνυμος, §1476χρήσιμον μὲν οὐδέν, ἄλλως §1477δὲ δειλὸν καὶ μέγα.
因为有一棵树长在离“心脏”稍微有点距离的奇异之地,名字叫克莱奥纽莫斯,它毫无用处,只是既胆小又庞大。
§1478τοῦτο τοῦ μὲν ἦρος ἀεὶ §1479βλαστάνει καὶ συκοφαντεῖ, §1480τοῦ δὲ χειμῶνος πάλιν τὰς §1481ἀσπίδας φυλλορροεῖ.
这棵树在春天总是抽芽并进行密告,而到了冬天,反过来它就会把盾牌像落叶一样抖落。
§1482ἔστι δʼ αὗ χώρα πρὸς αὐτῷ §1483τῷ σκότῳ πόρρω τις ἐν §1484τῇ λύχνων ἐρημίᾳ, §1485ἔνθα τοῖς ἥρωσιν ἄνθρωποι §1486ξυναριστῶσι καὶ ξύν- §1487εισι πλὴν τῆς ἑσπέρας.
另外还有一个地方,就在黑暗的边缘,在远离灯火的荒凉之中,那个地方,人类与英雄们一同进餐并交往,只是到了晚上除外。
§1488τηνικαῦτα δʼ οὐκέτʼ ἦν §1489ἀσφαλὲς ξυντυγχάνειν.
到了那个时候,与他们相遇便不再安全。
§1490εἰ γὰρ ἐντύχοι τις ἥρῳ §1491τῶν βροτῶν νύκτωρ Ὀρέστῃ, §1492γυμνὸς ἦν πληγεὶς ὑπʼ αὐτοῦ §1493πάντα τἀπιδέξια.
因为如果有什么凡人在夜间遇到了英雄奥雷斯特斯,他就会被打得精光,右半身都受创。
§1494οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μʼ ὄψεται.
哎呀倒霉,但愿宙斯看不见我。
§1495ποῦ Πισθέταιρός ἐστʼ;
皮斯泰泰洛斯在哪儿?
§1495bἔα τουτὶ τί ἦν;
哈!
§1496τίς ὁ συγκαλυμμός;
这是怎么回事? 这个遮盖起来的是谁?
§1496bτῶν θεῶν ὁρᾷς τινα §1497ἐμοῦ κατόπιν ἐνταῦθα;
你看见我后面有什么神子在这里吗?
§1497bμὰ Δίʼ ἐγὼ μὲν οὔ.
凭宙斯起誓,我没看见。
§1498τίς δʼ εἶ σύ;
但你是谁?
§1498bπηνίκʼ ἐστὶν ἄρα τῆς ἡμέρας;
现在是白天的什么时候了?
§1499ὁπηνίκα;
什么时间?
σμικρόν τι μετὰ μεσημβρίαν.
刚过中午一点点。
§1500ἀλλὰ σὺ τίς εἶ;
可是你是谁?
§1500bβουλυτὸς ἢ περαιτέρω;
是放牛回家的时候,还是更晚了?
§1501οἴμʼ ὡς βδελύττομαί σε.
啊! 我真讨厌你。
§1501bτί γὰρ ὁ Ζεὺς ποιεῖ;
那么,宙斯在干什么呢?

词汇与语法注释

  1. 1416ἐς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ — 介词短语 ἐς θοἰμάτιον(针对外套/为了外套)修饰不定式 ᾄδειν(唱歌)。这暗示了密告者所唱的关于燕子的歌不仅暗指他自己单薄的外套,也暗示了他企图骗取他人外套的意图。
  2. 1423bὦ μακάριε τῆς τέχνης — 属格 τῆς τέχνης 作为原因属格(genitive of cause),修饰呼格形容词 ὦ μακάριε(噢,幸福的人啊)以表达感叹,字面意思是“因你的行当而幸福的人啊”。
  3. 1432τί γὰρ πάθω — 动词 πάθω(πάσχω 的第一人称单数过去不定时主动虚拟语气)是熟议虚拟语气(deliberative subjunctive)。这是一个惯用表达,意为“我该怎么办呢?”或“我的命运将会如何?”,表示无能为力或不可避免的境地。
  4. 1461βέμβικος οὐδὲν διαφέρειν δεῖ — 在非人称动词 δεῖ 之下使用了不定式 διαφέρειν(不同),其逻辑主语(“他”或“你”)被省略。属格 βέμβικος 是比较属格(genitive of comparison),而 οὐδὲν 作为副词使用,意为“绝不”。
  5. 1490εἰ γὰρ ἐντύχοι τις ἥρῳ ... γυμνὸς ἦν πληγείς — 一个混合条件句,条件从句使用希求语气(ἐντύχοι),主句使用直说语气过去时(ἦν)。在此被解释为表示过去一般性或重复性的事实(“每当有人在夜间遇到英雄时,就会被打光衣服”)。

引用这一段

阿里斯托芬, 鸟 §1415-1501b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:1415-1501b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。