§1237οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί.
皮斯泰泰洛斯:人类应该向它们献祭,凭宙斯起誓,绝不是向宙斯!
§1238ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας
伊里斯:哦,愚蠢的人,愚蠢的人!
§1239δεινάς, ὅπως μή σου γένος πανώλεθρον §1240Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη, §1241λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς §1242καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.
不要惊动神明可怕的怒火,免得正义用宙斯的铁锹,将你那该灭绝的一族全部倾覆,并用利库姆尼奥斯的一击,将你的身体和房屋的围墙用浓烟烧成灰烬。
§1243ἄκουσον αὕτη·
皮斯泰泰洛斯:嘿,那边的女人!
παῦε τῶν παφλασμάτων·
停止你的胡言乱语。
§1244ἔχʼ ἀτρέμα.
别动。
φέρʼ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα §1245ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;
让我瞧瞧,你说这些话,难道以为能吓倒一个吕底亚人或弗里吉亚人吗?
§1246ἆρʼ οἶσθʼ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, §1247μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος §1248καταιθαλώσω πυρφόροισιν αἰετοῖς;
你是否知道,如果宙斯再来烦我,我就会用携带火焰的雄鹰将他的大殿和阿姆菲翁的房屋烧成灰烬?
§1249πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν §1250ὄρνις ἐπʼ αὐτὸν παρδαλᾶς ἐνημμένους §1251πλεῖν ἑξακοσίους τὸν ἀριθμόν.
我还要派紫水鸡到天上去,穿上豹皮的鸟儿去对付他,数量超过六百只。
καὶ δή ποτε §1252εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.
要知道以前仅仅一只波尔菲里翁就曾让他手忙脚乱。
§1253σὺ δʼ εἴ με λυπήσεις τι, τῆς διακόνου §1254πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ §1255τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως §1256οὕτω γέρων ὢν στύομαι τριέμβολον.
而如果你再来烦我,我首先会把这第一个女仆的双腿拉开,把伊里斯你自己强行劈开,让你惊讶地看到,像我这么老的人,怎么还能像一个三叉冲角一样坚挺!
§1257διαρραγείης ὦ μέλʼ αὐτοῖς ῥήμασιν.
伊里斯:你这恶棍,就和你的这些话一起裂开吧!
§1258οὐκ ἀποσοβήσεις;
皮斯泰泰洛斯:你还不快滚?
οὐ ταχέως;
还不快点?
εὐρὰξ πατάξ.
走开,嘘,嘘!
§1259ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.
伊里斯:确实,我的父亲会制止你的无礼。
§1260οἴμοι τάλας.
皮斯泰泰洛斯:哎呀,真倒霉。
οὔκουν ἑτέρωσε πετομένη §1261καταιθαλώσεις τῶν νεωτέρων τινά;
你难道不能飞到别处去,把某个更年轻的人烧成灰烬吗?
§1263ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς §1264μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν, §1265μηδέ γέ τινʼ ἱερόθυτον ἀνὰ δάπεδον ἔτι §1266τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.
歌队:我们已经把宙斯所生的神明阻挡在外,使他们不能再穿过我的城市,也不再让任何凡人通过这片土地向神明传送神圣祭品的烟雾。
皮斯泰泰洛斯:派去凡人那里的那个传令官,要是再也回不来了,那可真是太可怕了。
§1271ὦ Πισθέταιρʼ ὦ μακάριʼ ὦ σοφώτατε, §1272ὦ κλεινότατʼ ὦ σοφώτατʼ ὦ γλαφυρώτατε, §1273ὦ τρισμακάριʼ ὦ κατακέλευσον.
使者:哦,皮斯泰泰洛斯,哦,幸福的人,哦,最聪明的人,哦,最著名的,最聪明的,最优雅的人,哦,三倍幸福的人,快下命令吧!
§1273bτί σὺ λέγεις;
皮斯泰泰洛斯:你说什么?
使者:因为你的智慧,所有的人民都用这顶金冠为你加冕并向你致敬。
§1276δέχομαι.
皮斯泰泰洛斯:我接受。
τί δʼ οὕτως οἱ λεῲ τιμῶσί με;
不过,人民为什么如此敬重我?
§1277ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν, §1278οὐκ οἷσθʼ ὅσην τιμὴν παρʼ ἀνθρώποις φέρει, §1279ὅσους τʼ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.
使者:哦,建起最著名的空中都市的人啊,你难道不知道你在人类中赢得了多大的尊荣,并且你拥有多少这片土地的爱慕者吗?
§1280πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν, §1281ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε, §1282ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν §1283σκυτάλιʼ ἐφόρουν, νυνὶ δʼ ὑποστρέψαντες αὖ
在你建立这座城市之前,那时所有的人都为斯巴达疯狂,他们留长发、挨饿、邋遢、学苏格拉底,手里拿着手杖。
但现在他们转过头来,为鸟儿疯狂,并且出于快乐模仿鸟儿做所有的事情。
§1286πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα §1287ἐπέτονθʼ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν· §1288κἄπειτʼ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία· §1289εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα τὰ ψηφίσματα.
首先,清晨所有人一从床上爬起来,就会像我们一样飞向牧场;接着他们会一起降落到书本上;然后在那里啄食布告。
他们对鸟的疯狂是如此显而易见,以至于许多人都被冠以鸟的名字。
§1292πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο §1293χωλός, Μενίππῳ δʼ ἦν χελιδὼν τοὔνομα, §1294Ὀπουντίῳ δʼ ὀφθαλμὸν οὐκ ἔχων κόραξ, §1295κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει, §1296ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς, §1297Συρακοσίῳ δὲ κίττα· Μειδίας δʼ ἐκεῖ §1298ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι §1299ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.
一个瘸腿的小酒馆老板被叫做“石鸡”,梅尼普斯的名字是“燕子”,奥蓬蒂斯被称为没有一只眼睛的“乌鸦”,菲洛克勒斯是“百灵”,塞奥根尼是“埃及雁”,莱库古是“朱鹭”,凯瑞丰是“蝙蝠”,叙拉古修斯是“松鸦”,而那个美迪亚斯在那里被称为“鹌鹑”;因为他确实很像一只被打鹌鹑的人打伤了头的鹌鹑。
§1300ᾖδον δʼ ὑπὸ φιλορνιθίας πάντες μέλη, §1301ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη §1302ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ §1303ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.
出于对鸟的热爱,所有人都在唱歌,歌里要么加进一只燕子,要么是一只赤颈鸭,要么是一只鹅,要么是一只鸽子,要么是翅膀,或者至少加上一点点羽毛。
§1304τοιαῦτα μὲν τἀκεῖθεν.
那边的情况就是这样。
ἓν δέ σοι λέγω· §1305ἥξουσʼ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι §1306πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων· §1307ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.
但我告诉你一件事:会有一万多人从那边来到这里,渴望得到羽毛和弯爪的习性;因此你必须为这些定居者弄到羽毛。
§1308οὐκ ἆρα μὰ Δίʼ ἡμῖν ἔτʼ ἔργον ἑστάναι.
皮斯泰泰洛斯:凭宙斯起誓,那我们可不能再闲站着了。
§1309ἀλλʼ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους §1310καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν· §1311Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά· §1312ἐγὼ δʼ ἐκείνων τοὺς προσιόντας δέξομαι.
你快去,尽可能快地把所有的篮子和筐子都装满羽毛;让马内斯把羽毛给我拿到门外来;我将在这里接待那些前来的人。
§1315τύχη μόνον προσείη.
皮斯泰泰洛斯:愿幸运与我们相随。
§1316κατέχουσι δʼ ἔρωτες ἐμᾶς πόλεως.
歌队:对我的城市的向往笼罩着他们。
§1317θάττον φέρειν κελεύω.
皮斯泰泰洛斯:我命令他拿得更快些。
智慧、渴望、阿姆布罗西亚、美惠三女神,还有温柔温和的宁静那欢快的面容。
§1323ὡς βλακικῶς διακονεῖς·
皮斯泰泰洛斯:你服侍得多么懒散!
§1324οὐ θᾶττον ἐγκονήσεις;
你还不快点使劲!