Humanitext Reader

阿里斯托芬 · 鸟 §1154b-1236

城墙守备报告与对闯入者伊里斯的审讯

第 16 段,共 22 段 · 希腊语

内容简介

使者报告鸟儿们完成了木工建造和严密的守卫系统并离去,随后宙斯的神使伊里斯非法侵入,受到皮斯泰泰洛斯的严厉盘问。

§1154bὄρνιθες ἦσαν τέκτονες
使者:鸟儿们是最聪明的手艺人。
§1155σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν §1156ἀπεπελέκησαν τὰς πύλας·
鹈鹕们用它们的嘴削好了大门。
ἦν δʼ ὁ κτύπος §1157αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.
而它们削木头的声音,简直就像在造船厂里一样。
§1158καὶ νῦν ἅπαντʼ ἐκεῖνα πεπύλωται πύλαις §1159καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,
如今所有那些地方都装上了大门,并且插上了闩,四面都守卫着。
§1160ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ, §1161φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι §1162ἐν τοῖσι πύργοις.
正在进行巡逻,到处响着警铃,塔楼上设立了岗哨和烽火台。
ἀλλʼ ἐγὼ μὲν ἀποτρέχων §1163ἀπονίψομαι·
不过我要跑开去洗个澡了。
σὺ δʼ αὐτὸς ἤδη τἄλλα δρᾶ.
您现在自己去处理剩下的事吧。
§1164οὗτος τί ποιεῖς;
皮斯泰泰洛斯:嘿,你在做什么?
ἆρα θαυμάζεις ὅτι §1165οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;
难道你对城墙这么快就建好感到惊讶吗?
§1166νὴ τοὺς θεοὺς ἔγωγε·
歌队:凭神明起誓,我确实惊讶。
καὶ γὰρ ἄξιον·
这确实值得惊叹。
§1167ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.
因为说真的,在我看来这简直就像个谎言。
§1168ἀλλʼ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος §1169ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.
皮斯泰泰洛斯:看啊,那儿有个从那边来的守卫,一个使者正朝我们跑来,眼里闪烁着战舞般的光芒。
§1170ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.
守卫:伊欧,伊欧,伊欧,伊欧,伊欧,伊欧。
§1171τί τὸ πρᾶγμα τουτί;
皮斯泰泰洛斯:这是怎么回事?
§1171bδεινότατα πεπόνθαμεν.
守卫:我们遭遇了最可怕的事。
§1172τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς §1173διὰ τῶν πυλῶν εἰσέπτετʼ ἐς τὸν ἀέρα, §1174λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.
刚才神明中的一位,也就是从宙斯那儿来的,穿过大门飞进了空中,避开了作为白班守卫的寒鸦。
§1175ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.
皮斯泰泰洛斯:哦,做出了何等可怕而无法无天的事情!
§1176τίς τῶν θεῶν;
是哪位神明?
§1176bοὐκ ἴσμεν·
守卫:我们不知道。
ὅτι δʼ εἶχε πτερά, §1177τοῦτʼ ἴσμεν.
但它有翅膀,这一点我们知道。
§1177bοὔκουν δῆτα περιπόλους ἐχρῆν §1178πέμψαι κατʼ αὐτὸν εὐθύς;
皮斯泰泰洛斯:难道不应该立即派巡逻队去追捕它吗?
§1178bἀλλʼ ἐπέμψαμεν §1179τρισμυρίους ἱέρακας ἱπποτοξότας,
守卫:可我们已经派去了三万只鹰类骑射手。
§1180χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος, §1181κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός·
所有长着弯爪的鸟都在出动:红隼、鹞鹰、秃鹫、猫头鹰、苍鹰。
§1182ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν §1183αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου·
伴随着冲力、翅膀和呼啸声,整个虚空都在因搜寻那神明而震动。
§1184κἄστʼ οὐ μακρὰν ἄπωθεν, ἀλλʼ ἐνταῦθά που §1185ἤδη ʼστίν.
它就在不远处,已经在这附近的某个地方了。
§1185bοὔκουν σφενδόνας δεῖ λαμβάνειν §1186καὶ τόξα;
皮斯泰泰洛斯:难道不应该拿起弹弓和弓箭吗?
χώρει δεῦρο πᾶς ὑπηρέτης·
每个仆从都到这里来!
§1187τόξευε παῖε, σφενδόνην τίς μοι δότω.
射击,打击! 谁给我一个弹弓!
§1189πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς §1190πρὸς ἐμὲ καὶ θεούς.
歌队:战争爆发了,一场无法言喻的战争在我和神明之间。
ἀλλὰ φύλαττε πᾶς §1191ἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο, §1195μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν·
每个人都要守卫厄瑞玻斯所生的布满云雾的虚空,免得神明中的某位从这里穿过而你没有察觉。
§1196ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν, §1197ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου §1198δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
大家四下看,注意观察,因为那飞在空中的神明那旋转着的翅膀声已经在近处能听到了。
§1199αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει;
皮斯泰泰洛斯:嘿,你! 你往哪儿,往哪儿,往哪儿飞呢?
μένʼ ἥσυχος,
保持安静!
§1200ἔχʼ ἀτρέμας·
别动!
αὐτοῦ στῆθʼ·
站在那儿!
ἐπίσχες τοῦ δρόμου.
停下你的脚步。
§1201τίς εἶ;
你是谁?
ποδαπή;
哪儿来的?
λέγειν ἐχρῆν ὁπόθεν πότʼ εἶ.
你应该说你到底来自何方。
§1202παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.
伊里斯:我来自奥林匹斯众神那里。
§1203ὄνομα δέ σο.
皮斯泰泰洛斯:你的名字是什么?
τί ἐστι; πλοῖον ἢ κυνῆ;
是条船还是顶帽子?
§1204Ἶρις ταχεῖα.
伊里斯:疾飞的伊里斯。
§1204bΠάραλος ἢ Σαλαμινία;
皮斯泰泰洛斯:是帕拉罗斯号还是萨拉米尼亚号?
§1205τί δὲ τοῦτο;
伊里斯:这是什么意思?
§1205bταυτηνί τις οὐ συλλήψεται §1206ἀναπτόμενος τρίορχος;
皮斯泰泰洛斯:谁不飞上去把这个女人抓起来,鹞鹰?
§1206bἐμὲ συλλήψεται;
伊里斯:抓我?
§1207τί ποτʼ ἐστὶ τουτὶ τὸ κακόν;
这到底是什么祸事?
§1207bοἰμώξει μακρά.
皮斯泰泰洛斯:你可要大哭一场了。
§1208ἄτοπόν γε τουτὶ πρᾶγμα.
伊里斯:这事情真奇怪。
§1208bκατὰ ποίας πύλας §1209εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;
皮斯泰泰洛斯:你通过哪扇大门进入城墙的,你这最卑劣的女人?
§1210οὐκ οἶδα μὰ Δίʼ ἔγωγε κατὰ ποίας πύλας.
伊里斯:凭宙斯起誓,我可不知道是通过哪扇大门。
§1211ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
皮斯泰泰洛斯:你听见她是怎么装糊涂的了吗?
§1212πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;
你去找过寒鸦首领了吗? 你不说吗?
§1213σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν;
你有鹳鸟盖的印章吗?
§1213bτί τὸ κακόν.
伊里斯:这算什么祸事。
§1214οὐκ ἔλαβες;
皮斯泰泰洛斯:你没拿吗?
§1214bὑγιαίνεις μέν;
伊里斯:你神志清醒吗?
§1214cοὐδὲ σύμβολον §1215ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;
皮斯泰泰洛斯:也没有任何通行证在你在场时有任何鸟类首领发给你吗?
§1216μὰ Δίʼ οὐκ ἔμοιγʼ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.
伊里斯:凭宙斯起誓,谁也没发给我过,我的好人。
§1217κἄπειτα δῆθʼ οὕτω σιωπῇ διαπέτει §1218διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;
皮斯泰泰洛斯:那你居然还这样静悄悄地在别人的城市和这片混沌中飞过?
§1219ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;
伊里斯:神明难道还应该走哪条别的路飞行呢?
§1220οὐκ οἶδα μὰ Δίʼ ἔγωγε·
皮斯泰泰洛斯:凭宙斯起誓,我不知道。
τῇδε μὲν γὰρ οὔ.
但反正不是这条。
§1221ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γʼ οἶσθα τοῦθʼ ὅτι
而且现在你已经犯了法。
§1222δικαιότατʼ ἂν ληφθεῖσα πασῶν Ἰρίδων §1223ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;
你是否知道这点:如果得到你应得的下场,你在所有的伊里斯中,会最公道地被逮捕并处死?
§1224ἀλλʼ ἀθάνατός εἰμʼ.
伊里斯:但我可是长生不老的。
§1224bἀλλʼ ὅμως ἂν ἀπέθανες.
皮斯泰泰洛斯:但你同样得死。
§1225δεινότατα γάρ τοι πεισόμεσθʼ, ἐμοὶ δοκεῖ, §1226εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δʼ οἱ θεοὶ §1227ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθʼ ὅτι §1228ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
因为我想,我们将会遭遇最可怕的事,如果我们统治着其他一切,而你们这些神明却无法无天,并且还不知道你们必须反过来服从比你们更强大的人。
§1229φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;
告诉我,你那双翅膀正要把船开向何方?
§1230ἐγώ;
伊里斯:我?
πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς §1231φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς §1232μηλοσφαγεῖν τε βουθύτοις ἐπʼ ἐσχάραις §1233κνισᾶν τʼ ἀγυιάς.
我正从我父亲那儿飞向人类,告诉他们向奥林匹斯众神献祭,在焚牛的祭坛上宰杀羊,让街道飘满香烟。
§1233bτί σὺ λέγεις;
皮斯泰泰洛斯:你说什么?
ποίοις θεοῖς;
向哪些神?
§1234ποίοισιν;
伊里斯:向哪些?
ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.
向我们,天上的神明。
§1235θεοὶ γὰρ ὑμεῖς;
皮斯泰泰洛斯:你们是神吗?
§1235bτίς γάρ ἐστʼ ἄλλος θεός;
伊里斯:那还有谁是神?
§1236ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
皮斯泰泰洛斯:现在鸟儿才是人类的神。

词汇与语法注释

  1. 1157πελεκώντων — 属格独立分词结构,其逻辑主语为前文的代词 αὐτῶν(鹈鹕们)。
  2. 1168ἀλλʼ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος — 连词 γάρ 紧跟在指示词短语 ἀλλʼ ὅδε 之后,呈现出某种语序倒装。ὅδε 充当指出正在接近的人的主语,而 φύλαξ ἄ隔 充当表语。
  3. 1222δικαιότατʼ ἂν ληφθεῖσα πασῶν Ἰρίδων / ἀπέθανες — 分词 ληφθεῖσα 表示条件(相当于 εἰ ἐλήφθης),与直陈式过去时动词 ἀπέθανες 及助词 ἂν 连用,构成与事实相反的虚拟条件句。这一虚拟结论在 §1224b 中通过 ἂν ἀπέθανες 再次得到印证。

引用这一段

阿里斯托芬, 鸟 §1154b-1236. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:1154b-1236

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。