Humanitext Reader

阿里斯托芬 · 鸟 §1074-1154

向评委的胜诉要求与鸟群筑成城墙的报告

第 15 段,共 22 段 · 希腊语

内容简介

歌队阐明了鸟类统治的好处,督促评委判定他们获胜。紧接着,一名使者气喘吁吁地赶来,汇报各种鸟类如何分工合作建成了宏伟的城墙。

§1074λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινα §1075τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν.
(如果杀死了米洛斯人迪亚戈拉斯)将获得一塔兰同;如果有人杀死了那些已经死去的僭主之一,也将获得一塔兰同。
§1076βουλόμεσθʼ οὖν νυν ἀνειπεῖν ταὐτὰ χἠμεῖς ἐνθάδε.
所以,现在我们也想在这里宣布同样的法令。
§1077ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον, §1078λήψεται τάλαντον, ἢν δὲ ζῶντά γʼ ἀγάγῃ, τέτταρα, §1079ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθʼ ἑπτὰ τοὐβολοῦ, §1080εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται, §1081τοῖς τε κοψίχοισιν ἐς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά, §1082τὰς περιστεράς θʼ ὁμοίως ξυλλαβὼν εἵρξας ἔχει, §1083κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ.
如果你们中有人杀死了斯帕罗(雀)人菲洛克拉特斯,他将获得一塔兰同;如果活捉他来,则获得四塔兰同,因为他把燕雀串在一起,一奥博尔卖七只,接着把画眉吹大来展示,凌辱它们,还把羽毛插进黑鸫的鼻孔里,又同样把鸽子抓起来关进笼子里,强迫它们被缚在网中充当诱饵。
§1084ταῦτα βουλόμεσθʼ ἀνειπεῖν· κεἴ τις ὄρνιθας τρέφει §1085εἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι.
这些是我们要宣布的;如果你们中有人把鸟关在院子里养着,我们警告你们放了它们。
§1086ἢν δὲ μὴ πίθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέων §1087αὖθις ὑμεῖς αὖ παρʼ ἡμῖν δεδεμένοι παλεύσετε.
但如果你们不听从,你们自己将被鸟儿们抓住,轮到在我们这里被绑着充当诱饵。
§1088εὔδαιμον φῦλον πτηνῶν §1089οἰωνῶν, οἳ χειμῶνος μὲν §1090χλαίνας οὐκ ἀμπισχνοῦνται· §1091οὐδʼ αὖ θερμὴ πνίγους ἡμᾶς §1092ἀκτὶς τηλαυγὴς θάλπει· §1093ἀλλʼ ἀνθηρῶν λειμώνων §1094φύλλων τʼ ἐν κόλποις ναίω, §1095ἡνίκʼ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας §1096θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ.
幸福啊,有翼的鸟类一族,它们在冬天不用披上外套;而在闷热的季节里,炎热的、照耀远方的太阳光线也不会灼伤我们;相反,我居住在开满鲜花的草地和树叶的怀抱中,当那神圣的蝉,因太阳而狂热,在正午的酷热中发出尖锐的鸣声时。
§1097χειμάζω δʼ ἐν κοίλοις ἄντροις §1098νύμφαοις οὐρείαις ξυμπαίζων· §1099ἠρινά τε βοσκόμεθα παρθένια §1100λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα.
我在幽深的洞穴中度过冬天,与山中的仙女们一同嬉戏;在春天,我们以洁净的、白白长出的香桃木浆果以及美惠三女神的花园果实为食。
§1102τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι, §1103ὅσʼ ἀγάθʼ, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν, §1104ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.
关于胜利,我们想对评委们说几句话,如果他们判定我们获胜,我们将给他们所有人带来多少好处,使他们能获得比亚历山大(帕里斯)所得远为美好的礼物。
§1105πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται, §1106γλαῦκες ὑμᾶς οὔποτʼ ἐπιλείψουσι Λαυρειωτικαί· §1107ἀλλʼ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις §1108ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα.
因为首先,每个评委最渴望的东西,劳里翁的猫头鹰(银币)永远不会离开你们;它们反而会住进屋里,在你们的钱包里筑巢并孵化出小零钱。
§1109εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε· §1110τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν·
其次,除此以外,你们将像住在神殿里一样;因为我们将把你们房屋的屋顶盖成山墙(飞鹰)的形式。
§1111κἂν λαχόντες ἀρχίδιον εἶθʼ ἁρπάσαι βούλησθέ τι, §1112ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν.
如果你们抽签获得某个小官职,进而想捞点油水,我们会在你们手中送上一只锐利的小鹰。
§1113ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν.
如果你们在任何地方用餐,我们会送给你们鸟类的嗉囊。
§1114ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν §1115ὥσπερ ἀνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆνʼ ἔχῃ, §1116ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθʼ οὕτω δίκην §1117δώσεθʼ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.
但如果你们不判定我们获胜,就铸造小月牙形的金属片戴上吧,就像石像一样;因为你们中谁要是没有戴上月牙,当你们穿上白色的斗篷时,就在那个时候,你们将向我们偿付代价,被所有的鸟儿拉屎在身上。
§1118τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν ὦρνιθες καλά· §1119ἀλλʼ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος §1120οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.
皮斯泰泰洛斯:鸟儿们,我们的祭祀预兆非常好;可是怎么会连一个从城墙那儿来的使者都没有到,好让我们向其打听那里的情况呢?
§1121ἀλλʼ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.
瞧,这儿正跑来一个人,喘着阿尔斐俄斯河般的粗气。
§1122ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι ποῦ,
使者:在哪,在哪,他在哪,在哪,在哪,他在哪,在哪,在哪,他在哪,在哪?
§1123ποῦ Πισθέταιρός ἐστιν ἅρχων;
统治者皮斯泰泰洛斯在哪里?
§1123bοὑτοσί.
皮斯泰泰洛斯:就在这儿。
§1124ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.
使者:您的城墙已经完全建好了。
§1124bεὖ λέγεις.
皮斯泰泰洛斯:你说得好。
§1125κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον· §1126ὥστʼ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς §1127καὶ Θεογένης ἐναντίω δύʼ ἅρματε, §1128ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος, §1129ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.
使者:最美丽、最壮丽的工程;以至于吹牛家普罗克塞尼德斯与狄奥革尼斯可以驾着两辆相向的战车,套着大小堪比木马的马匹,因其宽阔而在其上并辔疾驰。
§1129bἩράκλεις.
皮斯泰泰洛斯:赫拉克勒斯啊,不可思议!
§1130τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησʼ αὔτʼ ἐγώ, §1131ἑκατοντορόγυιον.
使者:而高度——因为我亲自测量过—— 有一百奥尔贵亚。
§1131bὦ Πόσειδον τοῦ μάκρους.
皮斯泰泰洛斯:波塞冬啊,好一个高度!
§1132τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;
谁建了这么庞大的东西?
§1133ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
使者:鸟类,没有别人。
§1134πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν, §1135ἀλλʼ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
没有埃及的搬砖工、石匠、木匠都不在场,而是亲自动手,令我惊叹不已。
§1136ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι §1137γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.
首先,从利比亚飞来大约三万只吞下了基石的仙鹤。
§1138τούτους δʼ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
而这些石块由秧鸡用喙来雕琢。
§1139ἕτεροι δʼ ἐπλινθοφόρουν πελαργοὶ μύριοι· §1140ὕδωρ δʼ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα §1141οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμιʼ ὄρνεα.
另外一万只鹳鸟在搬运砖块;而从下面往空中运水的,是鸻类和其他河鸟。
§1142ἐπηλοφόρουν δʼ αὐτοῖσι τίνες;
皮斯泰泰洛斯:而谁替他们运送泥土呢?
§1142bἐρωδιοὶ §1143λεκάναισι.
使者:苍鹭,用盆子。
§1143bτὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;
皮斯泰泰洛斯:但他们是怎么把泥装进去的?
§1144τοῦτʼ ὦγάθʼ ἐξηύρητο καὶ σοφώτατα· §1145οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις §1146ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.
使者:我的好朋友,那是用最聪明的方法想出来的;鹅群把脚像铲子一样插进泥里,用双脚把泥装进了盆子里。
§1147τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;
皮斯泰泰洛斯:那还有什么工作是双脚做不成的呢!
§1148καὶ νὴ Δίʼ αἱ νῆτταί γε περιεζωσμέναι §1149ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα §1150ἐπέτοντʼ ἔχουσαι κατόπιν †ὥσπερ παιδία §1151τὸν πηλὸν ἐν τοῖς στόμασιν† αἱ χελιδόνες.
使者:凭宙斯起誓,鸭子们也系着围裙,在搬运砖块;而飞到上面,带着抹灰刀、插在背后像孩子们一样,嘴里衔着泥土的则是燕子。
§1152τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;
皮斯泰泰洛斯:那谁还会再去雇佣雇工呢?
§1153φέρʼ ἴδω, τί δαί;
让我想想,那接下来呢?
τὰ ξύλινα τοῦ τείχους τίνες §1154ἀπηργάσαντʼ;
城墙的木工部分,是谁完工的?

词汇与语法注释

  1. §1074λαμβάνειν — 这是法令或通告文体中常见的“宣布性不定式(或命令性不定式)”,在主句没有限定动词的情况下表示命令或义务。
  2. §1082εἵρξας ἔχει — 结合了主动不定过去时分词 `εἵρξας` 和 `ἔχω` 的迂言式完成体结构。它比单纯的完成时更强调动作结果(即被关押)持续至今的状态。
  3. §1131bτοῦ μάκρους — 紧跟在表示惊讶或感叹的感叹词(此处为 `ὦ Πόσειδον`)之后的“感叹属格”,用于表示感叹的直接原因或内容。
  4. §1147ἂν οὐκ ἂν ἐργασαίατο — 带有双重 `ἄν` 的潜在希求语气。动词形式 `ἐργασαίατο` 是第三人称复数中介语态希求语气词尾 `-αιντο` 的诗歌及伊奥尼亚方言变体,在此处用于在喜剧中营造夸张而庄重的语气。

引用这一段

阿里斯托芬, 鸟 §1074-1154. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg006.humanitext-grc2:1074-1154

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。