Humanitext Reader

阿里斯托芬 · 和平 §326-409b

赫尔墨斯的恐吓与特里盖奥斯的劝说

第 5 段,共 16 段 · 希腊语

内容简介

特里盖奥斯劝阻歌队狂热的舞蹈,并憧憬救出和平女神后的幸福生活。此时赫尔墨斯降临,威胁要处死违抗宙斯禁令的掘地者,特里盖奥斯和歌队极力哀求,并透露了月亮和太阳针对奥林匹斯神明的阴谋以拉拢赫尔墨斯。

§326μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.
不,现在不能再跳了,快停止,停止跳舞吧!
§327ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
瞧,你看,我们真的停下来了。
§327bφῄς γε, παύει δʼ οὐδέπω.
你嘴上这么说,但其实还没有停呢。
§328ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
那么,就让我跳完这最后一下吧,真的不再跳了。
§329τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.
那就只有这一下,之后绝对不要再跳别的了。
§330οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.
如果能对你有所帮助,我们绝不会再跳了。
§331ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.
可是你们瞧,你们还是没有停啊。
§331bτουτογὶ νὴ τὸν Δία §332τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
凭宙斯起誓,就这一下,甩出右腿后,我们这就停止。
§333ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
这个我就答应你们了,免得你们再让我烦恼。
§334ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.
但是左腿也实在是不得不动啊。
§335ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ §336μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
因为我感到无比高兴、欢喜、放屁和欢笑,远比脱去衰老、逃离盾牌时还要高兴。
§337μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·
现在还一点也不能高兴,因为你们还未确切知晓。
§338ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε §339καὶ βοᾶτε καὶ γελᾶτʼ·
但等我们得到了她,那时候你们再高兴,大声欢呼并欢笑吧。
ἤδη §340γὰρ ἐξέσται τόθʼ ὑμῖν §341πλεῖν μένειν βινεῖν καθεύδειν, §342ἐς πανηγύρεις θεωρεῖν, §343ἑστιᾶσθαι κοτταβίζειν, §344†συβαρίζειν† §345ἰοῦ ἰοῦ κεκραγέναι.
因为届时你们将被允许航海、留守、欢爱、睡眠、参加节日庆典、聚餐、玩科塔博斯游戏、 †像锡巴里斯人一样奢侈生活、† 以及大喊“哟嗬,哟嗬!
§346εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν.
” 但愿我能有幸亲眼看到那一天!
§347πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς §348ἔλαχε Φορμίων·
因为我忍受了太多的磨难和粗草垫,那都是福尔米奥分得的。
§349κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον, §350οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ, §351ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις καὶ πολὺ νεώτερον, §352ἀπαλλαγέντα πραγμάτων.
那样你将不再会发现我是一个严苛而难以取悦的裁判员,性格也绝对不会像以前那样顽固,相反,你会看到我变得温和,并且年轻得多,摆脱了所有的烦恼。
§355καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι §356ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι.
因为我们确实已经倒霉了足够长的时间,拿着枪和盾牌,疲于奔命地往返于吕克昂。
§357ἀλλʼ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε §360φράζε· σὲ γὰρ αὐτοκράτορʼ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.
但是,快告诉我们,做什么最能让你高兴;因为好运选定你作我们的全权指挥官。
§361φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
来,让我看看,我们该把石块拉到哪里去。
§362ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
你这个卑鄙而胆大妄为的家伙,你打算干什么?
§363οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.
没干坏事,只是干奇利康干过的事。
§364ἀπόλωλας ὦ κακόδαιμον.
你完蛋了,你这个倒霉鬼。
§364bοὐκοῦν ἢν λάχω.
如果我抽中那张签的话,确实如此。
§365Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι.
因为我知道,作为赫尔墨斯,你一定会用抽签决定。
§366ἀπόλωλας, ἐξόλωλας.
你完蛋了,你彻底完蛋了。
§366bἐς τίνʼ ἡμέραν;
在哪一天?
§367εἰς αὐτίκα μάλʼ.
就在眼前。
§367bἀλλʼ οὐδὲν ἠμπόληκά πω, §368οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.
但我还没买任何东西,无论是大麦粉还是奶酪,作为将死之人的准备。
§369καὶ μὴν ἐπιτέτριψαί γε.
可你确实已经完蛋了。
§369bκᾆτα τῷ τρόπῳ
那么,是以什么方式呢?
§370οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
我得到了这么大的好处,自己怎么没感觉到呢?
§371ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν §372ταύτην ἀνορύττων εὑρεθῇ;
你难道不知道宙斯已经宣布,任何被发现挖掘她的人都要处死吗?
§373νῦν ἆρά με §373bἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;
那么现在,我是必须要死吗?
§374εὖ ἴσθʼ ὅτι.
你要记清楚,确实如此。
§374bἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς· §375δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
那请借我三德拉克马买只小猪吧;因为我在死前必须加入秘仪。
§376ὦ Ζεῦ κεραυνοβρόντα.
噢,雷霆万钧的宙斯啊!
§376bμὴ πρὸς τῶν θεῶν §377ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
凭神明起誓,请不要告发我们,主人,我求求你了。
§378οὐκ ἂν σιωπήσαιμι.
我绝不沉默。
§378bναὶ πρὸς τῶν κρεῶν, §379ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
求你了,凭着那些肉,我热心地带给你的那些肉起誓!
§380ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, §381εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
可是,好家伙,我会被宙斯消灭的,如果我不把这事大声报告并嚷嚷出来。
§382μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.
那请别嚷嚷,我求你了,赫尔墨斯小乖乖。
§383εἰπέ μοι, τί πάσχετʼ ὦνδρες;
告诉我,你们怎么了,伙计们?
ἕστατʼ ἐκπεπληγμένοι.
吓得目瞪口呆地站着。
§384ὦ πόνηροι μὴ σιωπᾶτʼ· εἰ δὲ μή, λακήσεται.
可怜的家伙们,别沉默,否则他就要嚷嚷了。
§385μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
千万不要,赫尔墨斯主人,千万不要,千万不要!
§386εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐμοῦ γε κατεδηδοκώς, §387τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ νῦν πράγματι.
如果你还记得曾高高兴兴地吃过我送的小猪,在这个现在的关头,就请别把这恩情看作微不足道。
§388οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ ὦναξ δέσποτα;
主人,您没听见他们是怎样讨好您的吗?
§390†μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,† §391ὥστε τήνδε μὴ λαβεῖν· §392ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
请不要对哀求我们的我们心怀怨恨,以至于让我们无法得到她;施予恩惠吧,噢,神明中最热爱人类、最大方的神!
§395εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
如果你对佩桑德的头盔羽饰和眉毛有任何厌恶的话。
§396καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι §397διὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
我们将用圣洁的祭品和盛大的游行永远、始终赞美您,主人。
§400ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα, §401ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
来,我求你,怜悯他们的声音吧,因为他们现在比以前更加敬重你。
§402κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.
因为他们现在确实比以前更像小偷了。
§403καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα, §404ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
而且我要告诉你一件可怕而重大的事情,这是针对所有神明策划的阴谋。
§405ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.
快说,也许你能说服我。
§406ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος §407ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον §408τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
因为月亮和那个狡黠的太阳,已经对你们策划了很长时间的阴谋,要把希腊出卖给野蛮人。
§409ἵνα δὴ τί τοῦτο δρᾶτον;
他们为什么要这么做?
§409bὁτιὴ νὴ Δία
因为,凭宙斯起誓,是因为

词汇与语法注释

  1. 326ὀρχούμενος — 用作动词 παῦε 补语的现在分词。在希腊语中,表示停止行为的动词(如 παύω)接分词而非不定式作补足语。
  2. 336ἐκδὺς — 不定过去时主动分词。与后文的 ἐκφυγὼν(亦为不定过去时主动分词)并列,比喻像脱去衣服一样“脱去衰老”。
  3. 346εἰ γὰρ ἐκγένοιτʼ — 表示愿望的 εἰ γάρ 搭配祈愿式(ἐκγένοιτο)的结构。表示有可能实现的强烈愿望,带不定式 ἰδεῖν(“看见”),意为“但愿能……”。
  4. 365Ἑρμῆς γὰρ ὢν — 表示原因的分词短语。由于赫尔墨斯是掌管抽签的神,此处幽默地解释了原因:“因为你是赫尔墨斯,所以你肯定会用抽签来决定(谁毁灭)。”
  5. 371ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς — 先行提取构文(prolepsis),其中 θάνατον 被提早作为主句动词 οἶσθα 的宾语。本应在 ὅτι 从句中作直接宾语的成分,因强调而被拉至主句。
  6. 407ἐπιβουλεύοντε — 双数(dual)现在分词主格。指代主语月亮(Σελήνη)和太阳(Ἥλιος)这两个天体,因此与 §408 中的动词 προδίδοτον 一样,一致使用了双数形。

引用这一段

阿里斯托芬, 和平 §326-409b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:326-409b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。