§248βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα
哎呀,哎呀!
§249τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
奴给麦加拉人带来了多么沉重、多么痛苦的哭泣啊!
§250ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.
噢,西西里啊,你也要完蛋了!
§251οἵα πόλις τάλαινα διακναισθήσεται.
多么可怜的城市啊,将被彻底捣得粉碎。
§252φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
来,让我也把这阿特卡的蜂蜜倒进去。
§253οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
喂,我劝你还是用别的蜂蜜吧。
§254τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.
这要四个奥博罗斯呢,省着点用阿特卡的蜜。
§255παῖ παῖ Κυδοιμέ.
喂,喂,大混乱!
§255bτί με καλεῖς;
您叫我做什么?
§255cκλαύσει μακρά.
你要挨揍大哭了!
§256ἕστηκας ἀργός;
你呆立在那里干什么?
οὑτοσί σοι κόνδυλος.
给你一记拳头。
§257ὡς δριμύς.
好疼啊!
οἴμοι μοι τάλας ὦ δέσποτα.
哎呀,我真命苦,主人。
§258μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;
难道您在这拳头里夹了蒜头(麦加拉产)吗?
§259οἴσεις ἀλετρίβανον τρέχων;
快跑去把研槌拿来!
§261οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;
那你还不赶紧跑到雅典人那里去拿一个回来?
§262ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.
凭宙斯起誓,我去;不然我就要挨打了。
§263ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;
来吧,我们这些可怜的小人儿该怎么办呢?
§264ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας· §265εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων, §266τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
你们看,我们的危险有多么大;因为如果他拿着研槌回来,他就会坐着,用它把各个城邦捣得天翻地覆。
§267ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.
但是,噢,狄奥尼索斯,但愿他完蛋,不要拿着研槌回来!
§268οὗτος.
喂。
§268bτί ἔστιν;
什么事?
§268cοὐ φέρεις;
你没拿来吗?
那个,因为,雅典人的研槌已经完蛋了,就是那个把希腊搞得鸡犬不宁的皮革商。
§271εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶν
做得好啊,噢,尊贵的雅典娜女神!
那家伙死得真是时候,对城邦大有好处,在把我们捣成大蒜酱之前。
§275bταῦτʼ ὦ δέσποθʼ.
遵命,主人。
§275cἧκέ νυν ταχύ.
快去快回。
§276ὦνδρες τί πεισόμεσθα;
各位,我们该怎么办?
νῦν ἀγὼν μέγας.
现在是伟大的斗争时刻。
§277ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει §278μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν §279ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
但如果你们中间有人恰好在萨莫色雷斯入过秘仪,现在正是祈祷的好时候,让那个去取研槌的人双脚走不动路。
§280οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.
哎呀,我真命苦,哎呀,真是的,哎呀,太惨了。
§281τί ἔστι;
怎么了?
μῶν οὐκ αὖ φέρεις;
难道你又没拿来吗?
§283πῶς ὦ πανοῦργʼ;
怎么回事,恶棍?
§285εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω.
做得好,做得好,噢,双子神啊!
§286ἴσως ἂν εὖ γένοιτο·
也许事情会好起来的。
θαρρεῖτʼ ὦ βροτοί.
鼓起勇气吧,凡人们!
把这些器具拿走,放回里面去;我进屋去,自己做一个研槌。
§289νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος, §290ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας, §291ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.
现在,那首著名的达提斯之歌终于来了,就是他以前在中午一边自慰一边唱的那首: “我是多么高兴、欢喜、愉快啊!
§292νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν §293ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν §294ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην, §295πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.
” 希腊的同胞们,现在正是我们摆脱烦恼和战斗的好时机,把大家热爱的‘和平’拉出来,免得再有别的什么研槌来阻挠我们。
§296ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες §297καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι §298καὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,
来吧,农夫们、商人们、木匠们、手艺人们、在留外侨们、异乡人们,以及岛民们,大家都到这里来,所有的民众啊!
§299ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία· §300νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
尽快拿着锄头、杠杆和绳子;因为现在是我们可以夺取善神赐予的好运的时候了。
§301δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
大家都热心地到这里来,直奔拯救之路!
§302ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε, §303τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν· §304ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
全希腊的同胞们,让我们一起帮忙吧,哪怕是前所未有地,摆脱战列和那可恨的红色军服带来的灾难;因为这厌恶战争的日子已经破晓。
§305πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει· §306οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον, §307πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι §308τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
为此,告诉我们该做什么,并作为我们的总指挥吧;因为我想今天我绝不会放弃,直到用杠杆和机器把她拉到光明的世间,这位所有女神中最伟大、最喜爱葡萄藤的女神。
§309οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
你们还不安静下来吗?
§310τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;
免得你们因为这事过度高兴,大声嚷嚷,把里面的‘战争’再次激怒煽旺?
§311ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
但是,听到这样的宣告,我们感到无比高兴。
§312οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.
因为这可不是命令我们带着三天的口粮前来。
§313εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον, §314μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν, §315ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.
那么,你们要当心下面的那个刻耳柏洛斯,免得他像以前在这里时那样,咆哮、大喊大叫,阻碍我们把女神拉出来。
现在绝不可能有任何人能把她夺走,只要她一旦落入我的手中。
ἰοῦ ἰοῦ.
噢,噢!
§318ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε· §319ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
各位,你们会害死我的,要是你们不停下叫喊;因为他会冲出来,用双脚把这一切捣得一团糟。
就让他去捣、去踩、去把一切搞乱吧,因为我们今天绝不会停止欢呼。
§322τί τὸ κακόν;
怎么回事?
τί πάσχετʼ ὦνδρες;
各位,你们在干什么?
μηδαμῶς πρὸς τῶν θεῶν §323πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
凭神明起誓,千万不要因为这些舞蹈身段而毁了这最美妙的计划。