Humanitext Reader

阿里斯托芬 · 和平 §410-506

赫尔墨斯倒戈与众人合力拉出和平的受阻

第 6 段,共 16 段 · 希腊语

内容简介

特里盖奥斯通过赠送黄金杯赢得了赫尔墨斯的支持,并为迎回和平女神举行了祈祷和奠酒仪式。众人开始拉动绳索挖掘和平,但因各个城邦心怀鬼胎、各执一词,导致挖掘工作进展缓慢。

§410ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ §411οἱ βάρβαροι θύουσι.
我们向你们献祭,但向那两者蛮族却向他们献祭。
διὰ τοῦτʼ εἰκότως §412βούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι, §413ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
因此,理所当然地,他们希望我们全部毁灭,以便他们自己能独占神明的祭仪。
§414ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην §415καὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁμαρτωλίας.
正因如此,他们早就偷偷窃取日子,出于恶意,蚕食着天体的运行轨道。
§416ναὶ μὰ Δία.
凭宙斯起誓,确实如此!
πρὸς ταῦτʼ ὦ φίλʼ Ἑρμῆ ξύλλαβε §417ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.
因此,亲爱的赫尔墨斯,请协助我们,热心地和我们一起拉起她。
§418καί σοι τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομεν §419πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν, §420μυστήριʼ Ἑρμῇ, Διιπόλειʼ, Ἀδώνια·
我们将为您举办盛大的雅典娜节,以及神门所有的其他祭仪,属于赫尔墨斯的秘仪、迪伊波利亚节、阿多尼斯节。
§421ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν §422ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
其他摆脱了灾祸的城邦,也将在各处向驱邪的赫尔墨斯献祭。
§423χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά.
您还将得到许多其他好处。
πρῶτον δέ σοι §424δῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.
首先,我把这个作为礼物送给您,这样您就可以用来奠酒了。
§425οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων.
哎呀,我对黄金杯总是这么心疼。
§426ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες.
从现在起就是你们的工作了,伙计们!
ἀλλὰ ταῖς ἄμαις §427εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
快拿着铁锹进去,尽可能快地把石头拉开。
§428ταῦτα δράσομεν·
我们会照办的。
σὺ δʼ ἡμῖν ὦ θεῶν σοφώτατε §429ἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς·
而您,神明中最聪慧的一位,请在一旁监督我们,像个工匠大师一样指导我们该怎么做。
§430τἄλλα δʼ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.
至于其他的事,您会发现我们协助起来毫不含糊。
§431ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως §432ἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
来吧,快把奠酒杯递过来,这样我们就能在向神明祈祷之后,真正开始大干一场。
§433σπονδὴ σπονδή·
奠酒,奠酒!
§434εὐφημεῖτε εὐφημεῖτε.
肃静,肃静!
§435σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν §436Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν, §437χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων, §438τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.
在奠酒时我们祈祷,让今天这一天成为所有希腊人获得众多幸福的开始,谁要是热心地拉住绳索,愿那个人永远不需要拿起盾牌。
§439μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον, §440ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.
凭宙斯起誓,不,愿他在和平中度过一生,身边有情人相伴,拨弄着炭火。
§441ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται §442μηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξ §443ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
但谁要是更希望有战争,愿他永远不要停止,狄奥尼索斯主宰啊,从他的手肘中拔出箭头的痛苦。
§444κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ §445ἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις §446πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.
如果有人因为渴望当上部队长而嫉妒您重见光明,噢,尊贵的高贵女士,愿他在战斗中遭受像克莱奥尼莫斯那样的下场。
§447κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων, §448ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν §449ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
如果有枪矛雕刻工或盾牌商,为了能卖出更好的价钱而渴望战争,愿他被海盗抓去,只能吃大麦。
§450κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι, §451ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος §452ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.
至于想当将军而不肯帮忙的人,或者是准备逃跑的奴隶,愿他被绑在车轮上接受鞭刑,被拖着走。
§453ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ.
愿好运降临到我们身上!
ἰὴ παιὼν ἰή.
伊埃·派昂,伊埃!
§454ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.
拿掉“击打”,只说“伊埃”就行。
§455ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
那么,伊埃,伊埃,我只说“伊埃”。
§456Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.
献给赫尔墨斯、美惠三女神、时序三女神、阿佛洛狄忒、渴望。
§457Ἄρει δέ;
还有阿瑞斯呢?
§457bμὴ μή.
不要,不要!
§457cμηδʼ Ἐνυαλίῳ γε;
埃纽阿里奥斯也不行吗?
§457dμή.
不行!
§458ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
全员把绳拉紧,用缆绳往下拉!
§459ὦ εἶα.
嗨哟,嗬。
§460εἶα μάλα.
用力,嗬。
§461ὦ εἶα.
嗨哟,嗬。
§462εἶα ἔτι μάλα.
再用力,嗬。
§463ὦ εἶα, ὦ εἶα.
嗨哟,嗬,嗨哟,嗬。
§464ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.
但是大家拉得不均匀啊。
§465οὐ ξυλλήψεσθʼ;
你们不帮忙吗?
οἷʼ ὀγκύλλεσθʼ·
看你们装腔作势的样子!
§466οἰμώξεσθʼ οἱ Βοιωτοί.
你们波奥蒂亚人要倒大霉了。
§467εἶά νυν.
来吧,现在。
§468εἶα ὦ.
嗨哟,嗬。
§469ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.
喂,你们两个也一起来拉。
§470οὔκουν ἕλκω κἀξαρτῶμαι §471κἀπεμπίπτω καὶ σπουδάζω;
难道我没有在拉,没有挂在上面,倾尽全力,拼命干活吗?
§472πῶς οὖν οὐ χωρεῖ τοὔργον;
那么为什么活计一点进展也没有?
§473ὦ Λάμαχʼ ἀδικεῖς ἐμποδὼν καθήμενος.
噢,拉马科斯,你坐在路中间挡道,太不像话了。
§474οὐδὲν δεόμεθʼ ὦνθρωπε τῆς σῆς μορμόνος.
伙计,我们一点也不需要你那吓人的莫尔莫盾徽。
§475οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι §476ἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων, §477καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
这些阿哥斯人也老早就一点不拉,却只是嘲笑那些辛苦干活的人,而且他们还从两边拿着大麦津贴。
§478ἀλλʼ οἱ Λάκωνες ὦγάθʼ ἕλκουσʼ ἀνδρικῶς.
但是,好家伙,拉栖代梦人拉得很卖力。
§479ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου, §480μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ.
你知道吗,他们中只有那些被木枷锁住的人才是热心的,但是铁匠不允许他们这样做。
§481οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμως §482γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια, §483ὑπὸ τοῦ γε λιμοῦ νὴ Δίʼ ἐξολωλότες.
麦加拉人也没起什么作用;不过他们还在拉,极其惨淡地龇牙咧嘴,就像小狗一样,凭宙斯起誓,因为饥饿快要完蛋了。
§484οὐδὲν ποιοῦμεν ὦνδρες·
我们毫无进展,伙计们!
ἀλλ ὁμοθυμαδὸν §485ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.
我们必须万众一心再次一起动手。
§486ὦ εἶα.
嗨哟,嗬。
§487εἶα μάλα.
用力,嗬。
§488ὦ εἶα.
嗨哟,嗬。
§489εἶα νὴ Δία.
凭宙斯起誓,用力。
§490μικρόν γε κινοῦμεν.
我们挪动了一点点。
§491οὔκουν δεινὸν §492τοὺς μὲν τείνειν τοὺς δʼ ἀντισπᾶν;
这难道不可恶吗,有些人在用力,而另一些人却在往相反的方向扯?
§493πληγὰς λήψεσθʼ ὦργεῖοι.
你们阿哥斯人,要挨揍了。
§494εἶά νυν.
来吧,现在。
§495εἶα ὦ.
嗨哟,嗬。
§496ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
看来我们中间有一些心怀不轨的人。
§497ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες §498τῆς εἰρήνης σπᾶτʼ ἀνδρείως.
至少,你们这些渴望和平的人,要勇敢地拉。
§499ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.
但是有人在阻挠。
§500ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;
麦加拉人,你们还不滚去喂乌鸦吗?
§501μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη· §502πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
女神恨你们,因为她记着呢:是你们最先用大蒜擦痛了她。
§503καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω §504ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε· §505οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
我也对雅典人说:停止从你们现在拉扯的地方继续抓着;因为你们除了打官司之外什么都不干。
§506ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,
但是,如果你们真的渴望把她拉出来,

词汇与语法注释

  1. §414παρεκλεπτέτην / παρέτρωγον — 前者的动词 παρεκλεπτέτην 是第三人称双数未过去式主动语态,与双数主语“月亮与太阳”一致;而后面的 παρέτρωγον 则是第三人称复数未过去式主动语态。这展示了雅典方言中双数主语可以灵活搭配复数动词的语法惯例。
  2. §425τῶν χρυσίδων — 由形容词 ἐλεήμων(富有同情心的)所引导的宾格性属格,表示情感的对象。赫尔墨斯滑稽地对黄金杯表达“同情”,实际上展示了他的贪婪。
  3. §431ἔργῳ ʼφιαλοῦμεν — 动词 ʼφιαλοῦμεν(即 ἐφιαλοῦμεν)是 ἐφιάλλω(着手、发射)的将来直陈式,与 ὅπως 连用构成雅典方言中常见的目的/努力从句。同时,它与前文的 φιάλη(奠酒杯)构成了双关语。
  4. §479ἔχονται τοῦ ξύλου — 由中间态动词 ἔχομαι(紧抓、被束缚)所支配的接触性属格。此处“被木枷锁住”幽默且委婉地指代了被囚禁在木质足枷中的斯巴达战俘。
  5. §501τοῖς σκορόδοις ἠλείψατε — 与格 τοῖς σκορόδοις(大蒜)是工具与格。“用大蒜擦痛她”是一个双关隐喻,既指麦加拉盛产大蒜,又暗指麦加拉人刺激并激怒了和平女神,从而挑起了战争(即麦加拉法令)。

引用这一段

阿里斯托芬, 和平 §410-506. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:410-506

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。