Humanitext Reader

阿里斯托芬 · 马蜂 §665-719

煽动家的中饱私囊与民众的屈从

第 10 段,共 20 段 · 希腊语

内容简介

比德克勒翁向菲洛克勒翁揭露,雅典庞大的公款收入实际上被煽动家们垄断,自以为是统治者的公民们反受其奴役。菲洛克勒翁听后大受打击,意志和体力皆变得软弱无力。

§665μὰ Δίʼ οὐ μέντοι.
凭宙斯起誓,确实没有!
§665bκαὶ ποῖ τρέπεται δὴ ʼπειτα τὰ χρήματα τἄλλα;
那么,剩下的钱究竟都到哪里去了?
§666ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν, §667ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί.
都到那些口中喊着“我绝不背叛雅典的大众,而将永远为大众而战”的家伙那里去了。
σὺ γὰρ ὦ πάτερ αὐτοὺς §668ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.
因为,父亲,您甘愿让他们统治您,被他们这些甜言蜜语所蒙蔽。
§669κᾆθʼ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα §670ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες, §671δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω.
结果,他们从各城邦收受了五十个塔兰托的贿赂,用这样的话来威胁和恐吓他们: “交出贡赋,否则我将降下雷霆,倾覆你们的城邦!
§672σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
” 而您却满足于自己的支配权,啃食着他们剩下的一点骨头渣子。
§673οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον §674ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν, §675σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν §676ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια §677φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν· §678σοὶ δʼ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δʼ ἐφʼ ὑγρᾷ πιτυλεύσας, §679οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
同盟国的人们一旦察觉到,其他的大众从投票箱里什么都得不到、挨着饿,就会把您看作像康诺斯的选票一样无足轻重的人,而向这些头领们送礼:葡萄酒罐、地毯、奶酪、蜂蜜、芝麻、枕头、银杯、斗篷、花冠、项链、饮器、财富与健康;至于您,虽是他们的统治者,在陆地上和湿漉漉的海上辛勤劳作,却连一头用于配小鱼煮食的蒜,都没有人给您。
§680μὰ Δίʼ ἀλλὰ παρʼ Εὐχαρίδου καὐτὸς τρεῖς γʼ ἄγλιθας μετέπεμψα.
凭宙斯起誓,我自己先前还从埃乌哈里德斯那里要来了三瓣蒜呢。
§681ἀλλʼ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
但您并没有向我指明奴役的实质,只是在用废话折磨我。
§682οὐ γὰρ μεγάλη δουλεία ʼστὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
这难道不是巨大的奴役吗?
§683αὐτούς τʼ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
他们所有人都身居要职,不仅他们自己,连他们的谄媚者也从他们那里领着薪水。
§684σοὶ δʼ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων §685καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.
而如果有人给您三个奥波尔,您就心满意足了;而这三个奥波尔是您自己行军、步战、围城,历经千辛万苦才挣来的。
§686καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μʼ ἀπάγχει, §687ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός, §688ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς, §689ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν §690ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται· §691αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ· §692καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ, §693ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε §694ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε·
除此之外,您还要听从命令奔走,这最让我气恼,当一个放荡的年轻小伙,海雷亚斯的儿子,像这样迈着步子、扭动着身体、娇里娇气地走进来,叫您清早准时来审判,因为你们当中任何人如果来得比告示牌迟,就拿不到那三个奥波尔;而他自己,即使来晚了,也照样拿一德拉克马的辩护费;并且与当权者合谋,同他手下的另一个人一起,一旦有哪个被告送了礼,这两个人就把事情私下了结,积极奔走;然后,就像拉锯一样,一个拉,一个送。
§695σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
而您却只知道对着公金发放官张大嘴看,对背地里发生的事一无所知。
§696ταυτί με ποιοῦσʼ;
他们真的这样对我?
οἴμοι τί λέγεις;
天哪,你在说什么?
ὥς μου τὸν θῖνα ταράττεις, §697καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς.
你彻底搅乱了我的心,更加吸引了我的注意力,我都不知道你把我怎么了。
§698σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν §699ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι, §700ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς §701οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι §702ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον.
那么,想想看,尽管您和所有人本可以致富,却被那些整天装作“民之友”的家伙以某种方式圈禁了起来,你们这群从黑海到撒丁岛统治着极多城邦的人,除了拿到的这一点微薄之物外,什么也没享受到;而且他们还用棉花像滴油一样一点点滴给您,只是为了让您勉强活命。
§703βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι, §704ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθʼ ὅταν οὗτός γʼ ἐπισίξῃ §705ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.
因为他们想让您保持贫穷;我来告诉您这是为什么,好让您顺从您的驯兽师,这样一来,当他指使您扑向他的某个敌人时,您就会野蛮地向他们扑过去。
§706εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
因为如果他们想让大众过上好日子,那是很容易的事。
§707εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι· §708τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ, §709δύο μυριάδʼ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις §710καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ, §711ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
如今向我们纳贡的城邦有一千个;如果有人命令每一个城邦供养二十个人,那就会有两万名平民过着顿顿有兔肉、戴着各种花冠、吃着初乳蛋糕的生活,享受着配得上这片土地和马拉松胜利纪念碑的福祉。
§712νῦν δʼ ὥσπερ ἐλαολόγοι χωρεῖθʼ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
但现在,你们却像捡橄榄的人一样,跟在发薪水的人后面亦步亦趋。
§713οἴμοι τί πέπονθʼ;
哎呀,我这是怎么了?
ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται, §714καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλʼ ἤδη μαλθακός εἰμι.
我感觉一阵麻木流遍了我的手,我连剑也握不住了,我已经软弱下来了。
§715ἀλλʼ ὁπόταν μὲν δείσωσʼ αὐτοί, τὴν Εὔβοιαν διδόασιν §716ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους §717ποριεῖν· ἔδοσαν δʼ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους, §718καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.
但只要他们自己害怕起来,他们就会把优卑亚岛送给你们,并承诺给每人提供五十麦地姆诺的粮食;但他们从未给过您,除了前几天给的五麦地姆诺,甚至那还是您因为面临非公民起诉、好不容易才按“霍伊尼克斯”领到的一点大麦。
§719ὧν οὕνεκʼ ἐγώ σʼ ἀπέκλῃον ἀεὶ
正因如此,我才一直把您关起来……

词汇与语法注释

  1. §666τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν — 在指示代名词 `τούτους` 之后,定冠词 `τοὺς` 将整句直接引语式的口号 `οὐχὶ προδώσω...` 名词化,使其作为一个定语从句般的短语来嘲讽煽动家们陈词滥调的承诺。
  2. §694ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε — `ὡς πρίονθʼ` 是双数现在分词(双数宾格 `πρίοντε` 经元音省写而成,指拉锯的两个人)。随后的 `ὁ μὲν... ὁ δʼ...` 基于整体与部分的关系(schēma kath' holon kai meros),作为主格主语分别说明这两个人的动作。不定过去时动词 `ἀντενέδωκε` 是表示习惯性或反复性动作的格言性不定过去时(gnomic aorist)。
  3. §698ἐξόν — 非人称动词 `ἔξεστι`(可以、允许)的中性单数宾格分词,用作宾格绝对(accusative absolute)结构。表示让步或某种前提状况(“尽管[你们]本来可以致富”),后续的不定式 `πλουτεῖν` 作其逻辑主语。

引用这一段

阿里斯托芬, 马蜂 §665-719. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:665-719

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。