Humanitext Reader

阿里斯托芬 · 马蜂 §391-456

菲洛克勒翁的再逃脱与胡蜂的突袭

第 6 段,共 20 段 · 希腊语

内容简介

菲洛克勒翁试图溜走却被儿子和奴隶截获。愤怒的陪审员胡蜂合唱队为了营救他,挺出利刺向看守们发起猛烈袭击。

§391ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθʼ ἵνα ταῦτʼ ἀκροῷο, §392κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
无论如何,你正是为了听这些声音,才特意来到这里定居,并且在众英雄中,只有你甘愿坐在哭泣者的身旁。
§393ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον· §394κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω.
如今请怜悯并救助你自己的邻人吧;我发誓绝不在你的篱笆旁小便,也绝不放屁。
§395οὗτος ἐγείρου.
喂,快醒醒!
§395bτί τὸ πρᾶγμʼ;
怎么回事?
§395cὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.
好像有什么声音把我围住了。
§396μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
难道那老头儿又从哪里溜出来了?
§396bμὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ §397αὑτὸν δήσας.
凭宙斯起誓,绝非如此,他正在把自己吊下来,绑住他自己。
§397bὦ μιαρώτατε τί ποιεῖς;
噢,你这卑鄙的家伙,你在干什么?
οὐ μὴ καταβήσει;
绝不能让你下来!
§398ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε, §399ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
快从另一边爬上去,用树枝抽打他,好让他被这丰收花环抽打时,能够退却。
§400οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι, §401ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
今年要打官司的人,难道你们不来帮忙吗,斯米克律提翁、泰西亚德斯、克雷蒙和费雷德普诺斯啊!
§402πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;
如果不是现在,你们还要等到何时才来帮我,难道要等我被拖得更深吗?
§403εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν, §404ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
告诉我,我们还在等什么,为何不起用那份怒火,那正是当有人惹恼我们的胡蜂窝时,我们所发出的怒火?
§405νῦν ἐκεῖνο νῦν ἐκεῖνο §406τοὐξύθυμον, ᾧ κολαζόμεσθα, §407κέντρον †ἐντέτατʼ ὀξύ†.
就在此刻,就在此刻,我们用以惩罚人的那股暴烈之气,那锋利的刺已经绷紧。
§408ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία, §409θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε, §410καὶ κελεύετʼ αὐτὸν ἥκειν §411ὡς ἐπʼ ἄνδρα μισόπολιν §412ὄντα κἀπολούμενον, ὅτι §413τόνδε λόγον ἐσφέρει, §414μὴ δικάζειν δίκας.
孩子们,快快脱掉外衣,奔跑呼喊,向克里昂报告这件事情,并命令他前来,犹如去对付一个仇恨城邦、注定要灭亡的家伙,因为他竟然提出这种主张,不准审理官司。
§415ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε.
各位好汉,请听听事情的原委,别嚷嚷了。
§416νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ.
凭宙斯起誓,偏要叫得响彻云霄!
§416bὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι.
因为我绝不会放开这个人的。
§417ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
这难道不是骇人听闻、显而易见的僭主暴政吗?
§418ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
噢,城邦啊! 噢,被神明所憎恶的狄奥罗斯啊!
§419κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
以及任何其他站在我们前头、巴结逢迎的谄媚者啊!
§420Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν.
赫拉克勒斯啊,他们居然还有刺!
οὐχ ὁρᾷς ὦ δέσποτα;
主人,你没看见吗?
§421οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
他们当年就是用这刺,在官司里毁了高尔吉亚之子菲利普斯。
§422καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε
我们也要用这刺来消灭你!
§423δεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο, §424ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος, §425ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
所有人,转过身来,拔出你们的刺,向他冲过去,严阵以待,满腔怒火与斗志,好让他以后清楚地知道,自己惹恼了怎样的蜂群。
§426τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα· §427ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
凭宙斯起誓,这下可真糟糕了,要是咱们真打起来的话;我一看着他们的刺就害怕。
§428ἀλλʼ ἀφίει τὸν ἄνδρʼ·
快放开那个人!
εἰ δὲ μή, φήμʼ ἐγὼ §429τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
否则,我敢说,你会因为乌龟有那层壳而羡慕它们的。
§430εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι, §431οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι, §432οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
冲啊,脾气火爆的陪审员胡蜂同道们,你们中的一些人愤怒地飞向他们的屁股,另一些人则去刺他们的双眼四周和手指。
§433ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
米达斯、弗里克斯、马辛提亚斯,快来这里帮忙!
§434καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί· §435εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
抓住这个人,绝不能让给任何人;否则,戴上沉重的脚镣,你们就别想吃早饭了。
§436ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
我们听多了无花果叶子的沙沙声。
§437εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
如果你不放开这个人,定有东西会扎进你的身体。
§438ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
噢,凯克洛普斯英雄君王啊,下半身如龙蛇般的大神!
§439περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον, §440οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα;
你就眼睁睁看着我被这群野蛮人如此制服吗,他们可曾是我教导过“一容量里哭四回”的家伙啊?
§441εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
这么看来,晚年真的有太多可怕的悲哀了。
§442δηλαδή·
的确如此。
καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην §443πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι §444διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα, §445καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει, §446ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ·
如今这两个家伙正强力制服他们过去的主人,丝毫不记得过去,这个人曾给他们买过皮衣和单袖外衣,还有狗皮帽;冬天里他还护着他们的脚,好让他们不至于每次都挨冻。
ἀλλὰ τούτοις γʼ οὐκ ἔνι §447οὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
可是,这些人身上连眼里都没有对当年那旧鞋子的一丝感恩与羞耻。
§448οὐκ ἀφήσεις οὐδὲ νυνί μʼ ὦ κάκιστον θηρίον,
你这最恶劣的畜生,直到现在还不放开我吗?
§449οὐδʼ ἀναμνησθεὶς ὅθʼ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε §450προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρʼ εὖ κἀνδρικῶς, §451ὥστε σε ζηλωτὸν εἶναι;
难道你不记得,当年我抓到你偷葡萄,把你拉到奥利弗树旁,结结实实、像个汉子一样抽了你一顿皮鞭,以至于大家都羡慕你?
σὺ δʼ ἀχάριστος ἦσθʼ ἄρα.
原来你竟是如此忘恩负义的东西!
§452ἀλλʼ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
快放开我,你也是,你也是,趁我儿子还没冲出来。
§453ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσετον καλὴν δίκην, §454οὐκέτʼ ἐς μακρὰν ἵνʼ εἰδῆθʼ οἷός ἐστʼ ἀνδρῶν τρόπος §455ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
不过,为了这些事,你们俩很快就会向我们付出惨痛的代价,为时不会太远,好让你们知道这些男人的脾性,他们脾气火爆、秉公无私、目光如芥末般辛辣。
§456παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
打,快打,克兰提亚斯,把这些胡蜂赶出家门!

词汇与语法注释

  1. 394κοὐ μή ποτέ ... οὐρήσω — 否定词 οὐ μή 连用将来直说式(或不定过去时虚拟式)的结构,表示极强烈的否定誓言(“绝不……”),并由其后的 μηδέ 进一步加强否定语气。
  2. 397bοὐ μὴ καταβήσει; — 双重否定词 οὐ μή 接第二人称将来直说式(καταβήσει),并在句末配有问号(希腊语分号),用以表示强烈的禁止(“千万别下来!”)。直译为“你难道不能不下吗?”。
  3. 429μακαριεῖν σε τοῦ δέρματος — 由 φημί(§428)引出的带对格的不定式结构(对格主语为 σε,将来时不定式为 μακαριεῖν)。属格 τοῦ δέρματος 是表示情感或行为之“原因”的属格(“因为它们的外壳”)。
  4. 440οὓς ἐγὼ ʼδίδαξα κλάειν — 在可以接双对格的动词 διδάσκω(教授)中,被传授的对象由关系代词对格(οὓς)表示,而传授的内容则由不定式(κλάειν)表示。

引用这一段

阿里斯托芬, 马蜂 §391-456. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:391-456

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。