τί ποιήσω;
我该怎么办?
§319τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ §320βούλομαί γε πάλαι μεθʼ ὑμῶν §321ἐλθὼν ἐπὶ τοὺς καδίσκους §322κακόν τι ποιῆσαι.
我被这些人看守着,而我其实早就想和你们一起前去投票箱前,做点惩罚人的恶事。
§323ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας §324ἤ με ποίησον καπνὸν ἐξαίφνης §325ἢ Προξενίδην ἢ τὸν Σέλλου §326τοῦτον τὸν ψευδαμάμαξυν.
但是,噢,发出巨响雷鸣的宙斯啊,要么立刻把我变成一缕青烟,要么把我变成普罗克塞尼德斯,或者塞洛斯的儿子—— 那个爱吹牛的家伙。
ἤ με κεραυνῷ §329διατινθαλέῳ σπόδισον ταχέως, §330κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας §331εἰς ὀξάλμην ἔμβαλε θερμήν· §332ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ §333τὰς χοιρίνας ἀριθμοῦσι.
要么用雷电烤焦我,快快把我烤焦,然后把我捡起来,吹掉身上的灰烬,扔进滚烫的酸盐水里;要不就把我变成一块石头,人们在上面清点投票用的贝壳。
λέξον· §335πρὸς εὔνους γὰρ φράσεις.
快说吧,你是在对关心你的人说话。
§336οὑμὸς υἱός.
我的儿子。
ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει §337οὑτοσὶ πρόσθεν καθεύδων.
但是别嚷嚷,因为他正好在前面睡觉呢。
ἀλλʼ ὕφεσθε τοῦ τόνου.
快放低声音。
§338τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;
噢,可怜的人,他为了阻止你干什么才要这么做?
§339καὶ τίνα πρόφασιν ἔχων;
他又有什么借口?
§340οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν, §341ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.
伙伴们,不让我当陪审员,也不让我做任何惩罚人的恶事,反而准备好好款待我,但我根本不稀罕。
§342τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖν §342aὁ Δημολογοκλέων ὅδʼ, §343ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν §343aἀληθές.
那个肮脏的“民言克翁”竟然胆敢放此厥词,就因为你说了关于船只的真话。
如果他自己不是个阴谋家,这个家伙是绝不敢说出这种话来的。
§346ἀλλʼ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν, §347ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
所以,在这种情况下,你该去寻找某种新计策了,好让你瞒过那个男人,下到这儿来。
§348τίς ἂν οὖν εἴη;
那能有什么计策呢?
ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·
你们也帮着找找看,因为我什么都愿意做。
§349οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
我是如此渴望拿着投票贝壳,穿过那法庭的围栏。
§350ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι, §351εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;
难道就没有什么孔洞,能让你从里面挖通,然后像足智多谋的奥德修斯那样披上破烂衣服溜出来吗?
§352πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι.
处处都被堵死了,连一只蚊蚋也钻不过去。
§353ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δʼ οὐκ ἔστι γενέσθαι.
所以你们必须找别的办法;想变成“有孔的”是不可能了。
§354μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους §355ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.
你可还记得,以前在军中时,你曾偷了烤肉签子,在纳克索斯陷落时,顺着城墙飞快地跳下去?
§356οἶδʼ·
我记得。
ἀλλὰ τί τοῦτʼ;
但那又怎样?
οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.
这和那时候可完全不能比。
§357ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ, §358κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι §359φεύγειν ἀδεῶς.
那时我还年轻,能偷能跑,自己身手矫健,而且没人看守我,我可以毫无惧色地逃走。
νῦν δὲ ξὺν ὅπλοις §360ἄνδρες ὁπλῖται διαταξάμενοι §361κατὰ τὰς διόδους σκοπιωροῦνται, §362τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις §363ὥσπερ με γαλῆν κρέα κλέψασαν §364τηροῦσιν ἔχοντʼ ὀβελίσκους.
可现在,全副武装的重装步兵在各处通道排开哨防,其中两个还拿着签子守在门口盯着我,就好像我是只偷了肉的鼬鼠似的。
即便如此,现在也要尽快想出个妙计来;因为天就要亮了,我的小宝贝。
§367διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
既然这样,对我来说最好的办法就是咬烂这罗网。
§368ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
愿网之女神迪克廷娜宽恕我对这网的所作所为。
§369ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
这才是一个奔向生路的人该做的事。
§370ἀλλʼ ἔπαγε τὴν γνάθον.
快,动起你的下巴来。
§371διατέτρωκται τοῦτό γʼ.
这地方总算咬开了。
ἀλλὰ μὴ βοᾶτε μηδαμῶς, §372ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
但千万别声张,咱们得小心别让布德里克翁发觉了。
§373μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
别怕,老兄,什么都别怕。
§374ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ §374aτι, ποιήσω δακεῖν τὴν §375καρδίαν καὶ τὸν περὶ ψυχῆς §376δρόμον δραμεῖν, ἵνʼ εἰδῇ §377μὴ πατεῖν τὰ §378τοῖν θεοῖν ψηφίσματα.
因为要是他敢嘟囔半个字,我定要让他痛彻心扉,命悬一线地落荒而逃,好让他懂得不要践踏那两位女神的法令。
§379ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα §380δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
快,把绳子系在小窗上,把自己绑好,让灵魂里塞满迪奥佩特斯的狂热,然后滑下来。
好吧,如果那两个家伙发觉了,想用钩钩住我、把我拖回屋里,你们打算怎么做?
φράζετε νυνί.
现在就告诉我。
我们所有人都会唤起橡木般的怒火来保护你,让他们绝无可能关得住你。
τοιαῦτα ποιήσομεν ἡμεῖς.
我们定会如此行事。
§385δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ,
那么,我信赖你们,这就动手。
§386ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις.
而且——你们听好了——如果我出了什么三长两短,请把我的尸骨收敛起来,痛哭一场,然后安葬在法庭的栅栏下面。
§387οὐδὲν πείσει· μηδὲν δείσῃς.
你不会有事的,什么都别怕。
ἀλλʼ ὦ βέλτιστε καθίει §388σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
来吧,好朋友,鼓起勇气,向祖先的神明祈祷,然后把自己滑下来。
§389ὦ Λύκε δέσποτα, γείτων ἥρως·
噢,主宰吕科斯啊,邻人英雄!
σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι, §390τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·
因为你和我一样,总是乐于见到被告们的泪水与哀鸣;