Humanitext Reader

阿里斯托芬 · 云 §82b-163

劝诱入思考所与斯德普西阿得斯求学

第 2 段,共 19 段 · 希腊语

内容简介

斯德普西阿得斯为了逃避债务,劝说儿子进入苏格拉底的“思考所”学习,遭到拒绝后决定亲自前往。在那里,他从门徒口中听闻了苏格拉底等人奇特的科学和哲学研究。

§82bεἰπέ μοι, φιλεῖς ἐμέ;
斯德普西阿得斯:告诉我,你爱我吗?
§83νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
斐迪皮德斯:凭这位马神波塞冬发誓,是的。
§84μὴ ʼμοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον·
斯德普西阿得斯:千万别跟我提这个“马神”!
§85οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.
因为这位神明就是我所有灾难的根源。
§86ἀλλʼ εἴπερ ἐκ τῆς καρδίας μʼ ὄντως φιλεῖς, §87ὦ παῖ πιθοῦ.
但如果你真的是从心底里爱我,孩子,听我的话吧。
§87bτί οὖν πίθωμαι δῆτά σοι;
斐迪皮德斯:那么,我究竟该听您什么呢?
§88ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους, §89καὶ μάνθανʼ ἐλθὼν ἃν ἐγὼ παραινέσω.
斯德普西阿得斯:尽快改变你自己的行事作风,去学一学我将要建议你学的东西。
§90λέγε δή, τί κελεύεις;
斐迪皮德斯:那您说吧,您命令我做什么?
§90bκαί τι πείσει;
斯德普西阿得斯:那你真的会服从吗?
§90cπείσομαι §91νὴ τὸν Διόνυσον.
斐迪皮德斯:我会服从的,凭狄奥尼索斯发誓。
§91bδεῦρό νυν ἀπόβλεπε.
斯德普西阿得斯:那现在往这边看。
§92ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;
你看见这扇小门和这间小屋子了吗?
§93ὁρῶ.
斐迪皮德斯:看到了。
τί οὖν τοῦτʼ ἐστὶν ἐτεὸν ὦ πάτερ;
这究竟是什么啊,父亲?
§94ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον.
斯德普西阿得斯:这里是聪明灵魂们的“思考所”。
§95ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες, οἳ τὸν οὐρανὸν §96λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς, §97κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἄνθρακες.
住在里面的那些人,他们通过辩论来说服人们相信天空是一个烤炉,而它就在我们周围,我们则是木炭。
§98οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ, §99λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
这些人只要有人给钱,就会传授如何通过言辞在公道和不公道的官司中都获胜。
§100εἰσὶν δὲ τίνες;
斐迪皮德斯:那他们是谁?
§100bοὐκ οἶδʼ ἀκριβῶς τοὔνομα· §102μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
斯德普西阿得斯:我不太清楚确切的名字;是一些精细的思考者,体面的人。
§103αἰβοῖ πονηροί γʼ, οἶδα.
斐迪皮德斯:呸!
τοὺς ἀλαζόνας
是一群坏蛋,我知道。
§104τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις, §105ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
您说的是那些吹牛的人,那些脸色苍白、光着脚的人吧,那个倒霉的苏格拉底和凯勒丰就在他们其中。
§105bἢ ἢ σιώπα·
斯德普西阿得斯:嘘! 安静!
μηδὲν εἴπῃς νήπιον.
别说傻话。
§106ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων, §107τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.
但如果你还稍微关心一点父亲的大麦,就要为我放弃骑术,成为他们中的一员。
§108οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι §109τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.
斐迪皮德斯:凭狄奥尼索斯发誓,我才不干呢,哪怕您给我莱奥戈拉斯养的那些雉鸡。
§110ἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶ §111ἐλθὼν διδάσκου.
斯德普西阿得斯:去吧,我求求你了,我最亲爱的孩子,去让他们教教你吧。
§111bκαὶ τί σοι μαθήσομαι;
斐迪皮德斯:那我得为您学些什么呢?
§112εἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω, §113τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
斯德普西阿得斯:据说他们那里有两种论证,较强的一种和较弱的一种。
§114τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα, §115νικᾶν λέγοντά φασι τἀδικώτερα.
在这两种论证中,那较弱的一种,据说即使说着更不公道的事,也能获胜。
§116ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον, §117ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν §118οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί.
所以,如果你替我学会了这种不公道的论证,我现在因你而欠下的这些债务,我就一分钱也不用还给任何人了。
§119οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν §120τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
斐迪皮德斯:我不能听从;因为我不敢看着那些骑士们,如果我的脸色变得极其难看。
§121οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει, §122οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας· §123ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας.
斯德普西阿得斯:那么,凭得墨忒耳发誓,你就别想再吃我的东西了,无论是你,还是你的驮马,或是你的名马;我要把你赶出家门,去喂乌鸦。
§124ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέης §125ἄνιππον.
斐迪皮德斯:哼,我的舅舅美佳克勒斯可不会看着我没有马骑。
ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ.
我要进去了,我才不管您呢。
§126ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι, §127ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι §128αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.
斯德普西阿得斯:但我绝不会就此倒下认输;我向神明祈祷之后,我自己去学,亲自走到思考所去接受教导。
§129πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς §130λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;
可是,我这把年纪,又健忘又迟钝,该如何学会那些精确言辞的细微碎屑呢?
§131ἰτητέον.
必须得去。
τί ταῦτʼ ἔχων στραγγεύομαι, §132ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν;
我在这里拖延犹豫什么呢,而不去敲门呢?
παῖ παιδίον.
有人吗! 开门!
§133βάλλʼ ἐς κόρακας·
门徒:见鬼去吧!
τίς ἐσθʼ ὁ κόψας τὴν θύραν;
是谁在敲门?
§134Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
斯德普西阿得斯:是奇库诺地方、斐东之子斯德普西阿得斯。
§135ἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδρα §136ἀπεριμερίμνως τὴν θύραν λελάκτικας §137καὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην.
门徒:凭宙斯发誓,你真是个粗人,竟然如此猛烈、不假思索地用脚踹门,害得刚研究出来的思想流产了。
§138σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.
斯德普西阿得斯:原谅我吧,因为我住在遥远的乡下。
§139ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
不过,请告诉我那件流产了的事情吧。
§140ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
门徒:可除了门徒之外,按规矩是不允许向外人透露的。
§141λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ §142ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.
斯德普西阿得斯:那你尽管放心对我说吧;因为我本人正是来这所思考所做门徒的。
§143λέξω.
门徒:那我就说了。
νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
但你必须把这些当成奥秘来看待。
§144ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτης §145ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας·
刚才,苏格拉底问凯勒丰,跳蚤能跳过相当于它自己多少只脚的距离。
§146δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν §147ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
因为那跳蚤咬了凯勒丰的眉毛,然后跳到了苏格拉底的头上。
§148πῶς δῆτα διεμέτρησε;
斯德普西阿得斯:那他究竟是怎么测量出来的呢?
§148bδεξιώτατα.
门徒:极其巧妙。
§149κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν §150ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε, §151κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
他把蜡熔化,然后抓住跳蚤,把它的两只脚浸入熔化的蜡里,接着等到蜡凝固,它的脚周围就套上了“波斯鞋”。
§152ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
他把这鞋脱下来,以此测量了距离。
§153ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.
斯德普西阿得斯:噢,主宰宙斯啊,好一个精致的心智!
§154τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους §155φρόντισμα;
门徒:如果你听到苏格拉底的另一个思考,又会怎么想呢?
§155bποῖον;
斯德普西阿得斯:什么思考?
ἀντιβολῶ κάτειπέ μοι.
我求你快告诉我。
§156ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος §157ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας §158κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
门徒:斯斐托斯地方的凯勒丰问他,蚊子是用嘴唱歌,还是用屁股唱歌。
§159τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
斯德普西阿得斯:那他关于蚊子究竟说了些什么?
§160ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος §161στενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν §162βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου· §163ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
门徒:他说蚊子的肠子很狭窄;由于它很窄,气体便会用力径直冲向屁股;然后,那连接着狭窄部分的空腔——

词汇与语法注释

  1. 87bπίθωμαι — 疑问虚拟语气(deliberative subjunctive),意为“我应该听从什么?”,用于向对方征询具体指示。
  2. 107σχασάμενος τὴν ἱππικήν — 不定过去时中动因果分词 `σχασάμενος`(源自 `σχάζω`,意为“松开、放弃”)带直接宾语 `τὴν ἱππικήν`,意为“放弃骑术”。中动语态表示与自身相关的行为中止。
  3. 118οὐκ ἂν ἀποδοίην — 由否定词 `οὐκ`、`ἄν` 与希求语气过去时 `ἀποδοίην` 构成的潜在希求语气(potential optative),作为条件句的结果主句,表达强烈的肯定假设:“我连一个奥博尔也不会还”。
  4. 131τί ταῦτʼ ἔχων στραγγεύομαι — 疑问词 `τί` 与现在分词 `ἔχων` 结合的惯用表达,带有抱怨或自责的语气,意为“我为什么要这样一直拖延下去?”。
  5. 163κοῖλον πρὸς στενῷ προσκείμενον — 中性形容词 `κοῖλον`(空腔)作同位语,带前置词短语 `πρὸς στενῷ`(紧挨着狭窄部分)和分词 `προσκείμενον`(相连的)。该句在第163行中断,但在结构上延续了前文关于蚊子体内构造的描述,说明气体如何从狭窄通道进入较宽的空腔。

引用这一段

阿里斯托芬, 云 §82b-163. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:82b-163

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。