Humanitext Reader

阿里斯托芬 · 云 §164-243

门徒转述的研究与吊篮中的苏格拉底

第 3 段,共 19 段 · 希腊语

内容简介

斯德普西阿得斯进入思考所,听门徒讲述了苏格拉底奇特的科学探索与偷窃外套等轶事,随后他见到了悬挂在空中的苏格拉底本人,并恳求向其学习辩论以逃避债务。

§164τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
它的屁股就会因气体的力量而发出鸣响。
§165σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
那么蚊子的屁股竟然是喇叭啊!
§166ὦ τρισμακάριος τοῦ διεντερεύματος.
噢,因这探究肠子而无比幸运的人啊!
§167ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην §168ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
一个深知蚊子肠子的人,要是被告了,肯定能轻易脱罪吧。
§169πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη §170ὑπʼ ἀσκαλαβώτου.
不过就在前不久,他的一项伟大构想被一只壁虎给夺走了。
§170bτίνα τρόπον;
用什么方式?
κάτειπέ μοι.
快告诉我。
§171ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς §172καὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότος §173ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
当他正在研究月球的运行轨道和公转,并且向上张着嘴的时候,夜里一只壁虎从天花板上拉屎拉在他身上。
§174ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
那只拉屎在苏格拉底身上的壁虎真是逗乐我了!
§175ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
不过,昨天晚上我们可是连晚饭都没得吃。
§176εἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;
好吧;那他为了弄到大麦面,想出了什么妙策?
§177κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν §178κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν §179ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
在桌上撒上细灰,把烤肉铁签弯过来,然后拿着圆规—— 从摔跤场顺走了一件外套。
§180τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
那我们为什么还要去崇拜那个泰勒斯呢?
§181ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον, §182καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
快点开门,快开思考所,尽快把苏格拉底指给我看。
§183μαθητιῶ γάρ· ἀλλʼ ἄνοιγε τὴν θύραν.
因为我渴望成为弟子;快开门。
§184ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;
噢,赫拉克勒斯啊,这些都是些什么怪兽?
§185τί ἐθαύμασας;
你惊讶什么?
τῷ σοι δοκοῦσιν εἰκέναι;
你觉得他们像什么?
§186τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.
像那些在皮洛斯被俘虏的拉哥尼亚人(斯巴达人)。
§187ἀτὰρ τί ποτʼ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;
不过,这些人究竟为什么一直盯着地面看?
§188ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
他们在寻找地底下的东西。
§188bβολβοὺς ἄρα §189ζητοῦσι.
那就是在挖洋葱(球根)了。
μή νυν τουτογὶ φροντίζετε· §190ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί.
那你们就别为这事费心思了;因为我知道哪里有又大又好的。
§191τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες;
那么这些弯腰弯得这么厉害的人又是在干什么?
§192οὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
这些人在搜寻塔耳塔洛斯底下的黑暗深渊。
§193τί δῆθʼ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;
那为什么屁股又朝着天看呢?
§194αὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
它自己正在自学天文学呢。
§195ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ.
不过快进去吧,免得那个人撞见你们。
§196μήπω γε μήπω γʼ·
先别急,先别急!
ἀλλʼ ἐπιμεινάντων, ἵνα §197αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
让他们再留一会儿,好让我跟他们商量一下我自己的那点小事。
§198ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα §199ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
但是,让他们在户外的空气中待太长时间是不可能的。
§200πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν;
凭诸神发誓,这究竟是什么?
εἰπέ μοι.
告诉我。
§201ἀστρονομία μὲν αὑτηί.
这是天文学。
§201bτουτὶ δὲ τί;
那这又是什么?
§202γεωμετρία.
几何学。
§202bτοῦτʼ οὖν τί ἐστι χρήσιμον;
那这有什么用处?
§203γῆν ἀναμετρῆσαι.
用来测量土地。
§203bπότερα τὴν κληρουχικήν;
是分给殖民者的那种地吗?
§204οὔκ, ἀλλὰ τὴν σύμπασαν.
不,是测量整个地球。
§204bἀστεῖον λέγεις.
你说得可真妙。
§205τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
因为这发明既平民化又实用。
§206αὕτη δέ σοι γῆς περίοδος πάσης.
这就是给你的整个地球的地图。
ὁρᾷς;
你看到了吗?
§207αἵδε μὲν Ἀθῆναι.
这就是雅典。
§207bτί σὺ λέγεις;
你说什么?
οὐ πείθομαι, §208ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
我可不信,因为我没看到法官们坐着。
§209ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
不过,这块地方确实是阿提卡。
§210καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;
那我的奇库诺同乡都在哪里?
§211ἐνταῦθʼ ἔνεισιν.
他们就在这里面。
ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς, §212ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
至于这优波亚,如你所见,在这边拉得很长,延伸到很远的地方。
§213οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
我知道;因为它是被我们和伯里克利给拉扯(压榨)出来的。
§214ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼσθʼ;
但是拉哥代蒙(斯巴达)在哪儿呢?
§214bὅπου ʼστίν;
在哪儿?
αὑτηί.
就在这里。
§215ὡς ἐγγὺς ἡμῶν.
离我们太近了!
τοῦτο πάνυ φροντίζετε, §216ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
你们得使劲想办法,把它从我们身边搬到大老远去。
§217ἀλλʼ οὐχ οἷόν τε.
但这是办不到的。
§217bνὴ Δίʼ οἰμώξεσθʼ ἄρα.
凭宙斯发誓,那你们可就要倒霉了。
§218φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;
喂,那在吊篮上的那个男人是谁?
§219αὐτός.
他本人。
§219bτίς αὐτός;
‘他本人’是谁?
§219cΣωκράτης.
苏格拉底。
§219dὦ Σώκρατες.
噢,苏格拉底!
§220ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.
喂,你帮我大声叫他一下。
§220aαὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
还是你自己叫吧;我可没空。
§221ὦ Σώκρατες,
噢,苏格拉底!
§222ὦ Σωκρατίδιον.
噢,亲爱的苏格拉底小宝贝!
§223τί με καλεῖς ὦφήμερε;
你为什么叫我,噢,朝生暮死的人啊?
§224πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.
首先,求求您告诉我,您到底在干什么。
§225ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
我步履虚空,俯瞰(思索)着太阳。
§226ἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς, §227ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ; §227bοὐ γὰρ ἄν ποτε
这么说,如果真的是这样,您是从吊篮里瞧不起(俯视)神明,而不是从地上?
§228ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα, §229εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα §230λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.
因为如果我不把思想悬挂起来,不把精细的思索融合到同质的空气中,我就绝不可能正确地发现天上的奥秘。
§231εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν, §232οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳ §233ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
如果我待在地上,从下面看上面的东西,我绝不可能找到它们;因为大地会强行把思想的湿气吸向自己。
§234πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
而这同样的事情,也发生在水芹上。
§235τί φῄς;
您说什么?
§236ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα;
思想会把湿气吸引到水芹上?
§237ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ, §238ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα.
那么快下来吧,亲爱的苏格拉底小宝贝,到我这儿来,好让我跟您学习我来的目的。
§239ἦλθες δὲ κατὰ τί;
那你为何而来?
§239bβουλόμενος μαθεῖν λέγειν.
我想学习辩论。
§240ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων §241ἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.
因为由于利息和最难缠的债主,我被洗劫一空,财产也被抵押扣押了。
§242πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;
那你又是怎么不知不觉地变得债务缠身的呢?
§243νόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.
是可怕的赛马病(赛马瘾)把我给榨干、毁掉了。

词汇与语法注释

  1. §164τὸν πρωκτὸν ἠχεῖν — 承接前一节(§160-163)的主动词 ἔφασκεν(“他说”)所支配的“对格与不定式”结构(间接引语)。不定式的逻辑主语是 τὸν πρωκτὸν,意为“[他说]屁股会发出鸣响”。
  2. §166τοῦ διεντερεύματος — 伴随叹词性形容词 ὦ τρισμακάριος 的表示感叹原因的属格(genitive of cause)。
  3. §171ζητοῦντος αὐτοῦ — 属格独立分词结构(genitive absolute),表示时间,译为“当他(苏格拉底)正在研究[月球轨道]时”。后续的分词 κεχηνότος (§172) 同样修饰 αὐτοῦ。
  4. §213παρετάθη — 动词 παρατείνω 的直陈式被动语态不定过去时。这里巧妙地利用了双关:既指地图上优波亚岛的地理延伸(§212),又暗指在雅典统治和伯里克利手下因战争或税收而“被拉扯、被榨干(疲惫不堪)”。
  5. §232οὐ γὰρ ἀλλʼ — 表示强烈肯定或强调原因的成语结构,意为“因为正是……(而不是别的)”或“因为确实是……”。通过否定之否定来表达强烈的肯定。

引用这一段

阿里斯托芬, 云 §164-243. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:164-243

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。